Book Read Free

Delphi Complete Works of Procopius

Page 152

by Procopius of Caesarea


  Ἔστι δὲ τὸ Δούβιος χώρα τις τά τε ἄλλα ἀγαθὴ καὶ ἀέρων τε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει. [2] καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ̓ ἐργασίαν ἐν ταύταις οἰκοῦσιν. [3] ἔκ τε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντων τε ὡς εἰπεῖν τῶν ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι. [4] τόν τε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἶς ὢν ἅπασι τοῖς ταύτῃ χωρίοις. [5] Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς ὄρος ἐστὶ δύσβατόν τε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν ὄνομα. [6] οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας χωρίου τε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν. [7] καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει ἐστίν. [8] ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι μᾶλλον εἰργάσατο ταύτην. [9] ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα. [10] Ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων στρατῷ ἔφασκεν. [11] ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεινὰ ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων ἐλοιδορεῖτο. [12] ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχης τε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρία ἐν σπουδῇ ἐποιοῦντο. [13] ἄραντες τοίνυν ἀστρατήγητοί τε καὶ ἄτακτοι κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν τάξει. [14] τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες χρημάτων μεγάλων. [15] ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον τὴν τῶν πολεμίων παράταξιν. [16] οἱ δὲ στρατηγοὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες ἀναστρέφειν μὲν ξὺν στρατῷ τοσούτῳ τὸ πλῆθος αἰσχρόν τε καὶ ἄνανδρον ὅλως ᾤοντο εἶναι, τάξαντες δὲ ὡς ἐκ τῶν παρόντων εἰς τὰ τρία τέλη τὸ στράτευμα εὐθὺ τῶν πολεμίων ἐχώρουν. [17] Πέτρος μὲν οὖν κέρας τὸ δεξιὸν εἶχε, Βαλεριανὸς δὲ τὸ εὐώνυμον, εἰς δὲ τὸ μέσον οἱ ἀμφὶ Μαρτῖνον ἐτάσσοντο. γενόμενοι δὲ ἄγχιστά πη τῶν ἐναντίων ἡσύχαζον, τὴν τάξιν σὺν ἀκοσμίᾳ φυλάσσοντες. [18] αἴτιον δὲ ἦν ἥ τε δυσχωρία κρημνώδης ὑπερφυῶς οὖσα καὶ τὸ ἐξ ὑπογύου διαταχθέντας ἐς τὴν μάχην καθίστασθαι. [19] ἔτι μέντοι καὶ οἱ βάρβαροι σφᾶς αὐτοὺς ἐς ὀλίγον ξυναγαγόντες ἡσυχῆ ἔμενον, περισκοπούμενοι τῶν ἐναντίων τὴν δύναμιν, προειρημένον αὐτοῖς πρὸς Ναβέδου χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν, ἢν δέ πη ἐπισκήψωσιν οἱ πολέμιοι, κατὰ τὸ δυνατὸν σφίσιν ἀμύνασθαι. [20] Πρῶτος δὲ Ναρσῆς ξύν τε τοῖς Ἐρούλοις καὶ Ῥωμαίων τοῖς ἑπομένοις ἐς χεῖρας τοῖς πολεμίοις ἦλθεν, ὠθισμοῦ τε γενομένου ἐτρέψατο τοὺς κατ̓ αὐτὸν Πέρσας. [21] φεύγοντές τε οἱ βάρβαροι ἐς τὸ φρούριον ἀνέβαινον δρόμῳ, ἔνθα δὴ ἀλλήλους ἔργα ἀνήκεστα ἐν τῇ στενοχωρίᾳ εἰργάζοντο. [22] καὶ τότε Ναρσῆς τε αὐτὸς τοῖς ἀμφ̓ αὐτὸν ἐγκελευσάμενος πολλῷ ἔτι μᾶλλον τοῖς πολεμίοις ἐνέκειτο, [23] καὶ Ῥωμαίων οἱ λοιποὶ ἔργου εἴχοντο. ἐξελθόντες δὲ ἐκ τοῦ αἰφνιδίου ἐκ τῶν κατὰ τοὺς στενωποὺς οἰκίσκων οἱ προλοχίζοντες, ὥσπερ ἐρρήθη, τῶν τε Ἐρούλων τινὰς κτείνουσιν, ἀπροσδόκητοι ἐπιπεσόντες, καὶ Ναρσῆν κατὰ κόρρης αὐτὸν παίουσι. [24] καὶ αὐτὸν Ἰσαάκης ὁ ἀδελφὸς καιρίαν τυπέντα ὑπεξήγαγε τῶν μαχομένων. ὃς δὴ ὀλίγῳ ὕστερον ἐτελεύτησεν, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος. [25] ταραχῆς δέ, ὡς τὸ εἰκός, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα. [26] οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούς τε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο. [27] οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρόν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται. [28] δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει. [29] Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε
τινὰ αἰδῶ ἢ ἄλλο τι ἐν νῷ ἀγαθὸν ἔχοντες. [30] Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἄλλ̓ ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς διαμάχεσθαι. [31] Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρόν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα ῥιπτοῦντες σπουδῇ τε καὶ θορύβῳ ἐς ἔδαφος. [32] οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ̓ ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καί, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ̓ ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, πεσόντες εὐθὺς διεφθάρησαν. [33] καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις οἶον οὔποτε πρότερον γέγονε. πολλοί τε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. [34] ὅπλα τε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιώτερα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα. [35] Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳ τε τὴν κεφαλὴν πρός του τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵ τε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.

  Τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης ὁ Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν Μεσοποταμίαν τὸ στράτευμα ἄγων. [2] αὕτη δὲ ἡ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐδὲ ἐπ̓ ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται μόνον. [3] ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷ τε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, κατήφεια. [4] ἣν δὴ παρηγορῶν ὁ Χοσρόης ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον καταστήσεσθαι. [5] παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ Ἐδέσσης γενόμενος, Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίου τε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι. [6] οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες καρτερώτατα ἀμυνόμενοι διεκώλυον. [7] Περσῶν τε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶν τε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις, ἡ μὲν μάχη ἐκ χειρὸς γέγονεν, ἡ δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις. [8] τῶν τέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα πάντων ἠνώχλει Ῥωμαίους. [9] καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, ὁ δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὃ δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν. [10] ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ᾗ ἑκάτεροι τὸ πλέον ἔχειν οἰόμενοι διελύθησαν. [11] καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες. [12] Τότε ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται. [13] διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω. [14] τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς. [15] οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν. [16] οἶς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβεργάνης ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα. [17] τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, ‘Οὐκοῦν,’ ἔφη ὁ Ζαβεργάνης, ‘ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν.’ [18] οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ̓ αὐτοὺς ἦλθε. [19] καὶ ὁ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ̓ ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παῤ αὐτοὺς ἔλθωσιν. [20] ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παῤ αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν: οὕτω γὰρ μ�
�νως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε. [21] ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε: τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι. [22] πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι. [23] Ἡμέρᾳ δὲ ἀπὸ τῆς προσεδρείας ὀγδόῃ λόφον ἐπαναστῆσαι χειροποίητον τῷ τῆς πόλεως περιβόλῳ βουλόμενος, ἐπεὶ τὰ δένδρα ἐκτεμὼν αὐτοῖς φύλλοις πολλὰ ἐκ χωρίων ἐγγύς πη ὄντων πρὸ τοῦ τείχους ἐν τετραγώνῳ ξυνέθηκεν, οὗ δὴ βέλος ἐκ τῆς πόλεως ἐξικνεῖσθαι ἀδύνατα ἦν, χοῦν τε πολύν τινα ἀτεχνῶς ὕπερθεν τῶν δένδρων ξυναμησάμενος μέγα τι χρῆμα λίθων ἐπέβαλλεν, οὐκ ἐχόντων εἰς οἰκοδομίαν ἐπιτηδείως, ἀλλ̓ εἰκῆ τμηθέντων, ἐκείνου μόνου ἐπιμελούμενος, ὅπως δὴ ὁ λόφος ὅτι τάχιστα ἐς ὕψος μέγα ἐπαίροιτο. [24] καὶ ξύλα μακρὰ τοῦ τε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, [25] ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς ῾ἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν̓ τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπ̓ αὐτοὺς ἔπεμψεν. [26] οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, Ἀργὴκ ὄνομα: [27] μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων, οὐκέτι ἐπεξιέναι τινὲς ἐπ̓ αὐτοὺς ἔσχον. [28] ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ̓ αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι ἐπενόουν τάδε. [29] προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο ῾οὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοἰ. [30] ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ̓ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε. [31] καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ̓ αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν. [32] ὃς δή, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε, ‘Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν. [33] οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται. [34] καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον. [35] ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονώς, ἐφ̓ ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων κακῶν. [36] οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων προστρίβονται. [37] ἀλλ̓ εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακόν, ταύτην διδούς μοι τὴν ἀμοιβήν, ἐξ ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμβήσεται.’ Στέφανος μὲν τοσαῦτα εἶπε. [38] Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι. [39] τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, [40] τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις ῾ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλἐ διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον. [41] ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο. [42] Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι, πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον. [43] οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ̓ ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν. [44] τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι: ὡς δὲ κα�
� ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν. [45] οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι: [46] ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ̓ ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παῤ αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.

 

‹ Prev