Delphi Complete Works of Procopius
Page 168
Τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτ̣̣̔̓ ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι οὗ δ̣̣̔̓ Γελίμερ τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει. [2] Δέλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, ὁ̣̣̓ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ̓ οὗ δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο. [3] Δέλφικ̣̣̔̓ δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονε, καὶ ἀπ̓ αὐτοῦ ἔν τε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει Δέλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τ̣̣̔̓ βασιλέως οἰκία Παλάτιον ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. [4] Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαν τε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ̓ αὐτοῦ καλοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ. [5] ἐν Δέλφικι τοίνυν Βελισάριός τε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρατεύματι δόκιμον ἦν. [6] τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖς τε βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥ τε τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα ὑπούργει. [7] παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο. [8] Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ̓ αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγονότων τετύχηκε. [9] τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐδ̓ ἂν κατὰ πεντακοσίους εἶεν ἄλλως τε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε οὐδὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι, [10] οὐ μὴν οὐδέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ̓ ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐδὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ̓ οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοί τε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον. [11] Μετὰ δὲ Βελισάριος Βανδίλοις τε τοῖς ἐς τὰ ἱερὰ καταφυγοῦσι πιστὰ ἐδίδου καὶ τῶν τειχῶν ἐπεμελεῖτο. ἦν γὰρ ὁ Καρχηδόνος περίβολος οὕτω δὴ ἀπημελημένος ὥστε ἐσβατὸς ἐν χώροις πολλοῖς τῷ βουλομένῳ καὶ εὐέφοδος ἐγεγόνει. [12] μοῖρα γὰρ οὐκ ὀλίγη αὐτοῦ κατεπεπτώκει καὶ διὰ τοῦτο Γελίμερα οἱ Καρχηδόνιοι ἔφασκον ἐν τῇ πόλει οὐχ ὑποστῆναι. [13] οὐ γὰρ ἄν ποτε οἴεσθαι χρόνῳ ὀλίγῳ οἷόν τε εἶναι τῷ περιβόλῳ τούτῳ τὴν ἀσφάλειαν ἀνασώσασθαι. [14] ἔλεγον δέ τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα. [15] καὶ τότε μὲν παίζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι καὶ ἀπολελεῖφθαι ἐν αἰνίγματος ἀπορουμένου μοίρᾳ, νῦν δὲ ἅπασιν ἄντικρυς φανερὸν εἶναι. [16] πρότερόν τε γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξε καὶ τανῦν Γελίμερα Βελισάριος. τοῦτο μὲν οὖν, εἴτε φήμη τις ἦν εἴτε λόγιον, ταύτῃ ἐχώρησε. [17] Τότε δὲ καὶ ὄναρ πολλοῖς μὲν πολλάκις ὀφθὲν πρότερον, ἄδηλον δὲ γεγονὸς ὅπη ἐκβήσεται, ἐς φῶς ἐληλύθει. ἐτύγχανε δὲ ὂν τὸ ὄναρ τοιόνδε. Κυπριανόν, ἅγιον ἄνδρα, μάλιστα πάντων οἱ Καρχηδόνιοι σέβονται. [18] καὶ αὐτῷ νεών τινα λόγου πολλοῦ ἄξιον πρὸ τῆς πόλεως ἱδρυσάμενοι παρὰ τὴν τῆς θαλάσσης ἠιόνα τά τε ἄλλα ἐξοσιοῦνται καὶ ἄγουσιν ἑορτὴν ἣν δὴ Κυπριανὰ καλοῦσι, καὶ ἀπ̓ αὐτοῦ τὸν χειμῶνα οἱ ναῦται, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην, ὁμωνύμως τῇ πανηγύρει προσαγορεύειν εἰώθασιν, ἐπεὶ ἐς τὸν καιρὸν ἐπισκήπτειν φιλεῖ ἐφ̓ οὗ ταύτην οἱ Λίβυες ἄγειν ἐς ἀεὶ τὴν ἑορτὴν νενομίκασι. [19] τοῦτον οἱ Βανδίλοι τὸν νεὼν ἐπὶ Ὁνωρίχου βασιλεύοντος τοὺς Χριστιανοὺς βιασάμενοι ἔσχον. [20] καὶ αὐτῶν ἐνθένδε ξὺν πολλῇ ἀτιμίᾳ τοὺς ἱερέας εὐθὺς ἐξελάσαντες αὐτοὶ τῶν ἱερῶν τὸ λοιπόν, ἅτε προσηκόντων Ἀρειανοῖς, ἐπεμελοῦντο. [21] ἀσχάλλουσιν οὖν διὰ ταῦτα καὶ διαπορουμένοις τοῖς Λίβυσι πολλάκις φασὶ τὸν Κυπριανὸν ὄναρ ἐπισκήψαντα φάναι ἀμφ̓ αὐτῷ μεριμνᾶν τοὺς Χριστιανοὺς ἥκιστα χρῆναι: αὐτὸν γάρ οἱ προϊόντος τοῦ χρόνου τιμωρὸν ἔσεσθαι. [22] ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς τοὺς Λίβυας ἅπαντας ἦλθε, καραδοκεῖν μὲν αὐτοὺς τίσιν ποτέ τινα τῶν ἱερῶν τούτων ἕνεκα ἐς τοὺς Βανδίλους ἀφίξεσθαι, οὐκ ἔχειν μέντοι τεκμηριῶσαι ὅπη ποτὲ αὐτοῖς ἡ τοῦ ὀνείρου ὄψις ἐκβήσεται. [23] νῦν οὖν, ἐπεὶ ἐς Λιβύην ὁ βασιλέως στόλος ἀφίκετο ῾ἐπανιὼν γὰρ ἤδη ὁ χρόνος τῇ ὑστεραίᾳ τὴν πανήγυριν ἀγαγεῖν ἔμελλεν̓, οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς, καίπερ Ἀμμάτα Βανδίλοις ἐς Δέκιμον ἡγησαμένου, τό τε ἱερὸν ἐκάθηραν ἅπαν καὶ τῶν ἐνταῦθα ἀναθημάτων τὰ κάλλιστα ἐκρέμων, καὶ τὰ λύχνα ἐν παρασκευῇ ποιησάμενοι τά τε κειμήλια ἐξενεγκόντες ἐκ τ�
��ν ταμιείων ἡτοίμαζον ἀκριβῶς ἅπαντα, ὥς πη αὐτῶν ἕκαστον ἐς τὴν χρείαν ἐπιτηδείως ἔχον ἐτύγχανε. [24] τὰ δὲ ἐν Δεκίμῳ οὕτως ὥσπερ μοι προδεδήλωται γενέσθαι ξυνέβη. [25] καὶ οἱ μὲν τῶν Ἀρειανῶν ἱερεῖς φεύγοντες ᾤχοντο, Χριστιανοὶ δὲ οἷς τὰ ἐς τὴν δόξαν ὀρθῶς ἤσκηται, ἀφικόμενοι ἐς τοῦ Κυπριανοῦ τὸν νεών, τά τε λύχνα ἔκαιον ἅπαντα καὶ τῶν ἱερῶν ἐπεμελοῦντο ᾗπερ αὐτοῖς τελεῖσθαι ταῦτα νόμος, οὕτω τε ἅπασιν ἃ δὴ προὔλεγεν ἡ τοῦ ὀνείρου ὄψις ἐγνώσθη. ἀλλὰ ταῦτα μὲν τῇδε ἐχώρησεν.
Οἱ δὲ Βανδίλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύμαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὔτ̓ ἂν ἄπιστός τις ἐλπὶς οὔτε κτῆσις βέβαιος γένοιτο. [2] ὅστις δὲ ἦν οὗτος ὁ λόγος καὶ ὅντινα ἐρρήθη τρόπον, ἐγὼ δηλώσω. [3] ἡνίκα Βανδίλοι κατ̓ ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστασθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχομένοις πρὸς ἡδονὴν Γωδιγίσκλῳ ἐπισπέσθαι οὐκ ἦν. [4] προϊόντος δὲ χρόνου τοῖς τε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος ξὺν τοῖς ἀμφ̓ αὐτὸν Λιβύην ἔσχεν. [5] ὅπερ ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης. [6] δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλ̣̣̔̓ ὕστερον ἢ αὐτοὶ ὅσοι Λιβύην ἔσχον, ἢ οἱ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενο ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη ῾οὐ γάρ ποτ̣̣̔̓ Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψεσθαι ὑπετόπαζον̓ πρέσβεις ἔπεμψαν παῤ αὐτούς. [7] οἵ, ἐπεὶ Γιζἑ̣̣̓ ρίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενἕ̣̣̓ σιν οὕτω δὴ εὐημερήσασιν ἔφασκον, φυλάσσεἱ̣̣̓ δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοί τε εἶναι ἧσπἑ̣̣̓ αὐτοὶ ὠλιγωρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο. [8] ἐδἕ̣̣̓ οντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι, ὅπὡ̣̣̓ δὴ κύριοι τῆς χώρας ὡς ἀσφαλέστατα γεγενη μένοι, ἤν τις κακουργήσων ἐπ̓ αὐτὴν ἴοι, ὡ̣̣̓ ἥκιστα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν. [9] Γιζερίχ̣̣̔̓ μὲν οὖν καὶ Βανδίλοις τοῖς ἄλλοις εὖ τε καὶ τ̣̣̔̓ δίκαια λέγειν ἔδοξαν, καὶ ξυνεχώρουν ἅπαντα ὅς῾̣̣̓ οἱ πρέσβεις αὐτῶν ἔχρῃζον. [10] γέρων δέ τις ἀνἣ̣̣̓ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλἥ̣̣̓ τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη τῶν γὰρ ἀνθρωπείων οὐδ̓ ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοὗ̣̣̓ ἵστασθαι, ἀλλ̓ εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶν̣̣̔̓ βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντὡ̣̣̓ οὐδὲν ἀμήχανον. [11] ταῦτα ὁ Γιζέριχος ἀκούσἁ̣̣̓ ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀπὁ̣̣̓ πέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ῾̣̣̓ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὃ̣̣̓ πάντων Βανδίλων γέλωτα ὦφλον. [12] ἐπεὶ δὲ ταῦτ̣̣̔̓ ἅπερ ἐρρήθη ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν κἁ̣̣̓ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν. [13] Τούτων μὲν οὖν Βανδίλων οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμ̣̣̔̓ σώζεται. ἅτε γάρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν ἢ βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἢ ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε, τό τε ὄνομα ἐς αὐτούς πη ἀποκεκρίσθαι. [14] οὐ μὴν οὐδ̣̣̔̓ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε ἰέναι. [15] οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλως τε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ̓ ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ ἥκιστα ἐς Ζακυνθίους. [16] Γιζέριχος γάρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδε τε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐδενὶ κόσμῳ. [17] διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δἰ ὀλίγου ἀπέπλευσεν. [18] ἐπειδή τε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.
Γελίμερ δὲ τότε χρήματά τε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν. [2] οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπικηρύξας. [3] οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλους τε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀναβαίνοντες λάθρα ἡλίσκοντο. [4] καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν. [5] Ἐνταῦθα τοῦ χρόνου Διογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν Καρχηδόνος διέχοντι. [6] τούτους δὲ τοὺς ἄνδρας ῾οὐ γὰρ οἷοί τε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν̓ ἀγγέλλουσι τῷ Γελίμερι ἐ�
�ταῦθα εἶναι. [7] καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ̓ αὐτοὺς ἔστελλε, ζῶντας ἅπαντας ἐπισκήψας παῤ αὐτὸν ἀγαγεῖν. [8] λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους ποιήσασθαι. [9] οἱ μὲν οὖν ἀμφὶ Διογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς ἐναντίους ἐπύθοντο. [10] οἱ δὲ Βανδίλοι ὄρθρου βαθέος ἐνταῦθα ἐλθόντες διαφθεῖραι μὲν τὰς ἐκείνῃ θύρας ἢ εἰς τὴν οἰκίαν εἰσελθεῖν νύκτωρ ἀξύμφορον σφίσιν ᾤοντο εἶναι, δείσαντες μὴ ἐς νυκτομαχίαν ἐμπεπτωκότες αὐτοὶ μὲν σφᾶς αὐτοὺς διαφθείρωσιν, ἔξοδον δὲ πλείστοις τῶν πολεμίων ἐν σκότῳ, ἂν οὕτω τύχοι, παρέξωσιν. [11] ἔπρασσον δὲ ταῦτα τῆς δειλίας αὐτοῖς ἐκπλησσούσης τὸν νοῦν, παρὸν σφίσιν οὐδενὶ πόνῳ φέρουσί τε πυρὰ καὶ τούτων χωρὶς οὐχ ὅσον ἀνόπλους, ἀλλὰ καὶ γυμνοὺς παντάπασι τοὺς πολεμίους ἐπὶ τῶν στρωμάτων λαβεῖν. [12] νῦν δὲ ἀμφὶ τὴν οἰκίαν ἅπασαν κύκλῳ καὶ διαφερόντως τὰς θύρας φάλαγγα ποιησάμενοι ἔστησαν ἅπαντες. [13] ἐν τούτῳ δὲ τῶν Ῥωμαίων στρατιωτῶν ἑνὶ ἐξ ὕπνου ἀναστῆναι ξυνέβη, ὅσπερ τοῦ θορύβου αἰσθόμενος ὃν δὴ οἱ Βανδίλοι φθεγγόμενοί τε ἐν σφίσιν αὐτοῖς λάθρα ἐποίουν καὶ ξὺν τοῖς ὅπλοις κινούμενοι, ξυμβαλεῖν τὸ ποιούμενον ἴσχυσε, καὶ τῶν ἑταίρων ἀνεγείρας σιωπῇ ἕκαστον τὰ πρασσόμενα φράζει. [14] οἱ δὲ Διογένους γνώμῃ τά τε ἱμάτια ἐνδιδύσκονται ἡσυχῆ ἅπαντες καὶ τὰ ὅπλα ἀνελόμενοι κάτω ἐχώρουν. [15] οὗ δὴ τοῖς ἵπποις τοὺς χαλινοὺς ἐπιθέμενοι ἀναθρώσκουσιν ἐπ̓ αὐτούς, οὐδενὶ αἴσθησιν παρεχόμενοι. παρά τε τὴν αὔλειον χρόνον τινὰ στάντες ἀνακλίνουσι μὲν ἐξαπιναίως τὰς ταύτῃ θύρας, ἐξίασι δὲ εὐθὺς ἅπαντες. [16] οἱ μὲν οὖν Βανδίλοι ἔργου ἤδη ἐπ̓ αὐτοὺς εἴχοντο, ἤνυτον δὲ οὐδέν. οἱ γὰρ Ῥωμαῖοι ταῖς τε ἀσπίσι φραξάμενοι καὶ τοῖς δορατίοις ἀμυνόμενοι τοὺς ἐπιόντας σπουδῇ ἤλαυνον. [17] οὕτω τε Διογένης τοὺς πολεμίους διέφυγε, δύο μὲν τῶν ἑπομένων ἀποβαλών, τοὺς δὲ λοιποὺς σώσας. [18] πληγὰς μέντοι ἐν τῷ πόνῳ τούτῳ καὶ αὐτὸς ἔλαβεν ἐς μὲν τὸν αὐχένα καὶ τὸ πρόσωπον τρεῖς, ἀφ̓ ὧν δὴ παῤ ὀλίγον ἀποθανεῖν ἦλθε, κατὰ δὲ χειρὸς τῆς λαιᾶς μίαν, ἐξ ἧς οὐκέτι τῶν δακτύλων τὸν σμικρότατον ἐνεργεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ὧδε γενέσθαι ξυνέβη. [19] Βελισάριος δὲ τοῖς τε περὶ τὴν οἰκοδομίαν τεχνίταις καὶ τῷ ἄλλῳ ὁμίλῳ χρήματα μεγάλα προτεινόμενος τάφρον τε λόγου πολλοῦ ἀξίαν ἀμφὶ τὸν περίβολον ὤρυξε κύκλῳ, καὶ σκόλοπας αὐτῇ ἐνθέμενος συχνοὺς εὖ μάλα περιεσταύρωσε. [20] καὶ μὴν καὶ τὰ πεπονθότα τοῦ τείχους ἐν βραχἑ̣̣̓ ἀνῳκοδομήσατο χρόνῳ, θαύματος ἄξιον οὐ Καρχηδονίοις μόνον, ἀλλὰ καὶ αὐτῷ Γελίμερι γεγονὸς ὕστερον. [21] ἐπειδὴ γὰρ δορυάλωτος ἐς Καρχηδόνα ἧκεν, ἠγάσθη τε ἰδὼν τὸ τεῖχος καὶ τὴν ὀλιγωρίαν τὴν αὑτοῦ πάντων οἱ ἔφη γεγονέναι τῶν παρόντων αἰτίαν. ταῦτα μὲν Βελισαρίῳ ἐν Καρχηδόν̣̣̔̓ ὄντι κατείργαστο ὧδε.