Delphi Complete Works of Procopius
Page 173
Ἤδη δὲ τριῶν μηνῶν χρόνος ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ ἐτρίβη καὶ ὁ χειμὼν ἐτελεύτα. καὶ ὁ Γελίμερ ἐδεδίει, τοὺς πολιορκοῦντας ἐπ̓ αὐτὸν οὐκ εἰς μακρὰν ἀναβήσεσθαι ὑποτοπάζων: καὶ τῶν οἱ συγγενῶν παιδίων τὰ πλεῖστα σώματα σκώληκας ἐν ταύτῃ δὴ τῇ ταλαιπωρίᾳ ἠφίει. [2] καὶ ἐν ἅπασι μὲν περιώδυνος ἦν, ἐς ἅπαντα δέ, πλήν γε δὴ τοῦ θνήσκειν, δυσάρεστος, τῇ μέντοι κακοπαθείᾳ παρὰ δόξαν ἀντεῖχεν, ἕως οἱ θέαμα ἰδεῖν ξυνηνέχθη τοιόνδε. [3] γυνή τις Μαυρουσία σῖτον ὀλίγον ἀμωσγέπως ξυγκοψαμένη, μᾶζαν δὲ ἐνθένδε βραχεῖαν κομιδῆ ποιησαμένη ἐς ζέουσαν τὴν σποδιὰν τὴν ἐν τῇ ἐσχάρᾳ ἐνέβαλεν. οὕτω γὰρ νόμος ἐν Μαυρουσίοις τοὺς ἄρτους ὀπτᾶσθαι. [4] παρὰ ταύτην δὴ τὴν ἐσχάραν δύο παῖδε καθημένω καὶ τῷ λιμῷ ὑπεράγαν βιαζομένω, ἅτερος μὲν αὐτῆς τῆς ἀνθρώπου υἱὸς ἣ τὴν μᾶζαν ἐμβεβλημένη ἐτύγχανεν, ὁ δὲ ἕτερος Γελίμερος ἀδελφιδοῦς ὤν, ἐβουλέσθην ταύτην δὴ τὴν μᾶζαν ἁρπάσασθαι, ἐπειδὰν αὐτοῖς τάχιστα ὠπτῆσθαι δοκῇ. [5] τούτοιν τοῖν παίδοιν ὁ μὲν Βανδίλος προτερήσας ἔφθασέ τε τὴν μᾶζαν ἁρπάσας καὶ ζέουσαν ἔτι ὡς μάλιστα σποδιᾶς τε ἀνάπλεων οὖσαν, ὑπερβιαζομένου αὐτὸν τοῦ λιμοῦ, ἐς τὸ στόμα ἐμβαλόμενος ἤσθιεν, ὁ δὲ ἕτερος λαβόμενος αὐτοῦ τῶν ἐν τῇ κεφαλῇ τριχῶν ἐπάταξέ τε κατὰ κόρρης καὶ αὖθις ῥαπίσας ἠνάγκασε τὴν μᾶζαν ξὺν βίᾳ πολλῇ ἀποβαλεῖν ἤδη ἐν τῇ φάρυγγι οὖσαν. [6] τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ ῾παρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν̓ ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε: [7] ‘Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ̓ ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, ὦ βέλτιστε Φάρα. [8] εἰσῆλθε γάρ με ἡ σὴ ξυμβουλή, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ̓ ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ: ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω. [9] ἐγὼ γάρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.’ [10] Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη. [11] Βελισάριος δὲ ῾καὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη. [12] οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν. [13] ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος, [14] ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παῤ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν. [15] οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι. [16] περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει, [17] καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο. [18] Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι: [19] τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις, [20] εἶτα ἀποβάντα θαύματος ἄξια ἔδοξεν εἶναι: εἰ μέντοι τοιαῦτα ἔργα πώποτε γεγενῆσθαι τετύχηκεν οὐκ ἔχω εἰπεῖν, τὸν Γιζερίχου τέταρτον ἀπόγονον καὶ τὴν βασιλείαν τὴν αὐτοῦ πλούτῳ τε καὶ στρατιωτῶν δυνάμει ἀκμάζουσαν πρὸς πεντακισχιλίων ἀνδρῶν ἐπηλύδων τε καὶ οὐκ ἐχόντων ὅποι ὁρμίζοιντο ἐν χρόνῳ οὕτω βραχεῖ καταλελύσθαι. [21] τοσοῦτον γὰρ ἦν τὸ τῶν ἱππέων πλῆθος τῶν Βελισαρίῳ ἐπισπομένων, οἳ καὶ τὸν πόλεμον πάντα πρὸς Βανδίλους διήνεγκαν. τοῦτο γὰρ εἴτε τύχῃ εἴτε τινὶ ἀρετῇ γέγονε, δικα
ίως ἄν τις αὐτὸ ἀγασθείη. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
Ὁ μὲν οὖν Βανδιλικὸς πόλεμος ἐτελεύτα ὧδε. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίγνεσθαι, ᾤδαινεν ἤδη ἐς Βελισάριον, καίπερ αὐτῷ οὐδεμίαν παρέχοντα σκῆψιν. [2] τῶν γὰρ ἀρχόντων τινὲς διέβαλον αὐτὸν ἐς βασιλέα, τυραννίδα αὐτῷ οὐδαμόθεν προσήκουσαν ἐπικαλοῦντες. [3] βασιλεὺς δὲ ταῦτα μὲν ἐς τὸ πᾶν οὐκ ἐξήνεγκεν, ἢ τὴν διαβολὴν ἐν ὀλιγωρίᾳ ποιησάμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη. [4] Σολόμωνα δὲ πέμψας αἵρεσιν Βελισαρίῳ παρέσχετο ἑλέσθαι ὁποτέραν ἂν αὐτῷ βουλομένῳ εἴη, πότερα ξὺν Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἥκειν, ἢ αὐτοῦ μένοντ̣̣̔̓ ἐκείνους στεῖλαι. [5] ὁ δὲ ῾οὐ γὰρ ἔλαθον αὐτὸν ὁ̣̣̓ ἄρχοντες τὴν τυραννίδα ἐπενεγκόντες᾿ ἐς Βυζάντιον ἀφικέσθαι ἠπείγετο, ὅπως δὴ τήν τε αἰτίἁ̣̣̓ ἐκλύσηται καὶ τοὺς διαβαλόντας μετελθεῖν δύνηται. ὅτῳ δὲ τρόπῳ τὴν τῶν κατηγόρων πεῖραν ἔμαθεν, ἐρῶν ἔρχομαι. [6] ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδ̣̣̔̓ γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυς῾̣̣̓ δύο στέλλειν διενοοῦντο. [7] τούτοιν ἅτερος μὲν λαθὼν. ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα [8] ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε. [9] Μαυρούσιοι δὲ ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἀπὸ τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο [10] ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες. [11] οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ̓ αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω. [12] ἡνίκα ὁ βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο. [13] ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων οὐδενὸς ἧσσον. [14] τότε οὖν πυνθανομένοις αὐτοῖς, ὥσπερ ἐρρήθη, αἱ γυναῖκες ἀνεῖλον, στρατὸν ἐξ ὑδάτων, Βανδίλων κατάλυσιν, Μαυρουσίων φθοράν τε καὶ ἧτταν, [15] ὅτε Ῥωμαίοις ὁ στρατηγὸς ἀγένειος ἔλθοι. ταῦτα ἀκούσαντες οἱ Μαυρούσιοι, ἐπεὶ τὸ βασιλέως στράτευμα εἶδον ἐκ θαλάσσης ἧκον, ἐν δέει τε μεγάλῳ ἐγένοντο καὶ ξυμμαχεῖν Βανδίλοις ἥκιστα ἤθελον, ἀλλ̓ ἐς Βελισάριον πέμψαντες καὶ τὴν εἰρήνην, ὡς πρόσθεν δεδήλωται, κρατυνάμενοι ἡσύχαζόν τε καὶ τὸ μέλλον ὅπη ἐκβήσεται ἐκαραδόκουν. [16] ἐπεὶ δὲ Βανδίλων τὰ πράγματα ἤδη ἐς πέρας ἀφῖκτο, πέμπουσιν ἐς τὸ Ῥωμαίων στράτευμα, διερευνώμενοι εἴ τις αὐτοῖς ἐν ἀρχῇ ἀγένειός ἐστιν. [17] ἐπεὶ δὲ ἅπαντας πώγωνος ἑώρων ἐμπιπλαμένους, οὐ χρόνον τὸν παρόντα τὸ μαντεῖον σημαίνειν σφίσιν ᾤοντο, ἀλλὰ πολλαῖς γενεαῖς ὕστερον, ταύτῃ τὸ λόγιον ἑρμηνεύοντες, ᾗ αὐτοὶ ἤθελον. [18] αὐτίκα μὲν οὖν ἐς τὴν διάλυσιν τῶν σπονδῶν ὥρμηντο, ἀλλὰ τὸ ἐκ Βελισαρίου δέος αὐτοὺς διεκώλυεν. [19] οὐ γάρ ποτε πολέμῳ Ῥωμαίων περιέσεσθαι, παρόντος γε αὐτοῦ, ἐν ἐλπίδι εἶχον. [20] ὡς δὲ τὴν ἄφοδον αὐτοῦ σὺν τοῖς ὑπασπισταῖς τοῖς αὐτοῦ καὶ δορυφόροις ποιεῖσθαι ἤκουσαν, ἤδη τε τὰς ναῦς ὑπ̓ αὐτῶν τε καὶ Βανδίλων πληροῦσθαι ἐπύθοντο, τὰ ὅπλα ἐξαπιναίως ἀράμενοι ἅπασαν κακοῦ ἰδέαν ἐς τοὺς Λίβυας ἐπεδείξαντο. [21] οἱ γὰρ στρατιῶται ὀλίγοι τε ἐν ἑκάστῃ ἐσχατιᾶς χώρᾳ καὶ ἔτι ἀπαράσκευοι ὄντες, καταθέουσιν οὐκ ἂν εἶχον πανταχόσε τοῖς βαρβάροις ἀνθίστασθαι, οὐδὲ τὰς ἐπεκδρομὰς συχνάς τε καὶ οὐκ ἐκ τοῦ ἐμφανοῦς γινομένας διακωλύσειν. [22] ἀλλ̓ ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τά τε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς ἡ χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ ἤδη που ἀναγομένῳ ἠγγέλλετο. [23] καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶν τε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ πολλῇ τίσασθαι. [24] καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳ τε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι: ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς Βελισαρίου γυναικὸς ἦν. [25] ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντός τε καὶ διαφθείραντο
ς κατ̓ ἀρχὰς ἅπαντα, Τρύφων τε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ̓ ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐδὲ φορητοὶ ἔδοξαν εἶναι.