Delphi Complete Works of Procopius
Page 153
Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο. [2] προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν ἑστῶτας ἦλθεν. [3] αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ̓ ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας Ῥωμαίους. [4] ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὄν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ τε καὶ ἀσφάλτῳ πολλῇ. [5] καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ εἰρήνῃ ἐνδέξονται λόγους. [6] ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον. [7] Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα ἕτερα, οὐδένα ἀνιέντες καιρόν. [8] ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν ἐπενόουν τάδε. [9] ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι, ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον: ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ̓ αὐτοῦ φύεσθαι τὸν καπνὸν ᾤοντο. [10] προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς. ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν. [11] οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος ἔλαβε τοῦ κακοῦ αἴσθησιν. [12] ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ̓ ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα ὅλον. [13] καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾖ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ εἶχον. [14] ᾗ τε γὰρ ὁ χοῦς ἐπιβληθείη, ταύτῃ μὲν ὁ καπνός, ὡς τὸ εἰκός, ἀνεστέλλετο, ἑτέρωθι δὲ οὐκ εἰς μακρὰν ἀνεδίδοτο, αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος: τό τε ὕδωρ ᾗ μάλιστα ἐπισκήψειε, πολλῷ ἔτι μᾶλλον τήν τε ἄσφαλτον καὶ τὸ θεῖον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπί τε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι κατασβέσαι τὴν φλόγα οἷόν τε εἶναι. [15] ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις ἔνδηλος εἶναι. [16] Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι. [17] τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο. [18] Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, οὗ δὴ τὸ φρούριον ἐπωνόμασται. [19] τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη. [20] τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε. [21] καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔς τε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλίμακας, ἅσπερ κατ̓ ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον. [22] Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχομαχήσοντας ἔπεμψεν. [23] οἶς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους ἐτρέψαντο. [24] ἔτι τε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτω τε ἀμφότεροι διελύθησαν. [25] ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον ἀφῖκτο. [26] ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τ
εῖχος ἐπιβουλήν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δέ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων πρὸς αὐτάς, [27] θήσονται. ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ : Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν: τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν. [28] Εἶναί τε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν. [29] ἔν τε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαν τε τὸ τεῖχος ταύτῃ περιβαλὼν κλίμακάς τε αὐτῷ καὶ μηχανὰς προσῆγεν. [30] ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ̓ ᾧ τῷ περιβόλῳ προσβάλωσιν, ἀλλ̓ ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγοντας σαγηνεύσαντες λάβωσι. [31] τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ̓ ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρτερα ἦν. [32] πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοί τε τῶν ποιουμένων καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν. [33] προϊούσης δὲ τῆς ξυμβολῆς θορύβων τε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ παιδαρίοις ἐπὶ τὸ τεῖχος ἀνέβαινον. [34] οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο. [35] παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθους τε τοῖς μαχομένοις ξυνέλεγον καὶ τἄλλα ὑπούργουν. [36] τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρί τε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ περιβόλῳ προσιόντας ἐλύπουν. [37] ἤδη μὲν οὖν ἀπειπόντες οἱ Πέρσαι τὰ ὅπλα ἐρρίπτουν, τῷ τε βασιλεῖ ἐς ὄψιν ἐλθόντες πρὸς τὸν πόνον ἀντέχειν οὐκέτι ἔφασκον οἷοί τε εἶναι. [38] θυμῷ δὲ πολλῷ ὁ Χοσρόης ἐχόμενος καὶ ξὺν ἀπειλῇ ἐγκελευόμενος ἅπασιν ἐπὶ τοὺς πολεμίους ἐνῆγεν. [39] οἱ δὲ κραυγῇ καὶ θορύβῳ πολλῷ τούς τε πύργους καὶ τὰς ἄλλας μηχανὰς τῷ τείχει προσῆγον καὶ τὰς κλίμακας ἐπετίθεντο, ὡς τὴν πόλιν αὐτοβοεὶ ἐξαιρήσοντες. [40] τῶν δὲ Ῥωμαίων συχνά τε βαλλόντων καὶ παντὶ σθένει ἀμυνομένων, τρέπονται μὲν κατὰ κράτος οἱ βάρβαροι, ἀναχωροῦντα δὲ τὸν Χοσρόην ἐτώθαζον Ῥωμαῖοι, ἐς τειχομαχίαν παρακαλοῦντες. [41] μόνος δὲ Ἀζαρέθης ἀμφὶ πύλας τὰς Σοΐνας καλουμένας ξὺν τοῖς ἑπομένοις ἐμάχετο, οὗ δὴ Τριπυργίαν καλοῦσι τὸν χῶρον. [42] Τῶν δὲ ταύτῃ Ῥωμαίων οὐκ ὄντων σφίσιν ἀξιομάχων, ἀλλὰ καὶ πρὸς τὰς προσβολὰς ἀπειπόντων, ἤδη τὸ ἐκτὸς τεῖχος, ὃ δὴ καλοῦσι προτείχισμα, πολλαχῆ διελόντες οἱ βάρβαροι ἰσχυρότατα τοῖς ἐκ τοῦ μεγάλου περιβόλου ἀμυνομένοις ἐνέκειντο, ἕως αὐτοῖς Περάνιος ξύν τε στρατιώταις πολλοῖς καὶ τῶν Ἐδεσσηνῶν τισιν ἐπεξῆλθε μάχῃ τε νικήσας ἐξήλασε. [43] καὶ ἡ τειχομαχία πρωὶ ἀρξαμένη ἐτελεύτα εἰς δείλην ὀψίαν, ἀμφότεροί τε τὴν νύκτα ἐκείνην ἡσυχῆ ἔμενον, Πέρσαι μὲν περί τε τοῖς χαρακώμασι δεδιότες καὶ σφίσιν αὐτοῖς, Ῥωμαῖοι δὲ λίθους τε ξυλλέγοντες ἐς τὰς ἐπάλξεις καὶ τἄλλα ἐν παρασκευῇ τῇ πάσῃ ποιούμενοι, ὡς τῇ ὑστεραίᾳ μαχούμενοι τοῖς πολεμίοις ἐπὶ τὸ τεῖχος προσβαλοῦσιν. [44] ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ̓ ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάν τε παρὰ πολὺ τῇ μάχῃ καὶ δἰ ὀλίγου ἐς τὸ στρατόπεδον ἀνεχώρησαν. [45] καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ̓ ᾧ τὰ ἐς τὴν ξύμβασιν διοικήσηται. [46] οὕτω τε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι, τά τε χαρακώματα πάντα ἐμπρήσας ἐπ̓ οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.