Delphi Complete Works of Procopius
Page 193
Τὴν θάλασσαν ἔκ τε ὠκεανοῦ καὶ Γαδείρων ἐσπλέοντι χώρα μὲν ἡ ἐν ἀριστερᾷ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, Εὐρώπη ὠνόμασται, ἡ δὲ ἀντιπέρας αὐτῇ Λιβύη ἐκλήθη, ἣν δὴ προϊόντες Ἀσίαν καλοῦσι. [2] Λιβύης μὲν οὖν τὰ ἐπέκεινα ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν: ἔρημος γάρ ἐστιν ἐπὶ πλεῖστον ἀνθρώπων, καὶ ἀπ̓ αὐτοῦ ἡ πρώτη τοῦ Νείλου ἐκροὴ οὐδαμῆ ἔγνωσται, ὃν δὴ ἐπ̓ Αἰγύπτου ἐνθένδε φέρεσθαι λέγουσιν. [3] Εὐρώπη δὲ εὐθὺς ἀρχομένη Πελοποννήσῳ βεβαιότατα ἐμφερής ἐστι καὶ πρὸς θαλάσσῃ ἑκατέρωθι κεῖται. καὶ χώρα μὲν ἣ πρώτη ἀμφί τε τὸν ὠκεανὸν καὶ δύοντα ἥλιόν ἐστιν Ἱσπανία ὠνόμασται, ἄχρι ἐς Ἄλπεις τὰς ἐν ὄρει τῷ Πυρηναίῳ οὔσας. [4] Ἄλπεις δὲ καλεῖν τὴν ἐν στενοχωρίᾳ δίοδον οἱ ταύτῃ ἄνθρωποι νενομίκασι. τὸ δὲ ἐνθένδε μέχρι τῶν Λιγουρίας ὁρίων Γαλλία ἐκλήθη. ἔνθα δὴ καὶ Ἄλπεις ἕτεραι Γάλλους τε καὶ Λιγούρους διορίζουσι. [5] Γαλλία μέντοι Ἱσπανίας πολλῷ εὐρυτέρα, ὡς τὸ εἰκός, ἐστίν, ἐπεὶ ἐκ στενοῦ ἀρχομένη Εὐρώπη ἐς ἄφατόν τι εὖρος ἀεὶ προϊόντι κατὰ λόγον χωρεῖ. [6] χώρα δὲ αὕτη ἑκατέρα τὰ μὲν πρὸς βορρᾶν ἄνεμον πρὸς τοῦ ὠκεανοῦ περιβάλλεται, τὰ δὲ πρὸς νότον θάλασσαν τὴν Τυρρηνικὴν καλουμένην ἔχει. [7] ἐν Γάλλοις δὲ ἄλλοι τε ποταμοὶ καὶ Ῥοδανός τε καὶ Ῥῆνος ῥέουσι. τούτοιν τὴν ὁδὸν τὴν ἐναντίαν ἀλλήλοιν ἰόντοιν ἅτερος μὲν ἐκδίδωσιν ἐς τὴν Τυρρηνικὴν θάλασσαν, Ῥῆνος δὲ ἐς τὸν ὠκεανὸν τὰς ἐκβολὰς ποιεῖται. [8] λίμναι τε ἐνταῦθα πολλαί, οὗ δὴ Γερμανοὶ τὸ παλαιὸν ᾤκηντο, βάρβαρον ἔθνος, οὐ πολλοῦ λόγου τὸ κατ̓ ἀρχὰς ἄξιον, οἳ νῦν Φράγγοι καλοῦνται. [9] τούτων ἐχόμενοι Ἀρβόρυχοι ᾤκουν, οἳ ξὺν πάσῃ τῇ ἄλλῃ Γαλλίᾳ καὶ μὴν καὶ Ἱσπανίᾳ Ῥωμαίων κατήκοοι ἐκ παλαιοῦ ἦσαν. [10] μετὰ δὲ αὐτοὺς ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον Θόριγγοι βάρβαροι, δόντος Αὐγούστου πρώτου βασιλέως, ἱδρύσαντο. [11] καὶ αὐτῶν Βουργουζίωνες οὐ πολλῷ ἄποθεν πρὸς νότον ἄνεμον τετραμμένοι ᾤκουν, Σούαβοί