Book Read Free

Delphi Complete Works of Procopius

Page 138

by Procopius of Caesarea


  Τότε δὲ βασιλεὺς στρατηγόν τε τῆς ἑῴας αὖθις Βελισάριον κατεστήσατο καὶ ἐς Λιβύην πέμψας τὴν χώραν ἔσχεν, ὥσπερ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις. [2] ὅπερ ἐπεὶ ἔς τε Χοσρόην καὶ Πέρσας ἦλθε, δεινῶς ἤσχαλλον, καὶ αὐτοῖς τὴν εἰρήνην ἐς Ῥωμαίους πεποιημένοις μετέμελεν ἤδη, ὅτι δὴ αὐτοῖς τὴν δύναμιν ἐπὶ μέγα χωρεῖν ᾔσθοντο. [3] πέμψας τε ὁ Χοσρόης ἐς Βυζάντιον πρέσβεις, ξυγχαίρειν τε Ἰουστινιανῷ τῷ βασιλεῖ ἔφασκε, καὶ τὸ μέρος λαβεῖν ξὺν γέλωτι δῆθεν τῶν ἐκ Λιβύης λαφύρων ἠξίου, ὅτι δὴ οὐκ ἄν ποτε Βανδίλων τῷ πολέμῳ περιέσεσθαι ἴσχυσεν, [4] εἰ μὴ αὐτῷ Πέρσαι ἐσπείσαντο. τότε μὲν οὖν Χοσρόην Ἰουστινιανὸς χρήμασι δωρησάμενος, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ἀπεπέμψατο. [5] Ἐν δὲ πόλει Δάρας τοιόνδε τι ξυνέβη γενέσθαι. Ἰωάννης τις ἦν ἐνταῦθα ἐν καταλόγῳ τεταγμένος πεζῶν: οὗτος οὐχ ἁπάντων οἱ ξυμφρονούντων στρατιωτῶν, ἀλλ̓ ὀλίγων τινῶν, τυραννίδι ἐπιθέμενος τὴν πόλιν ἔσχεν. [6] ἔν τε παλατίῳ καθήμενος ὥσπερ ἐν ἀκροπόλει, τὴν τυραννίδα ἐκρατύνετο ἡμέρα ἑκάστῃ. [7] καὶ εἰ μὴ Πέρσας ἔχεσθαι εἰρήνης ἐς τοὺς Ῥωμαίους τηνικαῦτα ξυνέβη, ἀνήκεστα ἂν ἐνθένδε Ῥωμαίοις ἐγεγόνει κακά. νῦν δὲ τοῦτο ἐκώλυσε φθάσασα, ὥσπερ μοι ἐρρήθη, ἡ ξύμβασις. [8] ἡμέρᾳ δὲ ἀπὸ τῆς τυραννίδος τετάρτῃ ξυμφρονήσαντες στρατιῶται γνώμῃ Μάμαντός τε τοῦ τῆς πόλεως ἱερέως καὶ Ἀναστασίου τῶν δοκίμων τινὸς πολιτῶν, ἐς τὸ παλάτιον μεσημβρίας ἀκμαζούσης ἀνέβησαν, κρύψας ἕκαστος ὑπὸ τῷ ἱματίῳ ξιφίδιον. [9] καὶ πρῶτα μὲν ἐν τῇ μεταύλῳ θύρᾳ τῶν δορυφόρων εὑρόντες ὀλίγους τινὰς εὐθὺς ἔκτειναν. ἔπειτα δὲ καὶ εἰς τὸν ἀνδρῶνα ἐσβάντες τοῦ τυράννου ἥπτοντο: τινὲς δέ φασιν οὐ τοὺς στρατιώτας αὐτὸ πρώτους εἰργάσθαι, ἀλλ̓ αὐτῶν ἔτι μελλόντων τε ἐν τῇ μεταύλῳ καὶ κατωρρωδηκότων τὸν κίνδυνον, τῶν τινα ἀλλαντοπωλῶν ξὺν αὐτοῖς ὄντα ἐσπηδῆσαί τε ξὺν τῇ κοπίδι καὶ τῷ Ἰωάννῃ ἐντυχόντα ἀπροσδοκήτως παῖσαι. [10] καὶ τὸν οὐ πληγέντα μὲν καιρίαν πληγήν, ξὺν θορύβῳ δὲ πολλῷ φεύγοντα, ἐς τούτους δὴ τοὺς στρατιώτας ἐμπεσεῖν ἄφνω. [11] οὕτω τε τοῦ ἀνθρώπου αὐτοὺς ἁψαμένους πῦρ μὲν αὐτίκα τῷ παλατίῳ ὑφάψαντας καῦσαι, ὡς μή τις ἐλπὶς ἐνθένδε ἀπολειφθείη τοῖς τὰ νεώτερα πράγματα πράσσουσιν, αὐτὸν δὲ ἐς τὸ δεσμωτήριον ἀπαγαγόντας δῆσαι. [12] καὶ αὐτῶν τινα δείσαντα μὴ οἱ στρατιῶται περιεῖναι τὸν τύραννον γνόντες πράγματα τῇ πόλει αὖθις παράσχωνται, κτεῖναί τε τὸν Ἰωάννην καὶ τούτῳ δὴ τῷ τρόπῳ τὴν ταραχὴν παῦσαι. τὰ μὲν οὖν ἀμφὶ ταύτῃ τῇ τυραννίδι τῇδε ἐχώρησεν.

