Delphi Complete Works of Procopius
Page 192
Γότθοι δὲ ὅσοις ἀμφί τε Ῥώμην καὶ τὰ ἐκείνῃ χωρία ξυνέπεσεν εἶναι, καὶ πρότερον τὴν Θευδάτου ἡσυχίαν ἐν θαύματι μεγάλῳ ποιούμενοι, ὅτι δὴ ἐν γειτόνων οὖσι τοῖς πολεμίοις οὐ βούλοιτο διὰ μάχης ἰέναι, ἐν σφίσι τε αὐτοῖς ὑποψίᾳ πολλῇ ἐς αὐτὸν χρώμενοι, ὡς δὴ τὰ Γότθων πράγματα προδιδοῖ Ἰουστινιανῷ βασιλεῖ ἐθελουσίως, ἄλλο τέ οἱ οὐδὲν ἐπιμελὲς εἴη, πλήν γε δὴ ὅπως αὐτὸς ἡσυχῆ βιοτεύοι, ὡς πλεῖστα περιβαλλόμενος χρήματα, ἐπειδὴ ἁλῶναι Νεάπολιν ἤκουσαν, ἅπαντά οἱ ταῦτα ἐκ τοῦ ἐμφανοῦς ἤδη ἐπικαλοῦντες ἐς χωρίον ξυνελέγησαν Ῥώμης ὀγδοήκοντα καὶ διακοσίους σταδίους διέχον, ὅπερ Ῥωμαῖοι καλοῦσι Ῥεγάτα: ἐνταῦθα ἐνστρατοπεδεύσασθαι σφίσιν ἔδοξεν ἄριστον εἶναι: πεδία γὰρ πολλὰ ἐνταῦθά ἐστιν ἱππόβοτα. [2] ῥεῖ δὲ καὶ ποταμός, ὃν Δεκεννόβιον τῇ Λατίνων φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι, ὅτι δὴ ἐννεακαίδεκα περιιὼν σημεῖα, ὅπερ ξύνεισιν ἐς τρισκαίδεκα καὶ ἑκατὸν σταδίους, οὕτω δὴ ἐκβάλλει ἐς θάλασσαν ἀμφὶ πόλιν Ταρακίνην, ἧς ἄγχιστα ὄρος τὸ Κίρκαιόν ἐστιν, οὗ τὸν Ὀδυσσέα τῇ Κίρκῃ ξυγγενέσθαι φασίν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἐπεὶ ἐν νήσῳ Ὅμηρος τὰ τῆς Κίρκης οἰκία ἰσχυρίζεται εἶναι. [3] ἐκεῖνο μέντοι ἔχω εἰπεῖν, ὡς τὸ Κίρκαιον τοῦτο, ἐπὶ πολὺ τῆς θαλάσσης διῆκον, νήσῳ ἐμφερές ἐστι, καὶ τοῖς τε πλέουσιν ἄγχιστα τοῖς τε ἐς τὴν ἐκείνῃ ἠϊόνα βαδίζουσι νῆσος δοκεῖ ἐπὶ πλεῖστον εἶναι. καὶ ἐπειδάν τις ἐν αὐτῷ γένηται, τότε δὴ μεταμανθάνει ψευσθῆναι τῆς δόξης τὰ πρότερα. [4] καὶ διὰ τοῦτο Ὅμηρος ἴσως νῆσον τὸ χωρίον ὠνόμασεν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἄνειμι. [5] Γότθοι, ἐπειδὴ ἐς Ῥεγάτα ξυνελέγησαν, βασιλέα σφίσι τε καὶ Ἰταλιώταις Οὐίττιγιν εἵλοντο, ἄνδρα οἰκίας