Book Read Free

Delphi Complete Works of Procopius

Page 135

by Procopius of Caesarea


  Ἑρμογένης δὲ τότε, ἐπειδὴ τάχιστα ἡ πρὸς τῷ Εὐφράτῃ μάχη ἐγένετο, παρὰ Καβάδην ἐπὶ πρεσβείᾳ ἥκων, ἐπέραινεν οὐδὲν τῆς εἰρήνης πέρι ἧς ἕνεκα ἦλθεν, ἐπεὶ αὐτὸν οἰδαίνοντα ἔτι ἐπὶ Ῥωμαίους εὗρε: διὸ δὴ ἄπρακτος ἀνεχώρησε. [2] καὶ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε περιῃρημένος ἣν εἶχεν ἀρχήν, ἐφ̓ ᾧ ἐπὶ Βανδίλους στρατεύσειε. [3] Σίττας δέ, Ἰουστινιανῷ βασιλεῖ τοῦτο δεδογμένον, ὡς φυλάξων τὴν ἑῴαν ἐνταῦθα ἦλθε. [4] καὶ Πέρσαι αὖθις στρατῷ πολλῷ ἐς Μεσοποταμίαν, Χαναράγγου τε καὶ Ἀσπεβέδου καὶ Μερμερόου ἡγουμένων σφίσιν, ἐσέβαλον. [5] ἐπεί τε αὐτοῖς ἐτόλμα οὐδεὶς ἐς χεῖρας ἰέναι, Μαρτυρόπολιν ἐγκαθεζόμενοι ἐπολιόρκουν, οὗ δὴ Βούζης τε καὶ Βέσσας τεταγμένοι ἐπὶ τῇ φυλακῇ ἔτυχον. [6] αὕτη δὲ κεῖται μὲν ἐν τῇ Σοφανηνῇ καλουμένῃ χώρᾳ, πόλεως Ἀμίδης τεσσαράκοντά τε καὶ διακοσίοις σταδίοις διέχουσα πρὸς βορρᾶν ἄνεμον: πρὸς αὐτῷ δὲ Νυμφίῳ τῷ ποταμῷ ἐστιν, ὃς τήν τε Ῥωμαίων γῆν καὶ Περσῶν διορίζει. [7] οἱ μὲν οὖν Πέρσαι τῷ περιβόλῳ προσέβαλλον, οἱ δὲ πολιορκούμενοι κατ̓ ἀρχὰς μὲν αὐτοὺς ἀνδρείως ὑφίσταντο, οὐ διὰ πολλοῦ δὲ ἀνθέξειν ἐπίδοξοι ἦσαν. [8] ὅ τε γὰρ περίβολος ἐπιμαχώτατος ἦν ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ πολιορκίᾳ Περσῶν ῥᾷστα ἁλώσιμος, αὐτοί τε τὰ ἐπιτήδεια οὐ διαρκῶς εἶχον, οὐ μὴν οὐδὲ μηχανὰς οὐδέ τι ἄλλο ἀξιόχρεων καθ̓ ὅ τι ἀμύνωνται. [9] Σίττας δὲ καὶ ὁ Ῥωμαίων στρατὸς ἐς χωρίον μὲν Ἀτταχᾶς ἦλθον, Μαρτυροπόλεως ἑκατὸν σταδίοις διέχον, ἐς τὰ πρόσω δὲ οὐκ ἐτόλμων ἰέναι, ἀλλ̓ αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. [10] ξυνῆν δὲ αὐτοῖς καὶ Ἑρμογένης αὖθις ἐπὶ πρεσβείᾳ ἐκ Βυζαντίου ἥκων. ἐν τούτῳ δὲ τοιόνδε τι ξυνηνέχθη γενέσθαι. [11] Κατασκόπους ἐκ παλαιοῦ ἔν τε Ῥωμαίοις καὶ Πέρσαις δημοσίᾳ σιτίζεσθαι νόμος, οἳ δὴ λάθρα ἰέναι παρὰ τοὺς πολεμίους εἰώθασιν ὅπως περισκοπήσαντες ἐς τὸ ἀκριβὲς τὰ πρασσόμενα εἶτα ἐπανιόντες τοῖς ἄρχουσιν ἐσαγγείλωσι. [12] τούτων πολλοὶ μὲν εὐνοίᾳ, ὡς τὸ εἰκός, χρῆσθαι ἐς τοὺς ὁμογενεῖς ἐν σπουδῇ ἔχουσι, τινὲς δὲ καὶ τοῖς ἐναντίοις προΐενται τὰ ἀπόρρητα. [13] τότε οὖν ἐκ Περσῶν κατάσκοπός τις ἐς Ῥωμαίους σταλεὶς ἐς ὄψιν τε Ἰουστινιανῷ βασιλεῖ ἥκων, ἄλλα τε πολλὰ ἐξεῖπεν ἐν τοῖς βαρβάροις πρασσόμενα καὶ ὡς γένος Μασσαγετῶν ἐπὶ τῷ Ῥωμαίων πονηρῷ αὐτίκα δὴ μάλα ἐς τὰ Περσῶν ἤθη ἐξίασιν, ἐνθένδε τε ἐς Ῥωμαίων τὴν γῆν ἰόντες τῷ Περσῶν στρατῷ ἕτοιμοί εἰσιν ἀναμίγνυσθαι: [14] ὁ δὲ ταῦτα ἀκούσας, πεῖράν τε ἤδη τοῦ ἀνθρώπου ἀληθείας πέρι ἐς αὑτὸν ἔχων, χρήμασιν αὐτὸν ἁδροῖς τισι χαρισάμενος πείθει ἔς τε τὸ Περσῶν στρατόπεδον ἰέναι ὃ δὴ Μαρτυροπολίτας ἐπολιόρκει, καὶ τοῖς ταύτῃ βαρβάροις ἀγγεῖλαι ὅτι δὴ οἱ Μασσαγέται οὗτοι χρήμασιν ἀναπεισθέντες τῷ Ῥωμαίων βασιλεῖ μέλλουσιν ὅσον οὔπω ἐπ̓ αὐτοὺς ἥξειν. [15] ὁ δὲ κατὰ ταῦτα ἐποίει, ἔς τε τὸ τῶν βαρβάρων στρατόπεδον ἀφικόμενος τῷ τε Χαναράγγῃ καὶ τοῖς ἄλλοις ἀπήγγελλε στράτευμα Οὔννων πολεμίων σφίσιν οὐκ ἐς μακρὰν ἐς τοὺς Ῥωμαίους ἀφίξεσθαι. [16] οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, κατωρρώδησάν τε καὶ ἐπὶ τοῖς παροῦσι διηποροῦντο. [17] Ἐν τούτῳ δὲ ξυνέβη πονήρως τῷ Καβάδῃ νοσῆσαι τὸ σῶμα, καὶ Περσῶν ἕνα τῶν οἱ ἐν τοῖς μάλιστα ἐπιτηδειοτάτων καλέσας, Μεβόδην ὄνομα, ἐκοινολογεῖτο ἀμφί τε τῷ Χοσρόῃ καὶ τῇ βασιλείᾳ, δεδιέναι τε Πέρσας ἔφασκε μή τι τῶν αὐτῷ βεβουλευμένων ἀλογῆσαι ἐν σπουδῇ ἕξουσιν. [18] ὁ δέ οἱ τῆς γνώμης τὴν δήλωσιν ἐν γράμμασιν ἀπολιπεῖν ἠξίου, θαρσοῦντα ὡς οὐ μή ποτε αὐτὴν ὑπεριδεῖν τολμήσωσι Πέρσαι. [19] Καβάδης μὲν οὖν ἄντικρυς διετίθετο βασιλέα Χοσρόην Πέρσαις καθίστασθαι. τὸ δὲ γράμμα ὁ Μεβόδης αὐτὸς ἔγραφε, καὶ ὁ Καβάδης αὐτίκα ἐξ ἀνθρώπων ἠφάνιστο. [20] καὶ ἐπεὶ τὰ νόμιμα πάντα ἐπὶ τῇ τοῦ βασιλέως ταφῇ ἐγεγόνει, ὁ μὲν Καόσης τῷ νόμῳ θαρσῶν ἐπεβάτευε τῆς τιμῆς, ὁ δὲ Μεβόδης ἐκώλυε, φάσκων οὐδένα χρῆναι αὐτόματον ἐς τὴν βασιλείαν