Ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τά τε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούς τε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν. [2] ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ̓ ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε: ‘Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχων τε τὸ κράτος αὐτός, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ̓ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο. [3] ὑμῶν δέ, ὦ ἄνδρες ἄρχοντες ῾οὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶς᾿, θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε. [4] καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται. [5] οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον. [6] εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον. [7] βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες: τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες; [8] ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδόν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασίν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην; [9] τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται, [10] τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γάρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα. [11] τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον. [12] ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης; [13] εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι. [14] ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται. [15] ἐγὼ δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύλακτόν τε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται. [16] οἶμαι δὲ ἔγωγε ὡς Καρχηδόνος τε ἡμᾶς ἐξ ἐπιδρομῆς κρατήσειν εἰκός, ἄλλως τε καὶ μακρὰν αὐτῆς ἀπολελειμμένων τῶν πολεμίων, καὶ κρατήσασιν οὐδὲν τοῦ λοιποῦ μοχθηρὸν ἔσεσθαι. [17] τὰ γὰρ ἀνθρώπεια πάντα κατειλημμένων τῶν κεφαλαίων καταρρεῖν οὐκ ἐς μακρὰν εἴωθεν. ὧν δὴ πάντων ἡμᾶς ἐνθυμουμένους τὰ βέλτιστα αἱρεῖσθαι προσήκει.’ Ἀρχέλαος μὲν τοσαῦτα εἶπε. [18] Βελισάριος δὲ ἔλεξεν ὧδε: ‘Μηδεὶς ὑμῶν, ὦ ξυνάρχοντες, ἐπιγνώμονος εἶναι τοὺς λόγους οἰέσθω, μηδὲ διὰ τοῦτο ἐν ὑστάτῳ εἰρῆσθαι, ὥστε αὐτοῖς ἕπεσθαι, ὁποῖοί ποτ̓ ἂν ὦσιν, ἀναγκαῖον ἅπασι γίγνεσθαι. [19] ὅσα μὲν γὰρ ὑμῶν ἑκάστῳ δοκεῖ ἄριστα εἶναι ἀκήκοα: προσήκει δὲ καὶ ἐμὲ ὅσα γινώσκω ἐς μέσον ἐξενεγκόντα οὕτω σὺν ὑμῖν ἑλέσθαι τὰ κρείσσω. [20] ἐκεῖνο δὲ ὑπομνῆσαι ὑμᾶς ἄξιον, ὡς ὀλίγῳ πρότερον οἱ μὲν στρατιῶται δεδιέναι τε τοὺς ἐν τῇ θαλάσσῃ κινδύνους ἄντικρυς ἔλεγον καὶ ὡς ἐς φυγὴν τρέψονται, ἢν ναῦς πολεμία ἐπ̓ αὐτοὺς ἴοι, ἡμεῖς δὲ τὸν θεὸν ᾐτοῦμεν γῆν τὴν Λιβύης καὶ τὴν ἐς ταύτην ἀπόβασιν εἰρηναίαν ἡμῖν ἐπιδεῖξαι. [21] τούτων δὲ τοιούτων ὄντων, ἀξυνέτων ἀνδρῶν ἡγοῦμαι εἶναι εὔχεσθαι μὲν παρὰ τοῦ θεοῦ λαβεῖν τὰ βελτίονα, δεδομένων δὲ αὐτῶν ἀποσείεσθαί τε καὶ ἀπ̓ ἐναντίας ἰέναι. [22] ἢν δὲ καὶ πλέουσιν ἡμῖν εὐθὺ Καρχηδόνος στόλος ἀπαντήσῃ πολέμιος, τοῖς μὲν στρατιώταις κατὰ κράτος φεύγουσι τὸ μὴ μεμπτοῖς εἶναι λελείψεται: ἁμάρτημα γὰρ προρρηθὲν τὴν ἀπολογίαν ἐφ̓ ἑαυτοῦ φέρει: ἡμῖν δὲ καὶ διασωθεῖσιν οὐδεμία συγγνώμη. [23] πολλῶν δὲ ὄντων, ἢν ἐν ταῖς ναυσὶ μένωμεν, δυσχερῶν, ἐκεῖνο μόνον ἱκανῶς, οἶμαι, λελέξεται, ᾧ μάλιστα δεδίττεσθαι ἡμᾶς ἀξιοῦσι, τὸν χειμῶνα ἐπανασείοντες. [24] ἢν γάρ τις ἐπιπέσοι χειμών, ἀνάγκη ταῖς ναυσίν, ὥσπερ φασί, δυοῖν ξυμβῆναι τὸ ἕτερον, ἢ πόρρω που τῆς Λιβύης διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς διαφθαρῆναι ταύτης. [25] τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ
τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκός, ἀπαλλάξομεν: τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε: [26] μικρὸν δὲ ὕστερον ἤδη τῶν πολεμίων ἐν παρασκευῇ γεγονότων ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. [27] προσθείη δὲ ἄν τις ὡς καὶ ὑπὲρ αὐτῆς ἴσως ἀγωνιεῖσθαι δεήσει τῆς ἀποβάσεως, ἐκεῖνά τε ζητεῖν ἃ νῦν παρόντα ἡμῖν ὡς οὐκ ἀναγκαῖα ἐς βουλὴν ἔρχεται. [28] ἢν δὲ καὶ χειμὼν τηνικαῦτα ἀγωνιζομένοις ἡμῖν ἐπιγένηται, ὡς τὰ πολλὰ ἐν θαλάσσῃ φιλεῖ γίνεσθαι, πρός τε τὰ κύματα καὶ τοὺς Βανδίλους διαμαχόμενοι μεταμαθεῖν τὴν εὐβουλίαν εἰσόμεθα. [29] φημὶ δὴ ἔγωγε χρῆναι ἀποβῆναι μὲν ἡμᾶς ἐς τὴν ἤπειρον αὐτίκα δὴ μάλα, ἵππους τε ἀποβιβάζοντας καὶ ὅπλα καὶ εἴ τι ἄλλο ἐς τὴν χρείαν ἡμῖν ἀναγκαῖον εἶναι οἰόμεθα, τάφρον δὲ κατὰ τάχος ὀρύξαι καὶ χαράκωμα περιβαλεῖν οὐδέν τι ἧσσον ὅτου τις ἂν εἴποι τείχους εἰς ἀσφάλειαν ἡμῖν συντελέσαι δυνάμενον, ἐκεῖθεν δὲ ὁρμωμένους τὸν πόλεμον, [30] ἤν τις ἐπίοι, διενεγκεῖν. ἐπιλείψει δὲ ἡμᾶς ἄνδρας ἀγαθοὺς γινομένους τῶν ἐπιτηδείων οὐδέν. τοῖς γὰρ κρατοῦσι τῶν πολεμίων τὸ κυρίοις εἶναι τῶν ἐκείνοις προσηκόντων ξυμβαίνει, καὶ ἡ νίκη πάντα περιβαλομένη τὰ χρήματα, ἔνθα ἂν κλίνῃ, κατατίθεσθαι πέφυκεν. ὥστε ὑμῖν ἥ τε σωτηρία καὶ ἡ τῶν ἀγαθῶν περιουσία ἐν ταῖς χερσὶ κεῖται.’ [31] Ταῦτα Βελισαρίου εἰπόντος ξυνέφασάν τε καὶ ἀπεδέξαντο ἅπας ὁ ξύλλογος, καὶ διαλυθέντες ὡς τάχιστα τὴν ἀπόβασιν ἐποιήσαντο τρισὶ μάλιστα μησὶν ὕστερον ἢ αὐτοῖς ἐκ Βυζαντίου ὁ ἀπόπλους ἐγένετο. [32] καὶ δείξας τι χωρίον ἐπὶ τῆς ἠιόνος ὁ στρατηγὸς τοῖς τε στρατιώταις καὶ ναύταις ἐκέλευε τήν τε τάφρον ὀρύσσειν καὶ τὸ χαράκωμα περιβάλλεσθαι. [33] οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἅτε δὲ ὄχλου πολλοῦ ἐργαζομένου καὶ τοῦ φόβου τὴν προθυμίαν ἐγείροντος καὶ τοῦ στρατηγοῦ ἐγκελευομένου, αὐτῇ τῇ ἡμέρᾳ ἥ τε τάφρος ὀρώρυκτο καὶ τὸ χαράκωμα ξυντετέλεστο καὶ οἱ σκόλοπες κύκλῳ πανταχόθεν ξυνεπεπήχατο. [34] ἔνθα δὴ καί τι τοῖς τὴν τάφρον ὀρύσσουσι τετύχηκε θαυμάσιον ἡλίκον. ὕδατος πολύ τι χρῆμα ἡ γῆ ἀνῆκεν, οὐ γεγονὸς τοῦτο ἐν Βυζακίῳ πρότερον, ἄλλως τε καὶ τοῦ χωρίου ἀνύδρου ὄντος. [35] τοῦτο δὴ τὸ ὕδωρ ἐς πᾶσαν χρείαν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπήρκεσε. καὶ συνηδόμενος τῷ στρατηγῷ Προκόπιος ἔλεγεν ὡς οὐ διὰ τὴν χρείαν τῇ τοῦ ὕδατος περιουσίᾳ χαίροι, ἀλλ̓ ὅτι οἱ ξύμβολον εἶναι δοκεῖ νίκης ἀπόνου καὶ τοῦτο σφίσι προλέγειν τὸ θεῖον. [36] ὅπερ οὖν καὶ ἐγένετο. τὴν μὲν οὖν νύκτα ἐκείνην οἱ στρατιῶται ξύμπαντες ἐν τῷ στρατοπέδῳ ηὐλίσαντο, φύλακάς τε καὶ τὰ ἄλλα ᾗπερ εἰώθει ποιούμενοι, πλήν γε δὴ ὅτι τοξότας πέντε ἐν νηὶ ἑκάστῃ Βελισάριος ἐκέλευσε μεῖναι φυλακῆς ἕνεκα, καὶ τοὺς δρόμωνας ἐν κύκλῳ αὐτῶν ὁρμίζεσθαι, φυλασσομένους μή τις ἐπ̓ αὐτὰς κακουργήσων ἴοι.
Τῇ δὲ ὑστεραίᾳ, ἐπειδὴ τῶν στρατιωτῶν τινες ἐς τοὺς ἀγροὺς ἀναβαίνοντες τῶν ὡραίων ἥπτοντο, αὐτῶν τε τὰ σώματα ὁ στρατηγὸς οὐ παρέργως ᾐκίσατο καὶ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε: [2] ‘Τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ταύτῃ μόνον ἔν γε τοῖς ἄλλοις καιροῖς μοχθηρὸν πεφυκέναι δοκεῖ, ὅτι τὸ ἄδικον ἐν αὑτῷ φέρεται: νῦν δὲ τοσοῦτον αὐτῷ τῆς δυσκολίας περίεστιν ὥστε, εἰ μὴ πικρὸν εἰπεῖν, τὸν τοῦ δικαίου λόγον περὶ ἐλάσσονος ποιησαμένους τὸν ἐντεῦθεν κίνδυνον ἡμᾶς ἡλίκος ποτέ ἐστιν ἐκλογίζεσθαι χρή. [3] ἐγὼ γὰρ ἐκείνῳ μόνῳ τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ὑμᾶς ἀπεβίβασα ταύτην, ὅτι τοῖς Βανδίλοις οἱ Λίβυες, Ῥωμαῖοι τὸ ἀνέκαθεν ὄντες, ἄπιστοί τέ εἰσι καὶ χαλεπῶς ἔχουσι, καὶ διὰ τοῦτο ᾤμην ὡς οὔτ̓ ἄν τι τῶν ἀναγκαίων ἡμᾶς ἐπιλείποι οὔτε τι ἐξ ἐπιδρομῆς κακὸν ἐργάσονται ἡμᾶς οἱ πολέμιοι. [4] ἀλλὰ νῦν αὕτη ὑμῶν ἡ ἀκράτεια ταῦτα εἰς τοὐναντίον ἡμῖν μεταβέβληκε. τοὺς γὰρ Λίβυας δήπου κατηλλάξατε τοῖς Βανδίλοις, εἰς ὑμᾶς αὐτοὺς ἤδη τὴν τούτων περιαγαγόντες δυσμένειαν. [5] φύσει γὰρ πρόσεστι τοῖς ἀδικουμένοις ἡ πρὸς τοὺς βιαζομένους ἔχθρα, καὶ περιέστηκεν ὑμῖν τῆς τε ὑμῶν αὐτῶν ἀσφαλείας καὶ τῆς τῶν ἀγαθῶν ἀφθονίας ὀλίγα ἄττα ἀργύρια ἀνταλλάξασθαι, παρὸν ὑμῖν παῤ ἑκόντων ὠνουμένοις τὰ ἐπιτήδεια τῶν κυρίων μήτε ἀδίκοις εἶναι δοκεῖν καὶ φίλοις ἐκείνοις ἐς τὰ μάλιστα χρῆσθαι. [6] νῦν οὖν πρός τε Βανδίλους ὑμῖν καὶ Λίβυας ὁ πόλεμος ἔσται, λέγω δὲ ἔγωγε καὶ τὸν θεὸν αὐτόν, ὃν οὐδεὶς ἀδικῶν ἐς ἐπικουρίαν παρακαλεῖ. [7] ἀλλὰ παύσασθε μὲν τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, κέρδος δὲ ἀποσείσασθε κινδύνων μεστόν. [8] οὗτος γὰρ ἐκεῖνος ὁ καιρός ἐστιν ἐν ᾧ μάλιστα σωφροσύνη μὲν οἵα τε σώζειν, ἀκοσμία δὲ ἐς θάνατον φέρει. τούτων γὰρ ἐπιμελομένοις ὑμῖν ἵλεως μὲν ὁ θεός, εὔνους δὲ ὁ τῶν Λιβύων λεώς, καὶ τὸ τῶν Βανδίλων γένος εὐέφοδον ἔσται.’ [9] Τοσαῦτα εἰπὼν Βελισάριος καὶ τὸν ξύλλογον διαλύσας, ἐπεὶ ἤκουσε Σύλλεκτον πόλιν ἡμέρας ὁδὸν τοῦ στρατοπέδου διέχουσαν ἐπὶ θαλάσσῃ εἶναι ἐν τῇ ἐπὶ Καρχηδόνα φερούσῃ, ἧς τὸ μὲν τεῖχος ἐκ παλαιοῦ καθῃρημένον ἐτύγχανεν, οἱ δὲ ταύτῃ ᾠκημένοι τοὺς τῶν οἰκι�
�ν τοίχους πανταχόθεν ἀποφράξαντες διὰ τὰς τῶν Μαυρουσίων ἐπιδρομὰς περιβόλου ἐφύλασσον σχῆμα, τῶν δορυφόρων ἕνα Βοριάδην ἅμα τῶν ὑπασπιστῶν τισιν ἔστελλεν, ἐπαγγείλας αὐτοῖς τῆς τε πόλεως ἀποπειρᾶσθαι καί, ἢν ἕλωσι, κακὸν μὲν μηδὲν ἐν αὐτῇ δρᾶσαι, ἐπαγγείλασθαι δὲ ἀγαθὰ μυρία, καὶ ὡς ἐπὶ τῇ αὐτῶν ἐλευθερίᾳ ἥκοιεν, ὥστε εἰσιτητὰ τῷ στρατῷ ἐς αὐτὴν γενέσθαι. [10] οἱ δὲ περὶ λύχνων ἁφὰς ἀγχοῦ τῆς πόλεως γενόμενοι ἐν φάραγγί τε λαθόντες διενυκτέρευσαν. ἕωθεν δὲ ἀγροίκων σὺν ἁμάξαις ἐς αὐτὴν εἰσιόντων ἐπιτυχόντες συνεισῆλθόν τε σιωπῇ καὶ οὐδενὶ πόνῳ τὴν πόλιν ἔσχον. [11] καὶ ἐπεὶ ἡμέρα ἐγένετο, οὐδενὸς θορύβου ἡγησαμένου, τόν τε ἱερέα καὶ εἴ τι δόκιμον ἦν ξυγκαλέσαντες τάς τε τοῦ στρατηγοῦ ἐντολὰς ἀπήγγελλον, καὶ τὰς κλεῖς τῶν εἰσόδων παῤ ἑκόντων λαβόντες τῷ στρατηγῷ ἔπεμψαν. [12] Τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ξύμπαντας ἵππους. ξυλληφθέντα δὲ καί τινα τῶν ἐς τὰς βασιλικὰς ἀποκρίσεις ἀεὶ στελλομένων, οὓς δὴ βεριδαρίους καλοῦσι, κακὸν μὲν οὐδὲν ὁ στρατηγὸς ἔδρασε, χρυσῷ δὲ πολλῷ δωρησάμενος καὶ πιστὰ λαβὼν τὰς ἐπιστολὰς ἐνεχείρισεν ἅσπερ Ἰουστινιανὸς βασιλεὺς πρὸς Βανδίλους ἔγραψεν, ἐφ̓ ᾧ τοῖς Βανδίλων ἄρχουσι δοῦναι. [13] ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Οὔτε Βανδίλοις πολεμεῖν ἔγνωμεν οὔτε τὰς Γιζερίχου σπονδὰς λύομεν, ἀλλὰ τὸν ὑμέτερον τύραννον καθελεῖν ἐγχειροῦμεν, ὃς τῶν Γιζερίχου διαθηκῶν ὀλιγωρήσας τὸν μὲν βασιλέα ὑμῶν καθείρξας τηρεῖ, τῶν δὲ αὐτοῦ συγγενῶν οὓς μὲν σφόδρα ἐμίσει κατ̓ ἀρχὰς ἔκτεινε, τοὺς δὲ λοιποὺς τὰς ὄψεις ἀφελόμενος ἐν φυλακῇ ἔχει, οὐκ ἐῶν θανάτῳ καταλῦσαι τὰς συμφοράς. [14] συλλάβεσθε τοίνυν ἡμῖν καὶ συνελευθεροῦτε ὑμᾶς αὐτοὺς οὕτω μοχθηρᾶς τυραννίδος, ὅπως ἂν δύνησθε τῆς τε εἰρήνης καὶ τῆς ἐλευθερίας ἀπόνασθαι. ταῦτα γὰρ ὑμῖν παῤ ἡμῶν ἔσεσθαι πρὸς τοῦ θεοῦ τὰ [15] πιστὰ δίδομεν.’ τοσαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ὁ δὲ ταῦτα παρὰ Βελισαρίου λαβὼν ἐξενεγκεῖν μὲν εἰς τὸ φανερὸν οὐκ ἐτόλμησε, λάθρα δὲ τοῖς φίλοις ἐπιδείξας οὐδὲν ὅ τι καὶ λόγου ἄξιον διεπράξατο.
Delphi Complete Works of Procopius Page 165