Book Read Free

Delphi Complete Works of Procopius

Page 172

by Procopius of Caesarea


  Ἐπεὶ δὲ ἐς Καρχηδόνα ἀνέστρεφε, Βανδίλους τε ἅπαντας ἐν παρασκευῇ ἐποιεῖτο, ὅπως ἅμα ἦρι ἀρχομένῳ ἐς Βυζάντιον πέμψειε, καὶ στράτευμα ἔστελλεν ἐφ̓ ᾧ ἀνασώσοιντο Ῥωμαίοις ἅπαντα ὧν Βανδίλοι ἦρχον. [2] Κύριλλον μὲν οὖν ξὺν πλήθει πολλῷ ἐς Σαρδὼ ἔπεμψε, τὴν Τζάζωνος κεφαλὴν ἔχοντα, ἐπεὶ οἱ νησιῶται οὗτοι ἥκιστα προσχωρεῖν Ῥωμαίοις ἐβούλοντο, δεδιότες τε τοὺς Βανδίλους καὶ οὐκ ἂν οἰόμενοι ἀληθῆ εἶναι ὅσα σφίσι ξυνενεχθῆναι ἐν Τρικαμάρῳ ἐλέγετο. [3] τούτῳ δὲ τῷ Κυρίλλῳ ἐπήγγελλε μοῖραν τοῦ στρατοῦ ἐς Κουρσικὴν πέμψαντα τῇ Ῥωμαίων ἀρχῇ τὴν νῆσον ἀνακτήσασθαι, Βανδίλων κατήκοον τὰ πρότερα οὖσαν, ἣ Κύρνος μὲν ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλεῖτο, οὐ πόρρω δὲ ἀπὸ Σαρδοῦς ἐστιν. [4] ὁ δὲ ἐς Σαρδὼ ἀφικόμενος τήν τε Τζάζωνος κεφαλὴν τοῖς ταύτῃ ᾠκημένοις ἐπέδειξε καὶ ἄμφω τὰ νήσω τῇ Ῥωμαίων βασιλείᾳ ἐς φόρου ἀπαγωγὴν ἀνεσώσατο. [5] ἐς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανοῖς Βελισάριος Ἰωάννην ξὺν λόχῳ πεζικῷ οὗ δὴ αὐτὸς ἡγεῖτο ἔπεμψεν, ἣ ὁδῷ μὲν ἡμερῶν τριάκοντα εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχει, ἐς Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς ἰόντι: κεῖται δὲ ἐπὶ θαλάσσῃ, μεγάλη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα. [6] Ἰωάννην δὲ ἄλλον, τῶν οἰκείων ὑπασπιστῶν ἕνα, ἐς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλέους στηλῶν ἔπεμψε, τὸ ἐκείνῃ φρούριον, ὃ Σέπτον καλοῦσι, καθέξοντα. [7] ἐς δὲ τὰς νήσους αἵπερ ἀγχοῦ εἰσι τῆς ὠκεανοῦ ἐσβολῆς, Ἔβουσά τε καὶ Μαϊορίκα καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι, Ἀπολλινάριον ἔστειλεν, ὃς ἐξ Ἰταλίας μὲν ὥρμητο, μειράκιον δὲ ὢν ἔτι ἐς Λιβύην ἀφῖκτο. [8] καὶ πολλοῖς χρήμασι πρὸς Ἰλδερίχου τότε Βανδίλων ἡγουμένου δεδωρημένος, ἐπεὶ παρελέλυτο τῆς ἀρχῆς Ἰλδέριχος καὶ ἐν φυλακῇ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, εἴχετο, ἐς Ἰουστινιανὸν βασιλέα ξὺν Λίβυσι τοῖς ἄλλοις οἳ τὰ Ἰλδερίχου ἔπρασσον, ἱκετεύσων ἦλθε. [9] στρατεύσας τε ξὺν τῷ Ῥωμαίων στόλῳ ἐπὶ Γελίμερα καὶ Βανδίλους, ἀνὴρ ἀγαθὸς ἐν τῷ πολέμῳ τῷδε καὶ πάντων μάλιστα ἐν Τρικαμάρῳ ἐγένετο. καὶ ἀπ̓ αὐτοῦ τοῦ ἔργου Βελισάριος τὰς νήσους οἱ τάσδε ἐπέτρεψε. [10] μετὰ δὲ καὶ ἐς Τρίπολιν Πουδεντίῳ τε καὶ Ταττιμοὺθ πρὸς τὧ̣̣̓ ἐκείνῃ Μαυρουσίων πιεζομένοις στράτευμα πέμ̣̣̔̓ ψας τὴν Ῥωμαίων δύναμιν ταύτῃ ἐπέρρωσε. [11] Στείλας δὲ καὶ ἐς Σικελίαν τινάς, ἐφ̓ ᾧ τ̣̣̔̓ ἐν Λιλυβαίῳ φρούριον ἅτε τῇ Βανδίλων ἀρχ̣̣̔̓ προσῆκον ἕξουσιν, ἀπεκρούσθη ἐνθένδε, Γότθὡ̣̣̓ ἥκιστα ἀξιούντων Σικελίας τινὰ ξυγχωρεῖν μὁ̣̣̓ ραν, ὡς οὐδὲν τὸ φρούριον τοῦτο Βανδίλοι προσῆκον. [12] ὁ δέ, ἐπεὶ ταῦτα ἤκουσε, πρὸς τοὺ ἄρχοντας οἳ ταύτῃ ἦσαν ἔγραψε τάδε: ‘Λιλύβαιο τὸ Βανδίλων φρούριον τῶν βασιλέως δούλω ἀποστερεῖτε ἡμᾶς, οὐ δίκαια ποιοῦντες οὐδὲ ὑμἷ̣̣̓ αὐτοῖς ξύμφορα, καὶ ἄρχοντι τῷ ὑμετέρῳ οὔτι ἑκόντι καὶ μακρὰν ἀπολελειμμένῳ τῶν πρασς῾̣̣̓ μένων ἐκπολεμῶσαι βούλεσθε βασιλέα τὸν μέγἁ̣̣̓ οὗ τὴν εὔνοιαν πόνῳ πολλῷ κτησάμενος ἔχἑ̣̣̓ [13] καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ ἀνθρωπείου τρόπὁ̣̣̓ ποιεῖν δόξαιτε, εἰ Γελίμερα μὲν ἔναγχος ἔχει ξυνεχωρεῖτε τὸ φρούριον, βασιλέα δὲ τὸν τὁ̣̣̓ Γελίμερος κύριον ἀφαιρεῖσθαι τὰ τοῦ δούλὁ̣̣̓ κτήματα ἔγνωτε; [14] μὴ ὑμεῖς γε, ὦ βέλτιστοι. ἀλλ ἐνθυμεῖσθε, ὡς φιλία μὲν αἰτίας πολλὰς καλὕ̣̣̓ πτειν πέφυκεν, ἔχθρα δὲ οὐδὲ τῶν σμικροτάτὡ̣̣̓ ἀδικημάτων ἀνέχεται, ἀλλὰ διερευνᾶται μὲ ἅπαντα ἄνωθεν, οὐ περιορᾷ δὲ πλουτοῦντας τοῖ γε οὐδὲν προσήκουσι τοὺς πολεμίους. [15] εἶτ̣̣̔̓ μάχεται ὑπὲρ ὧν τοὺς προγόνους ἠδικῆσθαί φηὁ̣̣̓ καὶ ἢν μὲν σφαλῇ ἐν τῷ κινδύνῳ, ἀπώλεσε τὸ ὑπαρχόντων οὐδέν, εὐημερήσασα δὲ μεταμανθάνε ποιεῖ τοὺς ἡσσημένους τὸ σύγγνωμον. [16] ὑμεῖς ὁ̣̣̓ μήτε δράσητε ἡμᾶς μηδὲν περαιτέρω κακὸν μἥ̣̣̓ αὐτοὶ πάθητε, μήτε πολέμιον κατεργάσησθε τ̣̣̔̓ Γότθων γένει βασιλέα τὸν μέγαν, ὃν ὑμῖν ἵλεω εἶναι ἐν εὐχῇ ἐστιν. [17] εὖ γὰρ ἴστε ὡς τοῦδε μετ̣̣̔̓ ποιουμένοις ὑμῖν τοῦ φρουρίου ὁ πόλεμος ἐν πος ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου μόνον, ἀλλ̓ ὑπ̣̣̔̓ ἁπάντων ὧν οὐδὲν προσῆκον ὑμῖν εἶτα ἀντέχεσθε.’ [18] Τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. Γότθοἱ̣̣̓ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τ̣̣̔̓ μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμέν̣̣̔̓ σφίσιν ἀπεκρίναντο ὧδε: [19] ‘Τὰ γράμματα γέγραφας, ἄριστε Βελισάριε, παραίνεσιν μ̣̣̔̓ ἀληθῆ φέρει, ἐς ἄλλους δὲ ἀνθρώπων τινάς, ὁ̣̣̓ εἰς τοὺς Γότθους ἡμᾶς ἥκουσαν. [20] ἡμεῖς γὰρ οὐδ̣̣̔̓ τῶν βασιλέως Ἰουστινιανοῦ λαβόντες ἔχομε μή ποτε οὕτω μανείημεν: Σικελίαν δὲ ξύμπας῾̣̣̓ προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ ἄκρα μἵ̣̣̓ τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν. [21] εἰ δὲ Θευδέριχ̣̣̔̓ τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοικοῦς῾̣̣̓ τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθα οὐδὲν τοῦτο πρᾶγμα. [22] οὐ γὰρ ἂν τοῦτο δικαἱ̣̣̓ ματος ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, στρατηγέ, πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤ γε τῶν ἐν ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐ ὡς πολέμιος, ἀλλ̓ ἅτε φίλος ποιεῖσθαι θέλοις διαφέρει δέ, [23] ὅτι οἱ μὲν φίλοι τὰ διάφορα ἐν τ̣̣̔̓ διαίτῃ, οἱ δὲ πολέμιοι ἐν τῇ μάχῃ διακρίνειν πεφ κασιν. [24] ἡμεῖς μὲν οὖν �
�ουστινιανῷ βασιλεῖ πε τούτων διαιτᾶν ἐπιτρέψομεν, ὅπη ἂν αὐτῷ δὁ̣̣̓ νόμιμά τε εἶναι καὶ δίκαια. βουλόμεθα δέ σε ῾̣̣̓ βέλτιστα βουλεύσασθαι μᾶλλον ἢ ὡς ταχύτατ̣̣̔̓ καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθ̣̣̔̓ γνῶσιν.’ τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφ ἐδήλου. [25] Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλ ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη.

  Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε κ̣̣̔̓ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰ μενος οἵους τε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίὁ̣̣̓ ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀν̣̣̔̓ βάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντ̣̣̔̓ μὲν οὖν εὖ μάλα ἐξοπλίσας τοὺς ἑπομένους ἀν βαινε. [2] βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ῾̣̣̓ χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμ̣̣̔̓ εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο. [3] καρτερῶς ῾̣̣̓ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν κ̣̣̔̓ ἑκατὸν τῶν ἀμφ̓ αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπ θανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθε ἀνεχώρησε, καὶ ἀπ̓ αὐτοῦ ἀποπειράσασθαι μ̣̣̔̓ τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐ̣̣̔̓ έτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδας μένην, ῾̣̣̓ ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμεν τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρισειαν καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τ̣̣̔̓ τῶν ἔξωθεν ἐς αὐτοὺς φέρεσθαι. [4] ἔνθα δὴ τῷ τ̣̣̔̓ Γελίμερι καὶ τοῖς ἀμφ̓ αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπες῾̣̣̓ κακοπαθείᾳ χρῆσθαι ἥν, ὅπως ποτὲ εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι. [5] ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύχηκεν εἶναι. [6] οἱ μὲν γάρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ ὅσα δὴ γῆ τε καὶ θάλασσα ἥδιστά τε καὶ ἄριστα φέρει. [7] ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο. [8] καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνἑ̣̣̓ ἐν ἀνθρώποις εἶναι. [9] καὶ ᾤκηντο μὲν αὐτῶν ὁ̣̣̓ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι: ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο. [10] Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγκαίῳ κακῷ ἐξιστάμενοι. [11] καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑποστρωννύντες. [12] ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται. [13] ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθόν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθάς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι [14] τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὃ̣̣̓ Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο. [15] Ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε: ‘Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτων τε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα. [16] ὅσα δέ με ἄνθρωπον ὄντ̣̣̔̓ εἰδέναι ἀνάγκη, ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα. [17] τί ποτε ἄρα πεπονθώς, ὦ φίλ̣̣̔̓ Γελίμερ, οὐ σαυτὸν μόνον, ἀλλὰ καὶ ξύμπαν τ̣̣̔̓ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο ἐμβέβληκας ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος; [18] πάντως γάρ ς῾̣̣̓ καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευθερίἁ̣̣̓ προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηῥ̣̣̓ ἀνταλλάσσεσθαι ἄξιον. [19] εἶτα νῦν Μαυρουσίὡ̣̣̓ τοῖς γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ αὐτοῖς ἔχεις; [20] καίτοι πῶς ἂν οὐχὶ τῷ παντ ἄμεινον εἴη δουλεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ῾̣̣̓ τυραννεῖν ἐν Παπούᾳ τε καὶ Μαυρουσίοις; [21] πάν τως δέ σοι καὶ τὸ ξυνδούλῳ Βελισαρίῳ εἶνα ὑπερβολή τις ὕβρεως φαίνεται. [22] ἄπαγε, ὦ βέλ τιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν αὐχοῦμεν; κα μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ βουλομέν̣̣̔̓ εἶναι ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιήσασθαι τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρι κίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ κα χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τ ἐθέλειν ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σὁ̣̣̓ πίστεις διδόντα. [23] σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρ ἤνεγκε, φέρειν γενναίως οἷός τε εἶ πάντα τ ἐνθένδε ἀνθρώπῳ γε ὄντι ἀναγκαῖα εἶναι οἰόμενὁ̣̣̓ [24] ἢν δέ τινι ἀγαθῷ τὰ δυσχερῆ ταῦτα ξυγκερἁ̣̣̓ νύειν βεβούλευται, τοῦτο δὲ αὐτὸς ἐθελούσἱ̣̣�
� δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ ὁμοίως τοῖς φλἁ̣̣̓ ροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ τῆς τύχ̣̣̔̓ ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ τὁ̣̣̓ σφόδρα ἀνοήτοις δοκεῖ. [25] σοὶ δὲ νῦν μὲν βεβαπτἱ̣̣̓ μένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκός, σὑ̣̣̓ βαίνει εἶναι: [26] ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλἵ̣̣̓ τρέπεσθαι πέφυκεν: ἢν δὲ φέρειν τὴν διάνοἱ̣̣̓ τὴν σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλ̣̣̔̓ λομένην ἀγανακτεῖν, παρέσται σοι αὐτίκα ῾̣̣̓ μάλα τά τε ξύμφορα ἑλέσθαι ἅπαντα καὶ τ̣̣̔̓ ἐπικειμένων ἀπηλλάχθαι κακῶν.’ [27] Ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσας τε δεινῶς ἀντέγραψεν ὧδε: ‘Καὶ τῆς ξυμβουλῆς ἥν μοι ἐποιήσω πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παῤ οὗ ἂν δίκην εὐξαίμην λαβεῖν, εἴ μοι ὁ θεὸς ἵλεως εἴη, ὅς γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών. [28] καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γ̣̣̔̓ ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς ξυμβήσεσθαί τ̣̣̔̓ ὧν οὐκ ἂν ἕλοιτο. [29] ἐγὼ μέντοι περαιτέρω τ̣̣̔̓ γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν ἔννοιαν ἡ παροῦσα τύχη. [30] ἀλλὰ χαῖρέ μοι, ῾̣̣̓ φίλε Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον [31] ἕνα καὶ σπόγγον δεομένῳ πέμπε.’ ταῦτα ἐπἑ̣̣̓ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον ὠπτημένον εἶδε. [32] σπόγγος δέ οἱ ἀναγκαῖος εἴη τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τ̣̣̔̓ ἀλουσίᾳ, ἐς ἄγαν ἐπῆρται. [33] κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε κα ἀποκλαῦσαι ἐπείγεται. [34] ταῦτα ἀκούσας Φάρἁ̣̣̓ περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπο λοφυράμενος κατὰ τὰ γεγραμμένα ἐποίει κα πάντα ἔπεμπεν ὅσων αὐτοῦ ἔχρῃζε Γελίμερ. τῆς μέντοι προσεδρείας οὐδὲν μεθιεὶς ἐφύλασσε μᾶλλον ἢ πρότερον.

 

‹ Prev