ἰέναι, ἀλλὰ ψήφῳ Περσῶν τῶν λογίμων. [21] καὶ ὃς ἐπέτρεπε ταῖς ἀρχαῖς τὴν περὶ τοῦ πράγματος γνῶσιν, οὐδὲν ἐνθένδε ἔσεσθαί οἱ ἐναντίωμα ὑποτοπάζων. [22] ἐπεὶ δὲ ἅπαντες οἱ Περσῶν λόγιμοι ἐς τοῦτο ἀγηγερμένοι ἐκάθηντο, τὸ μὲν γράμμα ὁ Μεβόδης ἀναλεξάμενος τὴν Καβάδου ἀμφὶ τῷ Χοσρόῃ ἐδήλου γνώμην, ἀναμνησθέντες δὲ τῆς Καβάδου ἀρετῆς ἅπαντες βασιλέα Πέρσαις αὐτίκα Χοσρόην ἀνεῖπον. [23] Οὕτω μὲν ὁ Χοσρόης τὴν ἀρχὴν ἔσχεν. ἐν δὲ Μαρτυροπόλει Σίττας τε καὶ Ἑρμόγενης ἀμφὶ τῇ πόλει δειμαίνοντες, ἀμύνειν γὰρ κινδυνευούσῃ οὐδαμῆ εἶχον, ἔπεμψάν τινας ἐς τοὺς πολεμίους, οἳ τοῖς στρατηγοῖς ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε [24] ‘Λελήθατε ὑμᾶς αὐτοὺς βασιλεῖ τε τῷ Περσῶν καὶ τοῖς τῆς εἰρήνης ἀγαθοῖς καὶ πολιτείᾳ ἑκατέρᾳ ἐμποδὼν οὐ δέον γινόμενοι. πρέσβεις γὰρ ἐκ βασιλέως ἐσταλμένοι τανῦν πάρεισιν, ἐφ̓ ᾧ παρὰ τὸν Περσῶν βασιλέα ἰόντες τά τε διάφορα διαλύσουσι καὶ τὰς σπονδὰς πρὸς αὐτὸν θήσονται: ἀλλ̓ ὡς τάχιστα ἐξανιστάμενοι τῆς Ῥωμαίων γῆς ξυγχωρεῖτε τοῖς πρέσβεσι πράσσειν ᾗ ἑκατέροις ξυνοίσειν μέλλει. [25] ἕτοιμοι γάρ ἐσμεν ὑπὲρ τούτων αὐτῶν καὶ ὁμήρους διδόναι ἄνδρας δ
οκίμους, ὡς δὴ ἔργῳ οὐκ εἰς μακρὰν ἐπιτελῆ ἔσται.’ Ῥωμαίων μὲν οἱ πρέσβεις τοσαῦτα εἶπον. [26] ἐτύγχανε δὲ καὶ ἄγγελος ἐκ τῶν βασιλείων ἐς αὐτοὺς ἥκων, ὃς δὴ αὐτοῖς τετελευτηκέναι μὲν Καβάδην ἐσήγγελλε, Χοσρόην δὲ τὸν Καβάδου βασιλέα καταστῆναι Πέρσαις, [27] ταύτῃ τε τὰ πράγματα ᾐωρῆσθαι σφίσι. καὶ ἀπ̓ αὐτοῦ τοὺς Ῥωμαίων λόγους οἱ στρατηγοὶ ἄσμενοι ἤκουσαν, ἅτε καὶ τὴν Οὔννων ἔφοδον δείσαντες. Ῥωμαῖοι μὲν οὖν ἐν ὁμήρων λόγῳ εὐθὺς ἔδοσαν Μαρτῖνόν τε καὶ τῶν Σίττα δορυφόρων ἕνα, Σενέκιον ὄνομα: Πέρσαι δὲ διαλύσαντες τὴν προσεδρείαν εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο. [28] οἵ τε Οὖννοι οὐ πολλῷ ὕστερον ἐσβαλόντες εἰς γῆν τὴν Ῥωμαίων, ἐπεὶ τὸν Περσῶν στρατὸν ἐνταῦθα οὐχ εὗρον, δἰ ὀλίγου τὴν ἐπιδρομὴν ποιησάμενοι ἐπ̓ οἴκου ἀπεκομίσθησαν ἅπαντες.

