Book Read Free

Delphi Complete Works of Procopius

Page 137

by Procopius of Caesarea


  Τριβουνιανὸς δὲ καὶ Ἰωάννης τῆς τιμῆς οὕτω παραλυθέντες χρόνῳ ὕστερον ἐς ἀρχὰς τὰς αὐτὰς κατέστησαν ἄμφω. [2] ἀλλὰ Τριβουνιανὸς μὲν ἔτη πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, ἄλλο οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ. [3] Ἰωάννης δὲ ῾πᾶσι γὰρ ἀνθρώποις βαρύς τε ὁμοίως καὶ χαλεπὸς ἦν, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληιζόμενος᾿ δέκατον ἔτος τὴν ἀρχὴν ἔχων τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίαιταν παρανομίας ἐξέτισε τρόπῳ τοιῷδε. [4] Θεοδώρα ἡ βασιλὶς ἤχθετο αὐτῷ πάντων μάλιστα. καὶ ὃς τῇ γυναικὶ προσκεκρουκὼς οἷς ἡμάρτανε, θωπείᾳ μὲν αὐτὴν ἢ χάριτι μετελθεῖν ὡς ἥκιστα ἔγνω, ἐς ἐπιβουλὴν δὲ αὐτῇ ἐκ τοῦ ἐμφανοῦς καθιστάμενος ἐς τὸν βασιλέα διέβαλλεν, οὔτε τὴν τύχην ἐρυθριῶν οὔτε τὴν στοργὴν αἰσχυνόμενος ἥνπερ ἐς αὐτὴν ὁ βασιλεὺς εἶχεν ἐξαισίαν οἵαν. [5] αἰσθομένη δὲ ἡ βασιλὶς τῶν ποιουμένων κτεῖναι μὲν διενοεῖτο τὸν ἄνθρωπον, μηχανῇ δὲ οὐδεμιᾷ εἶχεν, ἐπεὶ λόγον αὐτοῦ Ἰουστινιανὸς βασιλεὺς ἐποιεῖτο πολύν. [6] γνοὺς δὲ Ἰωάννης τὴν τῆς βασιλίδος ἐς αὑτὸν γνώμην ἐν δείμασι μεγάλοις ἐγίνετο. [7] ἐπειδάν τε ὡς καθευδήσων ἐς τὸν κοιτῶνα ἴοι, τῶν τινα βαρβάρων ἐπιστήσεσθαί οἱ ὡς ἀπολοῦντα ὑπώπτευεν ἐς νύκτα ἑκάστην, ὑπερκύπτων τε ἀεὶ ἐκ τοῦ δωματίου καὶ τὰς εἰσόδους περισκοπῶν ἄϋπνος ἔμενε, καίπερ ἑταιρισάμενος δορυφόρων τε καὶ ὑπασπιστῶν χιλιάδας πολλάς, οὐ γεγονὸς ὑπάρχων τινὶ πρότερον τοῦτό γε. [8] ἀλλ̓ ἐπιλελησμένος ἅμα ἡμέρᾳ θείων τε καὶ ἀνθρωπείων δειμάτων ἁπάντων, ὄλεθρος αὖθις κοινῇ τε καὶ ἰδίᾳ πᾶσι Ῥωμαίοις ἐγίνετο. καὶ φαρμακεῦσι μὲν τὰ πολλὰ ὡμίλει, μαντείαις δὲ ἀσεβέσιν ἐς ἀεὶ χρώμενος τὴν αὐτοκράτορα αὐτῷ τερατευομέναις ἀρχήν, ἀεροβατῶν τε καταφανὴς ἦν καὶ μετέωρος ἀρθεὶς ταῖς τῆς βασιλείας ἐλπίσι. [9] τῆς μέντοι πονηρίας αὐτῷ καὶ τῆς ἐς τὴν δίαιταν παρανομίας οὐδὲν οὔτε ἐλώφα οὔτε ὑπέληγε. [10] καί τις αὐτῷ θεοῦ λόγος τὸ παράπαν οὐκ ἦν, ἀλλὰ καὶ εἴ που εἰς ἱερὸν ὡς εὐξόμενός τε καὶ διανυκτερεύσων ἐνταῦθα ἴοι, οὐδὲν ὁμοίως τοῖς Χριστιανῶν ἤθεσιν ἔπραττεν, ἀλλὰ τριβώνιον ἐνδιδυσκόμενος ἱερεῖ πρέπον τῆς παλαιᾶς δόξης ἣν νῦν Ἑλληνικὴν καλεῖν νενομίκασι, λόγους οὐχ ὁσίους τινὰς οὕσπερ ἐμεμελετήκει ἀπεστομάτιζεν ἀνὰ πᾶσαν τὴν νύκτα ἐκείνην, ὅπως οἱ ἥ τε βασιλέως διάνοια ἔτι μᾶλλον ὑποχειρία εἴη καὶ αὐτὸς κακῶν γενοιτο ἀπαθὴς πρὸς πάντων ἀνθρώπων. [11] Ἐν τούτῳ δὲ Βελισάριος Ἰταλίαν καταστρεψάμενος βασιλεῖ ἐς Βυζάντιον ξὺν Ἀντωνίνῃ τῇ γυναικὶ μετάπεμπτος ἦλθεν, ἐφ̓ ᾧ ἐπὶ Πέρσας στρατεύσειε. [12] καὶ τοῖς μὲν ἄλλοις ἅπασιν ἔντιμός τε καὶ λόγου πολλοῦ ἄξιος, ὡς τὸ εἰκός, ἦν, μόνος δὲ Ἰωάννης αὐτῷ χαλεπῶς εἶχε καὶ πολλῇ ἐπιβουλῇ ἐς αὐτὸν εἴχετο, κατ̓ ἄλλο μὲν οὐδέν, ὅτι δὲ αὐτὸς μὲν τὸ ἐκ πάντων ἔχθος ἐφ̓ ἑαυτὸν εἷλκε, Βελισάριος δὲ πάντων εὐδοκιμῶν μάλιστα ἔτυχεν: ἐπ̓ αὐτῷ τε γενομένης τῆς Ῥωμαίων ἐλπίδος αὖθις ἐπὶ Πέρσας ἐστράτευσε, τὴν γυναῖκα ἐν Βυζαντίῳ ἀπολιπών. [13] Ἀντωνίνα δὲ ἡ Βελισαρίου γυνὴ ῾ἦν γὰρ ἱκανωτάτη ἀνθρώπων ἁπάντων μηχανᾶσθαι τὰ ἀμήχανἀ χαριεῖσθαι τῇ βασιλίδι βουλευσαμένη ἐπενόει τοιάδε. ἦν τῷ Ἰωάννῃ θυγάτηρ Εὐφημία, δόξαν μὲν ἐπὶ σωφροσύνῃ πολλὴν ἔχουσα, νέα δὲ κομιδῆ, καὶ ἀπ̓ αὐτοῦ λίαν εὐάλωτος, ἣν δὴ ὁ πατὴρ ὑπερηγάπα, ἐπειδὴ καὶ μόνης αὐτῆς ἐγεγόνει πατήρ. [14] ταύτην ἡ Ἀντωνίνα τιθασσεύουσα ἐς ἡμέρας συχνὰς προσποιήσασθαί τε ἅτε φίλην ἐνδελεχέστατα ἴσχυσε καὶ τῶν αὐτῇ ἀπορρήτων μεταδιδόναι οὐκ ἀπηξίου. [15] καί ποτε αὐτῆς οἱ μόνης ἐν τῷ δωματίῳ παρούσης ὀδύρεσθαι τύχας τὰς παρούσας ἐπλάσσετο, ὅτι δὴ Βελισάριος εὐρυτέραν ποιησάμενος τὴν Ῥωμαίων ἀρχὴν πλείονι μέτρῳ ἢ πρότερον οὖσα ἐτύγχανε, βασιλεῖς τε δορυαλώτους δύο καὶ πλούτου τοσοῦτόν τι χρῆμα ἐς Βυζάντιον ἀγαγών, ἀχαρίστου Ἰουστινιανοῦ ἔτυχε: τά τε ἄλλα ὡς οὐ δικαίαν οὖσαν τὴν πολιτείαν διέβαλλε. [16] περιχαρὴς δὲ τῷ λόγῳ γενομένη ἡ Εὐφημία ῾δέει γὰρ τῷ ἐκ τῆς βασιλίδος καὶ αὐτὴ τῇ παρούσῃ ἀρχῇ ἤχθετὀ ‘Καὶ τοῦδε μέντοι, ὦ φιλτάτη,’ ἔφη, ‘ὑμεῖς αἴτιοι, ὅτι δὴ παρὸν ὑμῖν [17] τῇ δυνάμει οὐ βούλεσθε χρῆσθαι.’ ὑπολαβοῦσα δὲ ἡ Ἀντωνίνα ‘Οὐ γὰρ οἷοί τέ ἐσμεν, ὦ θύγατερ,’ εἶπεν, ‘ἐν στρατοπέδῳ νεωτέροις ἐγχειρεῖν πράγμασιν, ἢν μὴ τοῦ ἔργου ξυνεπιλάβωνται ἡμῖν τῶν ἔνδον τινές: ἀλλ̓ εἴπερ ὁ σὸς πατὴρ ἤθελε, ῥᾷστα ἂν ἐς τήνδε τὴν πρᾶξιν καθιστάμενοι ὅσα ἦν τῷ [18] θεῷ βουλομένῳ ἐπράσσομεν.’ ἀκούσασα ταῦτα Εὐφημία προθύμως μὲν ὑπέσχετο ἐπιτελῆ ἔσεσθαι, ἀπαλλαγεῖσα δὲ ἐνθένδε τὸ πρᾶγμα ἐπὶ τὸν πατέρα εὐθὺς ἤνεγκε. [19] καὶ ὃς τῷ λόγῳ ἡσθεὶς ῾ταύτην γάρ οἱ ὁδὸν ἔς τε τὰ μαντεῖα καὶ τὴν βασιλείαν ὑπετόπαζε φέρειν τὴν πρᾶξιν̓ εὐθὺς μελλήσει οὐδεμιᾷ ὡμολόγησε, πράσσειν τε τὴν παῖδα ἐκέλευεν ὅπως τῇ ὑστεραίᾳ ἐς λόγους τῇ Ἀντωνίνῃ αὐτὸς ξυμμίξῃ καὶ τὰ πιστὰ δοίη. [20] μαθοῦσα δὲ Ἀντωνίνα τὴν Ἰωάννου γνώμ
ην καὶ ὡς ἀπωτάτω τὸν ἄνθρωπον τῆς τοῦ ἀληθοῦς ἀπαγαγεῖν ἐννοίας ἐθέλουσα, νῦν μὲν ἔφη οἱ ξυγγενέσθαι αὐτὸν ἀξύμφορον εἶναι, μή τις ὑποψία μεταξὺ ἐπιγενομένη διακωλῦσαι τὰ πρασσόμενα ἱκανὴ εἴη: μέλλειν δὲ αὐτίκα δὴ μάλα ἐς τὴν ἕω παρὰ Βελισάριον στέλλεσθαι. [21] ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται ῾ὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὄν̓, ἐνταῦθα τὸν Ἰωάννην ὡς ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο. [22] ἥ τε βασιλὶς τὸν πάντα λόγον παρὰ τῆς Ἀντωνίνης ἀκούσασα ἐπῄνει μὲν τὰ βεβουλευμένα, ἐγκελευομένη δὲ πολλῷ ἔτι μᾶλλον ἐς τὴν προθυμίαν ἐνῆγεν. [23] Ἐπειδή τε ἡ κυρία παρῆν, ἀσπασαμένη μὲν ἡ Ἀντωνίνα τὴν βασιλίδα ἐκ τῆς πόλεως ἀπηλλάσσετο, ἔν τε Ῥουφινιαναῖς ἐγένετο, ὡς τῇ ὑστεραίᾳ τῆς ἐπὶ τὴν ἕω ὁδοῦ ἀρξομένη, οὗ δὴ καὶ Ἰωάννης τὰ ξυγκείμενα ἐπιτελέσων ἐς νύκτα ἦλθεν. [24] ἡ δὲ βασιλὶς διαβάλλουσα πρὸς τὸν αὑτῆς ἄνδρα τὰ πρὸς τοῦ Ἰωάννου ἐπὶ τῇ τυραννίδι πρασσόμενα, Ναρσῆν τε τὸν εὐνοῦχον καὶ Μάρκελλον τὸν τῶν ἐν παλατίῳ φυλάκων ἄρχοντα ἐς Ῥουφινιανὰς ξὺν στρατιώταις πολλοῖς ἔπεμψεν, ἐφ̓ ᾧ διερευνησάμενοι τὰ πρασσόμενα, ἢν τὸν Ἰωάννην πράγμασι νεωτέροις ἐγχειροῦντα εὑρήσωσι, κτείναντες