  BOOK II.

  ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ

  Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν ὅπως δὴ λόγῳ τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. [2] ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι πολέμου αἰτίας. [3] ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τὴν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ σκήψει καταθεῖν ἤρξατο. [4] ἔφασκέ τε ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδάς, ἐπεὶ αὐτὸν ἐς ταύτας οὐδέτεροι ἐσεγράψαντο. [5] καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν, ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι. [6] αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τότε Σαρακηνῶν ἀντελέγετο, Στρᾶτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον ἄνεμον τέτραπται, δένδρον μὲν ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα ῾ἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστἰ, προβάτων δέ τισιν ἐκ παλαιοῦ ἀνειμένη νομαῖς. [7] Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον, τῷ τε ὀνόματι τεκμηριούμενος οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχε ῾Στρᾶτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνᾖ καὶ μαρτυρίαις παλαιοτάτων ἀνδρῶν χρώμενος. [8] Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ πρόβατα κεκτημένους διδόναι. [9] διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς Στρατηγίῳ τε πατρικίῳ ἀνδρὶ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε δίαιταν. [10] ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπρέσβευσε. [11] καὶ αὐτοῖν ἅτερος μέν, Σοῦμμος, μὴ χρῆναι Ῥωμαίους καταπροΐεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείας τε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλὰ ἀγόνου τε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι: βασιλεὺς μὲν οὖν Ἰουστινιανὸς ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη. [12] Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε, πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε. [13] Σοῦμ�
�ον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παῤ αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων χρημάτων, ἐφ̓ ᾧ προσχωρήσει Ῥωμαίοις, γράμματά τε προΐσχετο ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων Ἰουστινιανὸς βασιλεὺς ἔγραψε. [14] καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι, ἐγκελευομένην αὐτοῖς ἐσβαλεῖν τε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνῃ χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι. ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας. [15] ταῦτα μὲν Χοσρόης ἐπικαλῶν Ῥωμαίοις τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι ταῦτα λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν.

  Ἐν τούτῳ δὲ Οὐίττιγις, ὁ τῶν Γότθων ἡγούμενος, ἤδη τῷ πολέμῳ κεκακωμένος, πρέσβεις δύο παῤ αὐτὸν ἔπεμψεν, ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς, χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν. [2] ὧν ἅτερος μὲν ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, δόκησίν τε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο. [3] ὁδῷ τε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύρας τε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάς τε Ῥωμαίους λαθόντες ἐς τὰ Περσῶν ἤθη ἀφίκοντο. ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες οὐκ ἐς τὸ ἀκριβὲς ταύτῃ ἐφύλασσον. [4] Χοσρόου τε ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε ‘Τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθων τε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε τοὺς λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς: καὶ αὐτὸν νόμιζε παρόντα σοι τανῦν φθέγγεσθαι τάδε. [5] εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν φαίη τήν τε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι. [6] ὁ μὲν γὰρ νεωτεροποιός τε ὢν φύσει καὶ τῶν οὐδ̓ ὁπωστιοῦν αὐτῷ προσηκόντων ἐρῶν, μένειν τε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι, γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστην δὲ ἀρχὴν περιβαλέσθαι ἐν σπουδῇ ἔσχεν. [7] εἶτα ῾οὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ̓ ἄλλους ἰέναἰ σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι. [8] Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ̓ ἡμᾶς ἥκει. [9] ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν. [10] ἕως οὖν ἔτι σοι λείπεταί τις σωτηρίας ἐλπίς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ̓ ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι. [11] ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.’ [12] Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, λογίζεσθαι ὡς ἥκιστα ἔγνω ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι ἐς αὐτὸν γένοιντο. [13] ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ μοι αὐτίκα μάλα λελέξεται. [14] καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ ἔχοι. [15] ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.

  Ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδούς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων δωρήσασθαι. [2] κύριός τε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει. [3] ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύς τε ταῦτα ἀκούσας τάς τε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν. [4] τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄν�
�μα, κακουργεῖν τε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίν τε καὶ ἄλλα ἄττα πολίσματα. [5] ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασιλέως ἔσχεν αὐτός. [6] πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ̓ ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο. γέγονεν οὖν ἐς τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων. [7] τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δέ ῾φέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν̓ κτείνουσι τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι. [8] Διὸ δὴ Σίτταν ἐπ̓ αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί. [9] ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ φόρου ἀπαγωγήν. [10] ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδός, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο. [11] πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειν τε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴων τε καὶ ἀπονωτέρα ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο. [12] καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγα τε ὂν καὶ πολυάνθρωπον, [13] προσχωρεῖν ἤθελε. πέμψαντές τε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δή, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι, τὰ σφέτερα αὐτῶν ἔχοντες. [14] ὁ δὲ αὐτοῖς ἄσμενός τε γράψας ἐν βιβλιδίῳ καθάπερ ἐδέοντο τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος ἐς αὐτοὺς ἔπεμψε. [15] θαρσῶν τε ὡς δἰ αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι ξυνέβαινε. [16] τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ ἴσχυσαν. [17] μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότες τε τὰ ξυγκείμενα, ὡς πολεμίοις ἐχρήσαντο. [18] καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάς τε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δἰ ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ καθάπερ ξυνέκειτο οὐ προσεχώρουν. [19] Οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖς τε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔν τε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι, φάραγγος σφίσι τινὸς μεταξὺ οὔσης. [20] ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν ἀλλ̓ αὐτοῦ ἔμενεν. [21] ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος ἐνθένδε τε ξὺν θυμῷ ἀπελαύνων, παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας: ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε. [22] τόν τε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνω τε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων. [23] Σίττας μὲν οὖν, ἐπεὶ ταῦτα τοῦ Ἀρμενίου λέγοντος ἤκουσε καὶ τὸ δόρυ, ὥσπερ ἐρρήθη, οἱ ἀποκαυλισθὲν ἐς τὴν γῆν ἔκειτο, σπασάμενος τὸ ξίφος τὴν φάραγγα διαβαίνειν εὐθὺς ἐνεχείρησεν. [24] οἱ δὲ πολέμιοι σπουδῇ πολλῇ ἐπ̓ αὐτὸν ἤλαυνον, καί τις αὐτὸν καταλαβὼν ἐν τῇ φάραγγι ξίφει ἐς ἄκραν κεφαλὴν ἔτυψε πληγῇ ἐγκαρσίᾳ. καὶ τὸ μὲν βρέγμα ὅλον ἀφείλετο, [25] τοῦ δὲ ὀστέου ὁ σίδηρος οὐδαμῆ ἥψατο. καὶ ὁ μὲν Σίττας ἔτι μᾶλλον ἢ πρότερον πρόσω ἤλαυνεν, Ἀρταβάνης δὲ Ἰωάννου παῖς Ἀρσακίδης ὄπισθεν ἐπιπεσὼν καὶ παίσας τῷ δόρατι ἔκτεινεν. [26] οὕτω τε ὁ Σίττας ἐξ ἀνθρώπων ἠφάνιστο οὐδενὶ λόγῳ, ἀναξίως τῆς τε ἀρετῆς καὶ τῶν ἐς τοὺς πολεμίους ἀεὶ πεπραγμένων, ἀνὴρ τό τε σῶμα ἐς ἄγαν καλὸς γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, στρατηγός τε ἄριστος τῶν καθ̓ αὑτὸν οὐδενὸς ἥσσων. [27] τινὲς δέ φασι τὸν Σίτταν οὐ πρὸς τοῦ Ἀρταβάνου ἀπολωλέναι, ἀλλὰ Σολόμωνα, λίαν ἐν Ἀρμενίοις ἀφανῆ ἄνδρα, τὸν ἄνθρωπον διαχρήσασθαι. [28] Τελευτήσαντος δὲ Σίττα Βούζην βασιλεὺς ἐπὶ τοὺς Ἀρμενίους ἐκέλευσεν ἰέναι: ὃς ἐπεὶ ἄγχιστά που ἐγένετο, ἔπεμψε πρὸς αὐτοὺς βασιλεῖ τε καταλλάξειν Ἀρμενίους ὑποσχόμενος ἅπαντας καὶ ὑπὲρ τούτων ἐς λόγους οἱ ἐλθεῖν ἀξιῶν τῶν δοκίμων τινάς. [29] οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴ
ρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατήρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παῤ αὐτὸν ἦλθεν: οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων στρατοῦ ἥκοντες. [30] πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπών, ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους ὁδῷ τῇ αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε. [31] Βούζης τε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ̓ αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοί τε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός. [32] ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε ‘Εἰσὶ μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου Ἀρσάκου ἀπόγονοι ὃς δὴ οὔτε τῆς Πάρθων βασιλείας ἀλλότριος ἐτύγχανεν ὤν, ἡνίκα ὑπὸ Πάρθοις ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπιφανὴς γέγονε τῶν καθ̓ αὑτὸν οὐδενὸς ἧσσον. [33] πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοί τε καὶ δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ̓ ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς, [34] ὦ βασιλεῦ, γνώμης: εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως. εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε. [35] Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι, ἐφ̓ ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ̓ ἐξουσίαν καὶ φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται. [36] καὶ διεσωσάμεθα τὰ ξυγκείμενα ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς διαβοήτους σπονδάς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι. [37] φίλων τε γὰρ καὶ πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας, ἅπαντα ξυνέχεέ τε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σός, ὦ βασιλεῦ, τῷ λόγῳ μὲν φίλος, [38] ἔργῳ δὲ δυσμενής. ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων; [39] οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι. [40] οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχάς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον ὄντες; [41] ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι τῇ Ῥωμαίων ἀρχῇ. [42] ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα: μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων κρατεῖν. [43] ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχούς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος. [44] τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων; [45] εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παῤ ἡμῶν τε αὐτῶν ἐστι καὶ τῶν ταλαιπώρων Λαζῶν: [46] εἰ δέ, ὅπως ποτὲ εἴωθε τοῖς τε ἀγνῶσι καὶ οὐδ̓ ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου. [47] τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σόν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου. [48] ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφήν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος. [49] ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις ἐπέθηκε. [50] λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν ὅπλοις γένοιντο πρῶτοι, ἀλλ̓ οἳ ἂν ἐπιβουλεύοντες ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν. [51] τὸ γὰρ ἔγκλημα τῷ ἐγκεχειρηκότι, κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ̓ οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν ἀεὶ τῶν πολεμίων εἰώθασιν. [52] οὐ μὴν οὐδὲ ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις γὰρ τῶν τε στρατιωτῶν πλείστους
πρὸς ταῖς τῆς οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι, καὶ δυοῖν στρατηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰουστινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς, [53] αὐτὸς ἔχων τὸ Ἰταλῶν κράτος. ὥστε σοι ἐπὶ τοὺς πολεμίους ἰόντι ἀπαντήσει τῶν πάντων οὐδείς, ἕξεις δὲ καὶ ἡμᾶς εὐνοίᾳ τε, ὡς τὸ εἰκός, καὶ χωρίων ἐμπειρίᾳ πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους.’ ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, [54] ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκεν ἅ τε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφί τε τῷ πρακτέῳ βουλὴν προὔθηκεν. [55] ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ̓ ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι. [56] ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. [57] οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα ὧν ἄρτι ἐμνήσθην.

 

‹ Prev