μὲν οὐκ ἐπιφανοῦς ὄντα, ἐν μάχαις δὲ ταῖς ἀμφὶ Σίρμιον λίαν εὐδοκιμηκότα τὸ πρότερον, ἡνίκα τὸν πρὸς Γήπαιδας πόλεμον Θευδέριχος διέφερε. [6] Θευδάτος μὲν οὖν ταῦτα ἀκούσας ἐς φυγήν τε ὥρμητο καὶ τὴν ἐπὶ Ῥάβενναν ἤλαυνεν. Οὐίττιγις δὲ κατὰ τάχος Ὄπταριν ἔπεμψεν, ἄνδρα Γότθον, ἐπιστείλας αὐτῷ ἢ ζῶντα ἢ νεκρὸν ἀγαγεῖν Θευδάτον. [7] ἐτύγχανε δὲ τῷ Θευδάτῳ οὗτος ὁ Ὄπταρις χαλεπῶς ἔχων ἐξ αἰτίας τοιᾶσδε. κόρην τινὰ Ὄπταρις ἐπίκληρόν τε καὶ τὴν ὄψιν εὐπρεπῆ οὖσαν ἐμνηστεύετο. [8] ταύτην Θευδάτος ἀφελόμενος τὸν μνηστῆρα τοῦτον, χρήμασιν ἀναπεισθείς, ἑτέρῳ ἠγγύησε. διὸ δὴ τῷ τε θυμῷ καὶ Οὐιττίγιδι χαριζόμενος, πολλῇ Θευδάτον σπουδῇ τε καὶ προθυμίᾳ, οὔτε νύκτα ἀνεὶς οὔτε ἡμέραν, ἐδίωκε. [9] καὶ αὐτὸν ἐν ὁδῷ ἔτι πορευόμενον καταλαμβάνει, ἐς ἔδαφός τε ὕπτιον ἀνακλίνας ὥσπερ ἱερεῖόν τι ἔθυσεν. αὕτη τε Θευδάτῳ καταστροφὴ τοῦ τε βίου καὶ τῆς ἡγεμονίας, τρίτον ἐχούσης ἔτος, ἐγένετο. [10] Οὐίττιγις δὲ ἅμα Γότθοις τοῖς παροῦσιν ἐς Ῥώμην ἐσήλαυνε. γνούς τε τὰ Θευδάτῳ ξυνενεχθέντα, ἥσθη τε καὶ αὐτοῦ τὸν παῖδα Θευδέγισκλον ἐν φυλακῇ ἐποιήσατο. [11] καὶ ἐπειδὴ τὰ Γότθων πράγματα ἥκιστά οἱ ἐν παρασκευῇ ἔδοξεν εἶναι, βέλτιον ἐνόμισεν ἐς Ῥάβενναν πρῶτον ἰέναι, ἐνταῦθά τε πάντα ἐξαρτυσαμένῳ ὡς ἄριστα οὕτω δὴ καθίστασθαι ἐς τὸν πόλεμον. ξυγκαλέσας οὖν ἅπαντας ἔλεξε τοιάδε: [12] ‘Αἱ μέγισται τῶν πράξεων, ἄνδρες συστρατιῶται, οὐ καιρῶν ὀξύτητι, ἀλλ̓ εὐβουλίᾳ φιλοῦσιν ὀρθοῦσθαι. [13] πολλάκις γὰρ μέλλησίς τε εἰς τὸν καιρὸν ἐλθοῦσα μᾶλλον ὤνησε καὶ σπουδὴ οὐκ ἐν δέοντι ἐπιδειχθεῖσα πολλοῖς ἀνεχαίτισε τὴν τοῦ κατορθώσειν ἐλπίδα. [14] ῥᾷον γὰρ οἱ πλεῖστοι ἀπαράσκευοι μέν, ἐξ ἀντιπάλου δὲ τῆς δυνάμεως μαχόμενοι, ἡσσῶνται ἢ ὅσοι τὴν ἐλάσσω ἰσχὺν ὡς ἄριστα παρασκευασάμενοι ἐς τὸν ἀγῶνα