εὐθὺς τὸν ἄνθρωπον ἐπανήξουσι. [25] καὶ οἱ μὲν ἐπὶ τῷ ἔργῳ τούτῳ ἐστέλλοντο. φασὶ δὲ βασιλέα τῶν ποιουμένων αἰσθόμενον τῶν τινα Ἰωάννῃ ἐπιτηδείων παῤ αὐτὸν πέμψαι, ἀπεροῦντα αὐτῷ μηδαμῆ τῇ Ἀντωνίνῃ ἐντυχεῖν λάθρα. [26] Ἰωάννης δὲ ῾χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς᾿ τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος, ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως τῶν λεγομένων ἀκούσειαν. [27] ἐνταῦθα Ἰωάννης μὲν ἀφυλάκτῳ στόματι τὰ ἐς τὴν ἐπίθεσιν ὡμολόγει τε καὶ ὅρκοις δεινοτάτοις ἀπισχυρίζετο, Ναρσῆς δὲ αὐτῷ καὶ Μάρκελλος ἐκ τοῦ αἰφνιδίου ἐπέστησαν. [28] θορύβου δέ, ὡς τὸ εἰκός, γενομένου οἱ τοῦ Ἰωάννου δορυφόροι ῾ἄγχιστα γάρ πη ἑστήκεσαν̓ παῤ αὐτὸν αὐτίκα ἐγένοντο. [29] καὶ αὐτῶν τις Μάρκελλον, οὐκ εἰδὼς ὅστις ποτὲ ἦν, ξίφει ἔπληξεν, οὕτω τε Ἰωάννης διαφυγεῖν ξὺν αὐτοῖς ἴσχυσεν ἔς τε τὴν πόλιν κατὰ τάχος ἀφίκετο. [30] καὶ εἰ μὲν εὐθὺς ἐλθεῖν παρὰ βασιλέα ἐθάρσησεν, οἶμαι ἄν, οὐδὲν ἐπεπόνθει πρὸς αὐτοῦ ἄχαρι: νῦν δὲ καταφυγὼν ἐς τὸ ἱερὸν δέδωκε τῇ βασιλίδι κατ̓ ἐξουσίαν τῇ ἐς αὐτὸν ἐπιβουλῇ χρῆσθαι. [31] Τότε μὲν οὖν ἐξ ἐπάρχων ἰδιώτης γενόμενος ἐς ἕτερον ἐνθένδε ἀναστὰς ἐκομίσθη, ὅπερ ἐν τῷ προαστείῳ Κυζίκου πόλεως ἵδρυται, — Ἀρτάκην καλοῦσι Κυζικηνοὶ τὸ προάστειον. ἐνταῦθα ἱερέως οὔ τι ἑκούσιος περιβέβληται σχῆμα, οὐκ ἐπισκόπου μέντοι, ἀλλ̓ ὅνπερ καλεῖν πρεσβύτερον νενομίκασιν. [32] ὁ δὲ ἱερουργεῖν ἥκιστα ἤθελεν, ὡς μή ποτε αὐτῷ ἐμπόδιον εἴη ἐς τὰς ἀρχὰς αὖθις ἰέναι: τῶν γὰρ ἐλπίδων μεθίεσθαι οὐδαμῆ ἤθελε. τὰ δὲ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα εὐθὺς γέγονεν. [33] ὧν δὴ αὐτῷ μοῖραν βασιλεὺς πολλὴν ἠφίει: [34] ἔτι γὰρ τῇ ἐς αὐτὸν φειδοῖ εἴχετο. ἐνταῦθα παρῆν τῷ Ἰωάννῃ ἀφροντιστήσαντι μὲν κινδύνων ἁπάντων, χρήματα δὲ περιβεβλημένῳ μεγάλα, ὅσα τε αὐτὸς ἐτύγχανε κρύψας καὶ ὅσα βασιλέως γνώμῃ παῤ αὐτῷ ἔμεινε, τρυφᾶν τε κατ̓ ἐξουσίαν καὶ τὰ παρόντα ἡγεῖσθαι λογισμῷ σώφρονι εὐδαίμονα εἶναι. [35] διὸ δὴ καὶ πάντες Ῥωμαῖοι ἐπὶ τῷ ἀνθρώπῳ ἀτεχνῶς ἤχθοντο, ὅτι δὴ πονηρότατος γεγονὼς δαιμόνων ἁπάντων, βίον παρὰ τὴν ἀξίαν εὐδαιμονέστερον ἢ πρότερον ἔχοι. [36] ἀλλ̓ ὁ θεός, οἶμαι, οὐκ ἤνεγκεν ἐς τοῦτο τὴν τίσιν Ἰωάννῃ ἀποκεκρίσθαι, ἐπὶ μέγα τε αὐτῷ τὴν κόλασιν ἐξηρτύετο. ἐγίνετο δὲ ὧδε. [37] Ἦν τις ἐν Κυζίκῳ ἐπίσκοπος Εὐσέβιος ὄνομα, χαλεπὸς ἅπασι τοῖς ἐντυγχάνουσιν Ἰωάννου οὐδέν τι ἧσσον: τοῦτον Κυζικηνοὶ βασιλεῖ διαβάλλοντες ἐς δίκην ἐκάλουν. [38] ἐπεὶ δὲ οὐδὲν ἤνυον, δυνάμει αὐτοὺς περιελθόντος Εὐσεβίου πολλῇ, ξυμφρονήσαντες νεανίαι τινὲς ἐν τῇ Κυζίκου ἀγορᾷ κτείνουσιν. [39] ἐτύγχανε δὲ Ἰωάννης τῷ Εὐσεβίῳ διάφορος γεγονὼς μάλιστα, καὶ ἀπ̓ αὐτοῦ ἡ τῆς ἐπιβουλῆς ὑποψία ἐς αὐτὸν ἦλθε. [40] στέλλονται τοίνυν ἐκ βουλῆς ἄνδρες διερευνησόμενοι τὸ μίασμα τοῦτο: οἳ δὴ τὸν Ἰωάννην πρῶτα μὲν ἐν δεσμωτηρίῳ καθεῖρξαν, ἔπειτα δὲ ἄνδρα ἔπαρχον μὲν δυνατὸν οὕτω γενόμενον, ἐς πατρικίους δὲ ἀναγραφέντα καὶ ἐς τῶν ὑπάτων ἀναβεβηκότα τὸν δίφρον, οὗ μεῖζον εἶναι οὐδὲν ἔν γε τῇ Ῥωμαίων πολιτείᾳ δοκεῖ, ἔστησάν τε γυμνόν, ἅτε λῃστήν τινα ἢ λωποδύτην, καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς εἰπεῖν τὰ βεβιωμένα ἠνάγκαζον. [41] καὶ τοῦ μὲν Εὐσεβίου φόνου αἴτιος Ἰωάννης οὐ λίαν ἐξελήλεγκτο, ἐῴκει μέντοι ἡ τοῦ θεοῦ δίκη ποινὰς αὐτὸν τῆς οἰκουμένης ἐσπραττομένη. [42] ἔπειτα δὲ τὰ χρήματα πάντα ἀφελόμενοι γυμνὸν ἐς τὴν ναῦν εἰσεβίβασαν, ἱμάτιον ἕν, καὶ τοῦτο τραχὺ κομιδῆ, ἀμπεχόμενον, ὀβολῶν ὠνηθὲν ὀλίγων τινῶν, οἵ τε �
�ὐτὸν παραπέμποντες ὅπη ἂν ἡ ναῦς ὁρμισθείη ἐκέλευον ἄρτον ἢ ὀβολοὺς ἐκ τῶν προσπιπτόντων αἰτεῖσθαι. [43] οὕτω τε πτωχεύων πανταχόθι τῆς πορείας τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται. καὶ τρίτον τοῦτο ἔτος αὐτὸν ἐνταῦθα καθείρξαντες τηροῦσιν. [44] ὁ δέ, καίπερ ἐν τοιούτοις γεγονὼς πάθεσιν, οὐδὲ τὴν τῆς βασιλείας ἐλπίδα μεθῆκεν, ἀλλὰ καὶ Ἀλεξανδρέων τινάς, ἅτε τῷ δημοσίῳ χρυσίον ὀφείλοντας, διαβαλεῖν ἔγνω. Ἰωάννην μὲν οὖν τὸν Καππαδόκην δέκα ἐνιαυτοῖς ὕστερον αὕτη τῶν πεπολιτευμένων κατέλαβε τίσις.

 

‹ Prev