Delphi Complete Works of Procopius
Page 160
Τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ̓ αὐτοὺς στράτευμα: τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔς τε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν κόλασιν. [2] φασὶ γοῦν αὐτῷ τριακόσια καὶ χίλια κεντηνάρια ἐπ̓ οὐδενὶ ἔργῳ δεδαπανῆσθαι. ἀλλ̓ ἐπεὶ οὐκ ἔδει Βανδίλους τῷ στόλῳ τούτῳ ἀπολωλέναι, αὐτοκράτορα τοῦ πολέμου ποιεῖται Βασιλίσκον, Βηρίνης τῆς γυναικὸς ἀδελφὸν ὄντα καὶ τῆς βασιλείας ἐκτόπως ἐρῶντα, ἥν οἱ ἤλπισεν ἀμαχητὶ ἔσεσθαι τὴν Ἄσπαρος προσποιησαμένῳ φιλίαν. [3] αὐτὸς γὰρ Ἄσπαρ τῆς Ἀρείου δόξης μεταποιούμενος, ταύτην τε οὐκ ἐννοῶν μετατίθεσθαι, παρελθεῖν μὲν εἰς τὴν βασιλείαν οὐχ οἷός τε ἦν, καταστήσασθαι δὲ ἐς αὐτὴν ἕτερον εὐπετῶς ἴσχυσεν, ἤδη τε Λέοντι τῷ βασιλεῖ ὡς ἐπιβουλεύσει προσκεκρουκότι ἐπίδοξος ἦν. [4] λέγουσιν οὖν Ἄσπαρα τότε δείσαντα μὴ Βανδίλων ἡσσημένων ὁ Λέων ὡς ἀσφαλέστατα τὴν βασιλείαν κρατύνηται, πολλὰ Βασιλίσκῳ ἐπισκήψαντα παρακαταθέσθαι οἱ Βανδίλους τε καὶ Γιζέριχον. [5] Λέων δὲ ἤδη πρότερον Ἀνθέμιον, ἄνδρα ἐκ γερουσίας, πλούτῳ τε καὶ γένει μέγαν, βασιλέα τῆς ἑσπερίας καταστησάμενος ἔπεμψεν, ὅπως οἱ τὰ ἐς τὸν Βανδιλικὸν συλλήψεται πόλεμον. [6] καίτοι Γιζέριχος ἔχρῃζε καὶ πολλὰ ἐλιπάρει Ὀλυβρίῳ παραδοθῆναι τὴν βασιλείαν Πλακιδίᾳ τῇ Βαλεντινιανοῦ παιδὶ ξυνοικοῦντι καὶ διὰ τὸ κῆδος εὐνοϊκῶς αὐτῷ ἔχοντι, ἐπειδή τε τούτου ἠτύχησεν, ἔτι μᾶλλον ὠργίζετο καὶ πᾶσαν τὴν βασιλέως γῆν ἐληίζετο. [7] ἦν δέ τις ἐν Δαλματίᾳ Μαρκελλιανὸς τῶν Ἀετίῳ γνωρίμων, ἀνὴρ δόκιμος, ὃς ἐπειδὴ Ἀέτιος ἐτελεύτησε τρόπῳ τῷ εἰρημένῳ, βασιλεῖ εἴκειν οὐκέτι ἠξίου, ἀλλὰ νεωτερίσας τε καὶ τοὺς ἄλλους ἅπαντας ἀποστήσας αὐτὸς εἶχε τὸ Δαλματίας κράτος, οὐδενός οἱ ἐς χεῖρας ἰέναι τολμήσαντος. [8] τοῦτον δὴ τὸν Μαρκελλιανὸν τότε Λέων βασιλεὺς εὖ μάλα τιθασσεύων προσεποιήσατο, καὶ ἐς Σαρδὼ τὴν νῆσον ἐκέλευεν ἰέναι, Βανδίλων κατήκοον οὖσαν. ὁ δὲ αὐτὴν Βανδίλους ἐξελάσας οὐ χαλεπῶς ἔσχεν. [9] Ἡράκλειος δὲ σταλεὶς ἐκ Βυζαντίου εἰς Τρίπολιν τὴν ἐν Λιβύῃ νικήσας τε μάχῃ τοὺς ταύτῃ Βανδίλους τάς τε πόλεις ῥᾳδίως εἷλε καὶ τὰς ναῦς ἐνταῦθα ἀπολιπὼν πεζῇ τὸ στράτευμα ἐς Καρχηδόνα ἦγε. τὰ μὲν οὖν τοῦ πολέμου προοίμια τῇδε ἐφέρετο. [10] Βασιλίσκος δὲ τῷ παντὶ στόλῳ ἐς πόλισμα κατέπλευσε, Καρχηδόνος διέχον οὐχ ἧσσον ἢ ὀγδοήκοντά τε καὶ διακοσίοις σταδίοις ῾Ἑρμοῦ δὲ νεὼς ἐνταῦθα ἐκ παλαιοῦ ἐτύγχανεν ὤν, ἀφ̓ οὗ δὴ καὶ Μερκούριον ὁ τόπος ἐκλήθη: οὕτω γὰρ τὸν Ἑρμῆν καλοῦσι Ῥωμαῖοἰ, καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ̓ εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήν τε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους κατεδουλώσατο: [11] οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώ τε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη. [12] Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλας τε κενὰς ἀνδρῶν καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε. [13] πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη. [14] λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι. [15] ἔπρασσε δὲ ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι. [16] Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίει τε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέδῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων. [17] Οἱ δὲ Βανδίλοι, ἐπειδὴ σφίσι τάχιστα τὸ πνεῦμα ἐγεγόνει, ὃ δὴ τέως καραδοκοῦντες ἐκάθηντο, ἀράμενοί τε τὰ ἱστία καὶ τὰ πλοῖα ἀφέλκοντες ὅσα αὐτοῖς ἀνδρῶν κενά, ὥσπερ μοι πρότερον εἴρηται, παρεσκεύαστο, ἔπλεον ἐπὶ τοὺς πολεμίους. [18] ὡς δὲ ἀγχοῦ ἐγένοντο, πῦρ ἐν τοῖς πλοίοις ἐνθέμενοι, ἃ δὴ αὐτοὶ ἐφέλκοντες ἦγον, κεκολπωμένων αὐτοῖς τῶν ἱστίων, ἀφῆκαν ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον. [19] ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόν τε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως ξυνδιεφθείροντο. [20] οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβός τε, ὡς τὸ εἰκός, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷ τε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τά τε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ̓ ἀλλήλων διαφθειρομένας οὐδενὶ κόσμῳ. [21] ἤδη
δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι. [22] εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ̓ ὁπωστιοῦν τῆς ἐκείνου προδοσίας μεταλαχών. [23] περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεώς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν ἰκρίων εἰς θάλασσαν. [24] πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται. [25] Ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ̓ οἴκου ἀπεκομίσθη: Μαρκελλιανὸς γὰρ πρός του τῶν συναρχόντων ἀπώλετο δόλῳ. [26] Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ ῾Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεών, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοἰ, ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν. [27] Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε.