Book Read Free

Delphi Complete Works of Procopius

Page 169

by Procopius of Caesarea


  Τζάζων δέ, ὁ τοῦ Γελίμερος ἀδελφός, τῷ στόλ̣̣̔̓ ᾧ ἔμπροσθεν εἴρηται ἐς Σαρδὼ ἀφικόμενος ἐς τὸν Καρανάλεως λιμένα ἀπέβη, καὶ τὴν πόλιν αὐτοβοεὶ εἷλε τόν τε τύραννον Γώδαν ἔκτεινε καὶ εἴ τ̣̣̔̓ ἀμφ̓ αὐτὸν μάχιμον ἦν. [2] καὶ ἐπεὶ ἐς γῆν τὴν Λιβύης τὸν βασιλέως στόλον ἤκουσεν εἶναι, οὔπω τι πεπυσμένος ὦν ταύτῃ ἐπέπρακτο, γράφει πρὸς Γελίμερα τάδε: [3] ‘Γώδαν ἀπολωλέναι τὸν τύραννον ὑπὸ ταῖς ἡμετέραις γεγονότα χερσί, καὶ τὴν νῆσον αὖθις ὑπὸ τῇ σῇ βασιλείᾳ εἶναι, ὦ Βανδίλων τ̣̣̔̓ καὶ Ἀλανῶν βασιλεῦ, ἴσθι καὶ τὴν ἐπινίκιον ἑορτὴν ἄγε. [4] τῶν δὲ πολεμίων οἳ ἐτόλμησαν ἐ̣̣̔̓ τὴν ἡμετέραν στρατεύεσθαι, ἔλπιζε τὴν πεῖραν ἐ̣̣̔̓ τοῦτο ἀφίξεσθαι τύχης, ἐς ὃ καὶ πρότερον τοἷ̣̣̓ ἐπὶ τοὺς προγόνους τοὺς ἡμετέρους στρατευσἁ̣̣̓ [5] μένοις ἐχώρησε.’ ταῦτα οἱ λαβόντες τὰ γράμ̣̣̔̓ ματα, οὐδὲν πολέμιον ἐν νῷ ἔχοντες, κατέπλευσἁ̣̣̓ ἐς τὸν τῶν Καρχηδονίων λιμένα. [6] καὶ πρὸς τὧ̣̣̓ φυλάκων παρὰ τὸν στρατηγὸν ἀπαχθέντες τά τ̣̣̔̓ γράμματα ἐνεχείρισαν καὶ περὶ ὧν τὰς πύστἑ̣̣̓ ἐποιεῖτο ἐσήγγελλον, οἷς τε ἐθεῶντο καταπεπληγ̣̣̔̓ μένοι καὶ τεθηπότες τῆς μεταβολῆς τὸ αἰφνίδιον ἔπαθον μέντοι πρὸς Βελισαρίου οὐδὲν ἄχαρι. [7] Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον ξυνηνέχθ̣̣̔̓ τοιόνδε. Γελίμερ ὀλίγῳ πρότερον ἢ ἐς Λιβύην ῾̣̣̓ βασιλέως στόλος ἀφίκετο ἔπεμψε πρέσβεις ἐ̣̣̔̓ Ἱσπανίαν ἄλλους τε καὶ Γοτθαῖον καὶ Φουσκίαν ἐφ̓ ᾧ δὴ Θεῦδιν, τὸν τῶν Οὐισιγότθων ἄρχοντα πείσουσιν ὁμαιχμίαν πρὸς Βανδίλους θέσθαι. [8] ὁ̣̣̓ ἐπεὶ ἀπέβησαν εἰς τὴν ἤπειρον, τὸν ἐν Γαδείροι πορθμὸν διαβάντες, εὑρίσκουσι Θεῦδιν ἐν χωρἵ̣̣̓ μακρὰν ἀπὸ θαλάσσης κειμένῳ. [9] ἀναβάντας δ̣̣̔̓ παῤ αὐτὸν τοὺς πρέσβεις ὁ Θεῦδις φιλοφροσύνη τε ἠξίωσε καὶ προθύμως εἱστία, ἔν τε τῇ θοίν̣̣̔̓ ἐπυνθάνετο δῆθεν ὅπη ποτὲ Γελίμερί τε καὶ Βανδίλοις τὰ πράγματα ἔχοι. [10] τούτων δὲ τῶν πρέσβεων σχολαίτερον ἐς αὐτὸν ἰόντων ἔτυχεν ἀκηκοὼς ἅπαντα ὅσα Βανδίλοις ξυνέπεσεν. [11] ὁλκὰς γὰρ μία ἐπ̓ ἐμπορίᾳ πλέουσα ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ στράτευμα εἰς Καρχηδόνα εἰσήλασεν, ἐνθένδε ἀναγομένη καὶ πνεύματος ἐπιφόρου ἐπιτυχοῦσα, [12] ἐς Ἱσπανίαν ἦλθεν. ὅθεν δὴ ὁ Θεῦδις μαθὼν ὅσα ἐν Λιβύῃ ξυνηνέχθη γενέσθαι ἀπεῖπε τοῖς ἐμπόροις μηδενὶ φράζειν, ὡς μὴ ταῦτα ἔκπυστα ἐς τὸ πᾶν γένηται. [13] ἐπεὶ δὲ ἀπεκρίναντο οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν. [14] τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι: ‘Ἐνθένδε γάρ,’ ἔφη, [15] ‘τὰ οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.’ οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι, ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον. [16] ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχοντες, ἐς αὐτὴν ἔπλεον. [17] ἀγχοῦ τε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι. [18] ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν. [19] ταῦτα μὲν οὖν οὕτω γενέσθαι τετύχηκε. Κύριλλος δέ, Σαρδοῦς τε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τό τε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε: καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο.

  Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλους τε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν. [2] ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν, [3] καὶ οὗτοι παντάπασιν ἄναρχοι. ὅσοι γὰρ ἔν τε Μαυριτανίᾳ καὶ Νουμιδίᾳ καὶ Βυζακίῳ Μαυρουσίων ἦρχον, πρέσβεις ὡς Βελισάριον πέμψαντες δοῦλοί τε βασιλέως ἔφασκον εἶναι καὶ ξυμμαχήσειν ὑπέσχοντο. [4] εἰσὶ δὲ οἳ καὶ τοὺς παῖδας ἐν ὁμήρων παρείχοντο λόγῳ, τά τε ξύμβολα σφίσι παῤ αὐτοῦ στέλλεσθαι τῆς ἀρχῆς κατὰ δὴ τὸν παλαιὸν νόμον ἐδέοντο. [5] νόμος γὰρ ἦν Μαυρουσίων ἄρχειν μηδένα, κἂν Ῥωμαίοις πολέμιος ᾖ, πρὶν ἂν αὐτῷ τὰ γνωρίσματα τῆς ἀρχῆς ὁ Ῥωμαίων βασιλεὺς δοίη. [6] ἅπερ ἤδη πρὸς Βανδίλων λαβόντες οὐκ ᾤοντο ἐν βεβαίῳ τὴν ἀρχὴν ἔχειν. [7] ἔστι δὲ τὰ ξύμβολα ταῦτα ῥάβδος τε ἀργυρᾶ κατακεχρυσωμένη καὶ πῖλος ἀργυροῦς οὐχ ὅλην τὴν κεφαλὴν σκέπων, ἀλλ̓ ὥσπερ στεφάνη τελαμῶσιν ἀργυροῖς πανταχόθεν ἀνεχόμενος, καὶ τριβώνιόν τι λευκὸν ἐς χρυσῆν περόνην κατὰ τὸν δεξιὸν ὦμον ἐν χλαμύδος σχήματι Θετταλῆς ξυνιόν, χιτών τε λευκὸς ποικίλματα ἔχων, καὶ ἀρβύλη ἐπίχρυσος. [8] Βελισάριος δὲ ταῦτά τε αὐτοῖς ἔπεμψε καὶ χρήμασι πολλοῖς αὐτῶν ἕκαστον ἐδωρήσατο. [9] οὐ μέντοι αὐτῷ ἐς ξυμμαχίαν ἀφίκοντο, οὐ μὴν οὐδὲ Βανδίλοις ἐπαμύνειν ἐτόλμησαν, ἀλλ̓ ἐκποδὼν ἀμφοτέροις στάντες ἐκαραδόκουν ὅπη ποτὲ ἡ τοῦ πολέμου τύχη ἐκβήσεται. ὧδε μὲν Ῥωμαίοις τὰ πράγματα ε�
�χε. [10] Γελίμερ δὲ τῶν τινα Βανδίλων ἐς Σαρδὼ ἔπεμψεν, ἐπιστολὴν πρὸς Τζάζωνα τὸν ἀδελφὸν ἔχοντα. ὃς ἐς τὴν παραλίαν κατὰ τάχος ἐλθὼν ὁλκάδος τε ἀναγομένης ἐπιτυχών, ἐς Καρανάλεως τὸν λιμένα κατέπλευσε καὶ Τζάζωνι τὴν ἐπιστολὴν ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε: [11] ‘Οὐκ ἦν, οἶμαι, Γώδας ὁ τὴν νῆσον ἡμῶν ἀποστήσας, ἀλλά τις ἄτη ἐξ οὐρανοῦ ἐς Βανδίλους ἐπιπεσοῦσα. [12] σέ τε γὰρ ἐξ ἡμῶν καὶ Βανδίλων τοὺς δοκίμους ἀφελομένη ἅπαντα συλλήβδην ἐκ τοῦ Γιζερίχου οἴκου τὰ ἀγαθὰ ἥρπασεν. [13] οὐ γὰρ ἐπὶ τῷ ἀνασώσασθαι τὴν νῆσον ἡμῖν ἐνθένδε ἀπῆρας, ἀλλ̓ ὅπως Λιβύης Ἰουστινιανὸς κύριος ἔσται. τὰ γὰρ τῇ τύχῃ δόξαντα πρότερον πάρεστι τανῦν ἐκ τῶν ἀποβάντων εἰδέναι. [14] Βελισάριος μὲν οὖν στρατῷ ὀλίγῳ ἐφ̓ ἡμᾶς ἥκει: ἡ δὲ ἀρετὴ ἐκ Βανδίλων ἀπιοῦσα εὐθὺς ᾤχετο, μεθ̓ ἑαυτῆς λαβοῦσα τὴν ἀγαθὴν τύχην. [15] Ἀμμάτας