  Αὐτίκα δὲ καὶ Ῥουφῖνός τε καὶ Ἀλέξανδρος καὶ Θωμᾶς ὡς ξὺν Ἑρμογένει πρεσβεύσοντες ἦλθον, παρά τε Περσῶν τὸν βασιλέα πάντες ἀφίκοντο ἐς ποταμὸν Τίγρην. [2] καὶ αὐτοὺς μὲν Χοσρόης ἐπειδὴ εἶδε, τοὺς ὁμήρους ἀφῆκε. τιθασσεύοντες δὲ Χοσρόην οἱ πρέσβεις ἐπαγωγά τε πολλὰ ἔλεξαν καὶ Ῥωμαίων ὡς ἥκιστα πρέσβεσι πρέποντα. [3] οἷς δὴ χειροήθης ὁ Χοσρόης γενόμενος τὴν μὲν εἰρήνην πέρας οὐκ ἔχουσαν δέκα καὶ ἑκατὸν κεντηναρίων ὡμολόγει πρὸς αὐτοὺς θήσεσθαι, ἐφ̓ ᾧ δὴ ὁ τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἄρχων μηκέτι ἐν Δάρας τὸ λοιπὸν εἴη, ἀλλ̓ ἐν Κωνσταντίνῃ τὸν ἅπαντα χρόνον διαγένοιτο ᾗπερ καὶ τὸ παλαιὸν εἴθιστο: φρούρια δὲ τὰ ἐν Λαζικῇ οὐκ ἔφη ἀποδώσειν, καίπερ αὐτὸς τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον δικαιῶν πρὸς Ῥωμαίων ἀπολαβεῖν. [4] ἕλκει δὲ λίτρας τὸ κεντηνάριον ἑκατόν, ἀφ̓ οὗ δὴ καὶ ὠνόμασται. κέντον γὰρ τὰ ἑκατὸν καλοῦσι Ῥωμαῖοι. [5] τοῦτο δέ οἱ δίδοσθαι τὸ χρυσίον ἠξίου, ὡς μήτε πόλιν Δάρας Ῥωμαῖοι καθελεῖν ἀναγκάζωνται μήτε φυλακτηρίου τοῦ ἐν πύλαις Κασπίαις μεταλαχεῖν Πέρσαις. [6] οἱ μέντοι πρέσβεις τὰ μὲν ἄλλα ἐπῄνουν, τὰ δὲ φρούρια ἐνδιδόναι οὐκ ἔφασκον οἷοί τε εἶναι, ἢν μὴ βασιλέως ἀμφ̓ αὐτοῖς πύθωνται πρότερον. [7] ἔδοξε τοίνυν Ῥουφῖνον μὲν ὑπὲρ τούτων ἐς Βυζάντιον στέλλεσθαι, τοὺς δὲ ἄλλους, ἕως αὐτὸς ἐπανίῃ, μένειν. καὶ χρόνος ἡμερῶν ἑβδομήκοντα Ῥουφίνῳ ξυνέκειτο ἐς τὴν ἄφιξιν. [8] ἐπεὶ δὲ ὁ Ῥουφῖνος ἐς Βυζάντιον ἀφικόμενος βασιλεῖ ἀπήγγελλεν ὅσα Χοσρόῃ ἀμφὶ τῇ εἰρήνῃ δοκοῦντα εἴη, ἐκέλευσε βασιλεὺς κατὰ ταῦτα σφίσι τὴν εἰρήνην ξυνίστασθαι. [9] Ἀλλ̓ ἐν τούτῳ φήμη τις οὐκ ἀληθὴς ἥκουσα ἐς τὰ Περσῶν ἤθη βασιλέα Ἰουστινιανὸν ἤγγελλεν ὀργισθέντα Ῥουφῖνον κτεῖναι. οἷς δὴ Χοσρόης ξυνταραχθείς τε καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος τῷ παντὶ στρατῷ ἐπὶ Ῥωμαίους ᾔει. Ῥουφῖνος δέ οἱ μεταξὺ ἐπανήκων ἐνέτυχε πόλεως Νισίβιδος οὐ μακρὰν ἄποθεν. [10] διὸ δὴ αὐτοί τε ἐν τῇ πόλει ταύτῃ ἐγένοντο καί, ἐπεὶ τὴν εἰρήνην βεβαιοῦν ἔμελλον, τὰ χρήματα οἱ πρέσβεις ἐνταῦθα ἐκόμιζον. [11] ἀλλ̓ Ἰουστινιανῷ βασιλεῖ τὰ Λαζικῆς φρούρια