Book Read Free

Delphi Complete Works of Procopius

Page 161

by Procopius of Caesarea


  Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε. [2] τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγατρός, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων. [3] αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρός, αὐτίκα δὴ μάλα ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. [4] ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ ὁ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι διανοούμενος. [5] ἦν γὰρ ὁ Μαϊορῖνος ἔς τε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κομιδῆ. [6] οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίν τε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοί τε καὶ Λίβυες εὐνοίας τε ἢ ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ἢ ὀφθαλμοῖς τοῖς αὑτοῦ ἔγνω. [7] πρεσβευτὴς οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτός τε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα διακωλύσῃ, μηχανᾶται τοιάδε. [8] τὰς ἐν τῇ κεφαλῇ τρίχας ῾διαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαἰ βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν. [9] ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τά τε ἄλλα ὁ Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλά τε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα. [10] ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ τε εἶναι. [11] ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμόν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι. [12] ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔς τε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο. [13] οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι. [14] ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονώς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους. [15] καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ̓ αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ̓ ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε. [16] βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι. [17] χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ̓ αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο. [18] Ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος ῾οὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαἰ τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ̓ ἧς δὴ ὡρμᾶτο, διαφυγόντος. [19] ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο. [20] ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ̓ αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν. [21] ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ̓ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν. [22] Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως. [23] Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε. [24] Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι. [25] ἔνθα δὴ ψύχει τε καὶ λιμῷ πιεζόμενοι ἔς τε ἀλλήλους καταφ
εύγουσι καὶ τὰ φίλτατα περιβαλόντες σώματα διεφθάρησαν. αὕτη τε Βασιλίσκον τῶν πεπολιτευμένων κατέλαβε τίσις. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. [26] Γιζέριχος δὲ τότε ἀπάτῃ τε περιελθὼν καὶ κατὰ κράτος ἐξελάσας, ὡς πρόσθεν εἴρηται, τοὺς πολεμίους, οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἦγέ τε τὰ Ῥωμαίων καὶ ἔφερε ξύμπαντα, ἕως αὐτῷ βασιλεὺς Ζήνων ἐς ὁμολογίαν ἀφίκετο σπονδαί τε αὐτοῖς ἀπέραντοι ξυνετέθησαν, μήτε Βανδίλους πολέμιόν τι ἐς τὸν πάντα αἰῶνα Ῥωμαίους ἐργάσασθαι μήτε αὐτοῖς πρὸς ἐκείνων ξυμβῆναι. ταύτας τε τὰς σπονδὰς Ζήνων τε αὐτὸς διεσώσατο καὶ ὃς μετ̓ ἐκεῖνον τὴν βασιλείαν παρέλαβεν Ἀναστάσιος. [27] διέμειναν δὲ καὶ ἐς Ἰουστῖνον αὐτοκράτορα. τούτου δὲ Ἰουστίνου ἀδελφιδοῦς ὢν Ἰουστινιανὸς διεδέξατο τὴν βασιλείαν: [28] ἐπὶ τούτου Ἰουστινιανοῦ βασιλεύοντος ὁ πόλεμος κατέστη ὅδε, τρόπῳ ᾧ ἐν τοῖς ὄπισθεν λελέξεται λόγοις. [29] χρόνον δὲ ὀλίγον Γιζέριχος ἐπιβιοὺς ἐτελεύτα πόρρω που ἤδη ἡλικίας ἥκων, διαθήκας διαθέμενος ἐν αἷς ἄλλα τε πολλὰ Βανδίλοις ἐπέσκηψε καὶ τὴν βασιλείαν ἀεὶ Βανδίλων ἐς τοῦτον ἰέναι ὃς ἂν ἐκ γόνου ἄρρενος αὐτῷ Γιζερίχῳ κατὰ γένος προσήκων πρῶτος ὢν ἁπάντων τῶν αὐτοῦ ξυγγενῶν τὴν ἡλικίαν τύχοι. [30] Γιζέριχος μὲν οὖν ἄρξας Βανδίλων ἐπειδὴ Καρχηδόνος ἐκράτησεν ἔτη ἐννέα καὶ τριάκοντα, ἐτελεύτησεν, ὥσπερ εἴρηται.

  Ὁνώριχος δέ, ὁ τῶν ἐκείνου παίδων πρεσβύτατος, διεδέξατο τὴν ἀρχήν, Γένζωνος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἐπὶ τούτου Ὁνωρίχου Βανδίλων ἄρχοντος πόλεμος αὐτοῖς πρὸς οὐδένα ἀνθρώπων, ὅτι μὴ ἐς Μαυρουσίους, ἐγένετο. [2] δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον. [3] γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων. [4] βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ̓ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ̓ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι: ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν, [5] οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν. ἔτη τε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντων τε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων ῾ἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένον τε πρὸς μεσημβρίαν̓, οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳ τε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν. [6] Τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ ὁ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους. [7] οὗτος ὁ Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους. [8] ἀδελφός τε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδους τε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων. [9] τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ πρότεροι, ἀλλὰ τιμαῖς τε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος. [10] εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους ἢ γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον. [11] ἐπειδὴ δὲ ἡ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ὁ ἀνὴρ ἐτεθνήκει. [12] ὁ δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων. [13] ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνί, ὃ δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ̓ αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσων τε εἶναι καὶ δυνατώτατος. [14] ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι. [15] Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμων τε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος ὁ Καβάων ἐπειδὴ ἐπ̓ αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε. [16] πρῶτα μὲν τοῖς ὑπηκόοις ἐπήγγελλεν ἀδικίας τε πάσης καὶ βρώσεως ἐς τρυφὴν ἀγούσης καὶ πάντων μάλιστα γυναικῶν ξυνουσίας ἀπέχεσθαι: χαρακώματά τε δύο πηξάμενος ἐν θατέρῳ μὲν αὐτὸς ξὺν πᾶσιν ἐστρατοπεδεύσατο τοῖς ἀνδράσιν, ἐν δὲ δὴ τῷ ἑτέρῳ τὰς γυν�
�ῖκας καθεῖρξε, θάνατόν τε τὴν ζημίαν ἠπείλησεν ἔσεσθαι, ἤν τις ἐπὶ τὸ τῶν γυναικῶν χαράκωμα ἴοι. [17] μετὰ δὲ πέμψας ἐς Καρχηδόνα κατασκόπους ἐπέταττε τάδε: ἐπειδὰν οἱ Βανδίλοι ἐπὶ τὴν στρατείαν βαδίζοντες ἔς τινα νεὼν ὑβρίσωσιν ὃν οἱ Χριστιανοὶ σέβονται, αὐτοὺς μὲν ἐφορᾶν τὰ γινόμενα: ἢν δὲ οἱ Βανδίλοι τὸ χωρίον ἀμείψωσιν, ἅπαντα ποιεῖν τἀναντία ἐς τὸ ἱερὸν ὧν ἐκεῖνοι δράσαντες οἴχονται. [18] ἐπειπεῖν δὲ αὐτὸν καὶ τοῦτό φασιν, ὡς ἀγνοοίη μὲν τὸν θεὸν ὃν Χριστιανοὶ σέβονται, εἰκὸς δὲ αὐτόν, εἴπερ ἰσχυρός ἐστιν, ὡς λέγεται, τίσασθαι μὲν τοὺς ὑβρίζοντας, ἀμῦναι δὲ τοῖς θεραπεύουσιν. [19] οἱ μὲν οὖν κατάσκοποι ἐς Καρχηδόνα ἐλθόντες ἡσύχαζον, τὴν παρασκευὴν τῶν Βανδίλων θεώμενοι: ἐπεὶ δὲ τὸ στράτευμα τὴν ἐπὶ Τρίπολιν ᾔεσαν, σχήματα περιβεβλημένοι ταπεινὰ εἵποντο. [20] οἱ δὲ Βανδίλοι ὡς ἡμέρᾳ τῇ πρώτῃ ηὐλίσαντο, ἐς τῶν Χριστιανῶν τοὺς νεὼς τούς τε ἵππους τά τε ἄλλα ζῷα ἐσαγαγόντες, ὕβρεώς τε οὐδεμιᾶς ἀπελείποντο καὶ αὐτοὶ ἀκολασίᾳ τῇ σφετέρᾳ ἐχρήσαντο, τούς τε ἱερέας, οὓς ἂν λάβοιεν, ἐρράπιζόν τε καὶ ξαίνοντες κατὰ τοῦ νώτου πολλὰς ὑπηρετεῖν σφίσιν ἐκέλευον ὅσα δὴ ἐπέχειν τῶν οἰκετῶν τοῖς ἀτιμοτάτοις εἰώθεσαν. [21] καὶ ἐπειδὴ τάχιστα ἐνθένδε ἀπηλλάγησαν, ἐποίουν οἱ τοῦ Καβάωνος κατάσκοποι ὅσα αὐτοῖς ἐπετέτακτο: τά τε γὰρ ἱερὰ ἐκάθηραν αὐτίκα τήν τε κόπρον καὶ εἴ τι ἄλλο οὐχ ὁσίως ἐπέκειτο ξὺν ἐπιμελείᾳ πολλῇ ἀφελόμενοι, τά τε λύχνα ἔκαυσαν ἅπαντα καὶ τοὺς ἱερέας αἰδοῖ τε πολλῇ προσεκύνησαν καὶ τῇ ἄλλῃ φιλοφροσύνῃ ἠσπάσαντο: [22] ἀργύριά τε τοῖς πτωχοῖς δόντες οἳ ἀμφὶ τὰ ἱερὰ ταῦτα ἐκάθηντο, οὕτω δὴ τῇ τῶν Βανδίλων στρατιᾷ εἵποντο. [23] καὶ ἀπὸ τούτου κατὰ τὴν ὁδὸν ξύμπασαν οἵ τε Βανδίλοι κατὰ ταὐτὰ ἡμάρτανον καὶ οἱ κατάσκοποι ἐθεράπευον. [24] ἐπεὶ δὲ ἀγχοῦ ἔσεσθαι ἔμελλον, προτερήσαντες οἱ κατάσκοποι ἀγγέλλουσι τῷ Καβάωνι ὅσα Βανδίλοις τε καὶ σφίσιν ἐς τὰ Χριστιανῶν ἱερὰ εἴργαστο καὶ ὡς ἐγγύς που οἱ πολέμιοι εἶεν. [25] ὁ δὲ ἀκούσας ἐς τὴν ξυμβολὴν καθίστατο ὧδε. κύκλον ἀπολαβὼν ἐν τῷ πεδίῳ ἔνθα δὴ τὸ χαράκωμα ποιεῖσθαι ἔμελλε, τὰς καμήλους ἔρυμα τῷ στρατοπέδῳ ἐγκαρσίας ἐν κύκλῳ καθίστη, κατὰ δώδεκα μάλιστα καμήλους ποιησάμενος τὸ τοῦ μετώπου βάθος. [26] παῖδας μὲν οὖν καὶ γυναῖκας καὶ εἴ τι αὐτοῖς ἀπόμαχον ἦν ὁμοῦ τοῖς χρήμασιν ἐς μέσον ἐτίθετο, τὸν δὲ τῶν μαχίμων λεὼν ἐς τῶν ζῴων ἐκείνων τοὺς πόδας ἐν μέσῳ φραξαμένους ταῖς ἀσπίσιν ἐκέλευεν εἶναι. [27] οὕτω δὲ Μαυρουσίοις ἐχούσης τῆς φάλαγγος οἱ Βανδίλοι ἐν ἀπόρῳ εἶχον θέσθαι τὸ παρόν: οὔτε γὰρ ἀκοντισταὶ οὔτε τοξόται ἀγαθοὶ ἦσαν οὔτε πεζοὶ ἐς μάχην ἰέναι ἠπίσταντο, ἀλλ̓ ἱππεῖς τε ἦσἁ̣̣̓ ἅπαντες, δόρασί τε ὡς ἐπὶ πλεῖστον καὶ ξίφεσἱ̣̣̓ ἐχρῶντο, καὶ ἀπ̓ αὐτοῦ ἄποθέν τε οὐδὲν ἐργἅ̣̣̓ ζεσθαι κακὸν τοὺς πολεμίους οἷοί τε ἦσαν, ἥ τ̣̣̔̓ ἵππος αὐτοῖς, ἀχθομένη τῇ τῶν καμήλων ὄψει ἐπὶ τοὺς πολεμίους ἥκιστα ἤγετο. [28] ἐπειδή τ̣̣̔̓ συχνὰ ἐς αὐτοὺς ἀκοντίζοντες ἐκ τοῦ ἀσφαλοὗ̣̣̓ οἱ πολέμιοι τούς τε ἵππους καὶ αὐτούς, ἅτ̣̣̔̓ πλῆθος ὄντας, οὐ χαλεπῶς ἔκτεινον, ἔφευγόν τ̣̣̔̓ καὶ τῶν Μαυρουσίων ἐπεξιόντων οἱ μὲν πολλὁ̣̣̓ διεφθάρησαν, εἰσὶ δὲ οἳ καὶ ὑπὸ τοῖς πολεμίοἱ̣̣̓ ἐγένοντο, ὀλίγοι τε κομιδῆ ἐκ τοῦ στρατοῦ τούτὁ̣̣̓ ἐπ̓ οἴκου ἀπεκομίσθησαν. [29] ταῦτα μὲν Τρασαμούνδῳ παθεῖν πρὸς Μαυρουσίων ξυνέπεσεν ἐτελεύτα δὲ χρόνῳ ὕστερον ἑπτά τε καὶ εἴκοσιν ἔτη Βανδίλων ἄρξας.

 

‹ Prev