κατέστησαν. [15] μὴ τοίνυν τῷ παραυτίκα φιλοτίμῳ ἐπαιρόμενοι τὰ ἀνήκεστα ἡμᾶς αὐτοὺς ἐργασώμεθα: κρεῖσσον γὰρ ἐν χρόνῳ βραχεῖ αἰσχυνομένους τὴν εὔκλειαν ἀπέραντον διασώσασθαι ἢ τὴν ἐν τῷ παραυτίκα φυγόντας ὕβριν ἐς ἅπαντα τὸν αἰῶνα, ὡς τὸ εἰκός, ἐγκαλύπτεσθαι. [16] καίτοι καὶ ὑμεῖς δή που ἐπίστασθε ὡς τό τε Γότθων πλῆθος καὶ ξύμπασαν σχεδόν τι τὴν τῶν ὅπλων σκευὴν ἔν τε Γαλλίαις καὶ Βενετίαις καὶ χώραις ταῖς ἑκαστάτω ξυμβαίνει εἶναι. [17] καὶ μὴν καὶ πρὸς τὰ Φράγγων ἔθνη οὐχ ἥσσω τοῦδε πόλεμον διαφέρομεν, ὃν δὴ οὐκ εὖ διαθεμένους ἐφ̓ ἕτερον χωρεῖν πολλὴ ἄνοια. τοὺς γὰρ ἐς ἀμφίβολόν τι καθισταμένους καὶ οὐ πρὸς ἕνα πολέμιον ὁρῶντας τῶν ἐναντίων ἡσσᾶσθαι εἰκός. [18] ἐγὼ δέ φημι χρῆναι νῦν μὲν εὐθὺ Ῥαβέννης ἐνθένδε ἰέναι, τὸν δὲ πρὸς Φράγγους πόλεμον διαλύσαντας τἄλλα τε διῳκημένους ὡς ἄριστα οὕτω δὴ Βελισαρίῳ παντὶ τῷ Γότθων στρατῷ διαμάχεσθαι. [19] καί μοι τὴν ἀναχώρησιν τήνδε ὑμῶν ὑποστελλέσθω μηδείς, μηδὲ φυγὴν αὐτὴν ὀνομάζειν ὀκνείτω. [20] δειλίας μὲν γὰρ προσηγορία ἐπιτηδείως προσπεσοῦσα πολλοὺς ὤρθωσεν, ἀνδρείας δὲ ὄνομα οὐκ ἐν τῷ καθήκοντι χρόνῳ τισὶν ἐγγενόμενον, εἶτα ἐς ἧτταν ἐχώρησεν. [21] οὐ γὰρ τοῖς τῶν πραγμάτων ὀνόμασιν, ἀλλὰ τῷ ξυμφόρῳ τῶν ἔργων ἕπεσθαι ἄξιον. ἀνδρός τε γὰρ ἀρετὴν οὐκ ἀρχόμεναι δηλοῦσιν αἱ πράξεις, ἀλλὰ τελευτῶσαι μηνύουσι. [22] φεύγουσι δὲ τοὺς πολεμίους οὐχ οἳ ἂν μετὰ μείζονος τῆς παρασκευῆς αὐτίκα μάλα ἐπ̓ αὐτοὺς ἥκοιεν, ἀλλ̓ ὅσοι τὰ σφέ�
�ερα αὐτῶν σώματα ἐς ἀεὶ διασώζειν βουλόμενοι ἐκποδὼν ἵστανται. πόλεώς τε τῆσδε ἁλώσεως πέρι μηδενὶ ὑμῶν γινέσθω τι δέος. [23] ἤν τε γὰρ Ῥωμαῖοι ἡμῖν εὐνοϊκῶς ἔχωσι, τὴν πόλιν ἐν βεβαίῳ Γότθοις φυλάξουσιν, ἀνάγκης τε πεῖραν οὐδεμιᾶς ἕξουσιν, [24] ἐπεὶ ἐν βραχεῖ αὐτοῖς ἐπανήξομεν