ξυγκεχωρηκότι μετέμελεν ἤδη, γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραφε μηδαμῶς αὐτὰ προΐεσθαι Πέρσαις. [12] διὸ δὴ Χοσρόης τὰς σπονδὰς θέσθαι οὐκέτι ἠξίου, καὶ τότε Ῥουφίνῳ ἔννοιά τις ἐγένετο ὡς ταχύτερα ἢ ἀσφαλέστερα βουλευσάμενος ἐς γῆν τὴν Περσῶν τὰ χρήματα ἐσκομίσειεν. [13] αὐτίκα γοῦν ἐς τὸ ἔδαφος καθῆκε τὸ σῶμα, κείμενός τε πρηνὴς Χοσρόην ἱκέτευε τά τε χρήματα σφίσι ξυμπέμψαι καὶ μὴ ἐπὶ Ῥωμαίους εὐθὺς στρατεύειν, ἀλλὰ ἐς χρόνον τινὰ ἕτερον τὸν πόλεμον ἀποτίθεσθαι. [14] Χοσρόης δὲ αὐτὸν ἐνθένδε ἐκέλευεν ἐξανίστασθαι, ἅπαντά οἱ ταῦτα χαριεῖσθαι ὑποσχόμενος. οἵ τε γοῦν πρέσβεις ξὺν τοῖς χρήμασιν ἐς Δάρας ἦλθον, καὶ ὁ Περσῶν στρατὸς ὀπίσω ἀπήλαυνε. [15] Καὶ τότε μὲν Ῥουφῖνον οἱ ξυμπρεσβευταὶ δἰ ὑποψίας τε αὐτοὶ ἐς τὰ μάλιστα ἔσχον καὶ ἐς βασιλέα διέβαλλον, τεκμαιρόμενοι ὅτι δή οἱ ἅπαντα ὁ Χοσρόης ὅσα ἔχρῃζεν αὐτοῦ ἀναπεισθεὶς ξυνεχώρησεν. [16] ἔδρασε μέντοι αὐτὸν διὰ ταῦτα βασιλεὺς οὐδὲν ἄχαρι. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ῥουφῖνός τε αὐτὸς καὶ Ἐρμογένης αὖθις παρὰ Χοσρόην ἐστέλλοντο, ἔς τε τὰς σπονδὰς αὐτίκα ἀλλήλοις ξυνέβησαν, ἐφ̓ ᾧ ἑκάτεροι ἀποδώσουσιν ὅσα δὴ ἀμφότεροι χωρία ἐν τῷδε τῷ πολέμῳ ἀλλήλους ἀφείλοντο, καὶ μηκέτι στρατιωτῶν τις ἀρχὴ ἐν Δάρας εἴη: τοῖς τε Ἴβηρσιν ἐδέδοκτο ἐν γνώμῃ εἶναι ἢ μένειν αὐτοῦ ἐν Βυζαντίῳ, ἢ ἐς σφῶν τὴν πατρίδα ἐπανιέναι. ἦσαν δὲ πολλοὶ καὶ οἱ μένοντες καὶ οἱ ἐπανιόντες ἐς τὰ πάτρια ἤθη. [17] οὕτω τοίνυν τήν τε ἀπέραντον καλουμένην εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος. [18] καὶ Ῥωμαῖοι μὲν τό τε Φαράγγιον καὶ Βῶλον τὸ φρούριον ξὺν τοῖς χρήμασι Πέρσαις ἔδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τὰ Λαζικῆς φρούρια. καὶ Δάγαριν δὲ Ῥωμαίοις ἀπέδοσαν Πέρσαι, ἀντ̓ αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα. [19] οὗτος ὁ Δάγαρις χρόνῳ τῷ ὑστέρῳ πολλάκις Οὔννους ἐς γῆν τὴν Ῥωμαίων ἐσβεβληκότας μάχαις νικήσας ἐξήλασεν. ἦν γὰρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. τὰς μὲν οὖν πρὸς ἀλλήλους σπονδὰς τρόπῳ τῷ εἰρημένῳ ἀμφότεροι ἐκρατύναντο.

 

‹ Prev