μὲν γὰρ καὶ Γιβαμοῦνδος πεπτώκασι, μαλθακιζομένων Βανδίλων, ἵπποι δὲ καὶ νεώρια καὶ ξύμπας῾̣̣̓ Λιβύη καὶ οὐχ ἥκιστα αὐτὴ Καρχηδὼν ἔχοντἁ̣̣̓ ἤδη πρὸς τῶν πολεμίων. [16] οἱ δὲ κάθηνται, τὸ μὴ ἐν τοῖς πόνοις ἀνδραγαθίζεσθαι παίδων τε καὶ γυναικῶν ἀνταλλαξάμενοι καὶ πάντων χρημάτων, ἡμῖν τε ἀπολέλειπται μόνον τὸ Βούλλης πεδίον, οὗπερ ἡμᾶς ἡ εἰς ὑμᾶς ἐλπὶς καθίσασα εἴργει. [17] ἀλλὰ σὺ τυραννίδα τε καὶ Σαρδὼ καὶ τὰς περὶ ταῦτα φροντίδας ἐάσας ὅτι τάχιστα παντὶ τῷ στόλῳ εἰς ἡμᾶς ἧκε. οἷς γὰρ ὑπὲρ τῶν κεφαλαίων ὁ κίνδυνος, τἄλλα ἀκριβολογεῖσθαι ἀξύμφορον. [18] κοινῇ δὲ τὸ λοιπὸν ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους ἢ τύχην τὴν προτέραν ἀνασωσόμεθα, ἢ κερδανοῦμεν τὸ μὴ ἀλλήλων χωρὶς τὰ ἐκ τοῦ δαιμονίου ἐνεγκεῖν δύσκολα.’ [19] Ταῦτα ἐπεὶ Τζάζων εἶδέ τε ἀπενεχθέντα καὶ ἐς τοὺς Βανδίλους ἐξήνεγκεν, ἔς τε οἰμωγὰς καὶ ὀλοφύρσεις ἐτράποντο, οὐ μέντοι ἐκ τοῦ ἐμφανοῦς, ἀλλ̓ ὡς ἔνι μάλιστα ἐγκρυφιάζοντές τε καὶ τοὺς νησιώτας λανθάνοντες σιωπῇ ἐφ̓ ἑαυτῶν τὰ παρόντα σφίσιν ὠδύροντο. [20] καὶ αὐτίκα μὲν τὰ ἐν ποσίν, ὥς πη ἔτυχε, διαθέμενοι τὰς ναῦς ἐπλήρουν. [21] ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν ἣ Νουμίδας τε καὶ Μαυριτανοὺς διορίζει. [22] καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι. [23] οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλους τε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο. [24] ὅ τε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν τῷ τραχήλῳ περιεβαλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶχον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον, καὶ Βανδίλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ ταὐτὰ ἐποίει. [25] χρόνον τε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες, ἡδονῆς τῆς ἐνθένδε ἀπώναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα ῾ἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθεν σφίσι σπουδαιότατα δόξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν̓ οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανὸς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμπεσόντα ἐγίνετο. [26] οὐ μὴν οὐδὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. ταῦτα μὲν δὴ ταύτῃ πη ἔσχεν.

 

‹ Prev