χρόνῳ. καὶ ἤν τι ὕποπτον αὐτοῖς ἐς ἡμᾶς ἐστιν, ἐλάσσω βλάψουσι τῇ πόλει τοὺς πολεμίους δεξάμενοι: ἄμεινον γὰρ πρὸς δυσμενεῖς ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι. [25] ὅπως μέντοι μηδέν τι ξυμβήσεται τοιοῦτον, ἐγὼ προνοήσω. ἄνδρας τε γὰρ πολλοὺς καὶ ἄρχοντα ξυνετώτατον ἀπολείψομεν, οἳ Ῥώμην φυλάξαι ἱκανοὶ ἔσονται, ὥστε καὶ ταῦτα ἡμῖν ἐν καλῷ κείσεται καὶ οὐδὲν ἂν ἐκ τῆσδε ἡμῶν τῆς ἀναχωρήσεως γένοιτο βλάβος.’ [26] Οὐίττιγις μὲν τοσαῦτα εἶπεν. ἐπαινέσαντες δὲ Γότθοι ἅπαντες παρεσκευάζοντο ἐς τὴν πορείαν. μετὰ δὲ Σιλβερίῳ τε τῷ τῆς πόλεως ἱερεῖ καὶ Ῥωμαίων τοῖς τε ἐκ βουλῆς καὶ τῷ δήμῳ πολλὰ παραινέσας Οὐίττιγις, καὶ τῆς Θευδερίχου ἀρχῆς ὑπομνήσας, ἐνεκελεύετο ἅπασιν ἐς Γότθων τὸ ἔθνος εὐνοϊκῶς ἔχειν, ὅρκοις αὐτοὺς δεινοτάτοις ὑπὲρ τούτων καταλαβών, ἄνδρας τε ἀπολέξας οὐχ ἧσσον ἢ τετρακισχιλίους, καὶ αὐτοῖς ἄρχοντα ἐπιστήσας Λεύδεριν, ἡλικίας τε πόρρω ἥκοντα καὶ δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, ἐφ̓ ᾧ Ῥώμην φυλάξουσι σφίσιν: οὕτω δὴ τῷ ἄλλῳ στρατῷ ἐς Ῥάβενναν ᾔει, τῶν ἐκ βουλῆς πλείστους ἐν ὁμήρων λόγῳ ξὺν αὑτῷ ἔχων. [27] καὶ ἐπεὶ ἐνταῦθα ἀφίκετο, Ματασοῦνθαν τὴν Ἀμαλασούνθης θυγατέρα, παρθένον τε καὶ ὡραίαν ἤδη οὖσαν, γυναῖκα γαμετὴν οὔτι ἐθελούσιον ἐποιήσατο, ὅπως δὴ βεβαιοτέραν τὴν ἀρχὴν ἕξει τῇ ἐς γένος τὸ Θευδερίχου ἐπιμιξίᾳ. [28] ἔπειτα δὲ ἅπαντας Γότθους πανταχόθεν ἀγείρας διεῖπέ τε καὶ διεκόσμει, ὅπλα τε καὶ ἵππους διανέμων κατὰ λόγον ἑκάστῳ, μόνους δὲ Γότθους οἳ ἐν Γαλλίαις φυλακὴν εἶχον, δέει τῶν Φράγγων οὐχ οἷός τε ἦν μεταπέμπεσθαι. [29] οἱ δὲ Φράγγοι οὗτοι Γερμανοὶ μὲν τὸ παλαιὸν ὠνομάζοντο. ὅντινα δὲ τρόπον τὸ ἐξ ἀρχῆς καὶ ὅπη ᾠκημένοι Γαλλίας τε ἐπεβάτευσαν καὶ διάφοροι Γότθοις γεγένηνται, ἐρῶν ἔρχομαι.