τε ὑπὲρ Θορίγγων καὶ Ἀλαμανοί, ἰσχυρὰ ἔθνη. οὗτοι αὐτόνομοι ἅπαντες ταύτῃ τὸ ἀνέκαθεν ἵδρυντο. [12] Προϊόντος δὲ χρόνου Οὐισίγοτθοι τὴν Ῥωμαίων ἀρχὴν βιασάμενοι Ἱσπανίαν τε πᾶσαν καὶ Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ κατήκοα σφίσιν ἐς φόρου ἀπαγωγὴν ποιησάμενοι ἔσχον. [13] ἐτύγχανον δὲ Ἀρβόρυχοι τότε Ῥωμαίων στρατιῶται γεγενημένοι. οὓς δὴ Γερμανοὶ κατηκόους σφίσιν ἐθέλοντες, ἅτε ὁμόρους ὄντας καὶ πολιτείαν ἣν πάλαι εἶχον μεταβαλόντας, ποιήσασθαι, ἐληίζοντό τε καὶ πανδημεὶ πολεμησείοντες ἐπ̓ αὐτοὺς ᾔεσαν. [14] Ἀρβόρυχοι δὲ ἀρετήν τε καὶ εὔνοιαν ἐς Ῥωμαίους ἐνδεικνύμενοι ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ πολέμῳ ἐγένοντο, καὶ ἐπεὶ βιάζεσθαι αὐτοὺς Γερμανοὶ οὐχ οἷοί τε ἦσαν, ἑταιρίζεσθαί τε ἠξίουν καὶ ἀλλήλοις κηδεσταὶ γίνεσθαι. [15] ἃ δὴ Ἀρβόρυχοι οὔτι ἀκούσιοι ἐνεδέχοντο: Χριστιανοὶ γὰρ ἀμφότεροι ὄντες ἐτύγχανον, οὕτω τε ἐς ἔνα λεὼν ξυνελθόντες δυνάμεως ἐπὶ μέγα ἐχώρησαν. [16] Καὶ στρατιῶται δὲ Ῥωμαίων ἕτεροι ἐς Γάλλων τὰς ἐσχατιὰς φυλακῆς ἕνεκα ἐτετάχατο. [17] οἳ δὴ οὔτε ἐς Ῥώμην ὅπως ἐπανήξουσιν ἔχοντες οὐ μὴν οὔτε προσχωρεῖν Ἀρειανοῖς οὖσι τοῖς πολεμίοις βουλόμενοι, σφᾶς τε αὐτοὺς ξὺν τοῖς σημείοις καὶ χώραν ἣν πάλαι Ῥωμαίοις ἐφύλασσον Ἀρβορύχοις τε καὶ Γερμανοῖς ἔδοσαν, ἔς τε ἀπογόνους τοὺς σφετέρους ξύμπαντα παραπέμψαντες διεσώσαντο τὰ πάτρια ἤθη, ἃ δὴ σεβόμενοι καὶ ἐς ἐμὲ τηρεῖν ἀξιοῦσιν. [18] ἔκ τε γὰρ τῶν καταλόγων ἐς τόδε τοῦ χρόνου δηλοῦνται ἐς οὓς τὸ παλαιὸν τασσόμενοι ἐστρατεύοντο, καὶ σημεῖα τὰ σφέτερα ἐπαγόμενοι οὕτω δὴ ἐς μάχην καθίστανται, νόμοις τε τοῖς πατρίοις ἐς ἀεὶ χρῶνται. [19] καὶ σχῆμα τῶν Ῥωμαίων ἔν τε τοῖς ἄλλοις ἅπασι κἀν τοῖς ὑποδήμασι διασώζουσιν. [20] Ἕως μὲν οὖν πολιτεία Ῥωμαίοις ἡ αὐτὴ ἔμενε, Γαλλίας τὰ ἐντὸς Ῥοδανοῦ ποταμοῦ βασιλεὺς εἶχεν: ἐπεὶ δὲ αὐτὴν Ὀδόακρος ἐς τυραννίδα μετέβαλε, τότε δή, τοῦ τυράννου σφίσιν ἐνδιδόντος, ξύμπασαν Γαλλίαν Οὐισίγοτθοι ἔσχον μέχρι Ἄλπεων αἳ τὰ Γάλλων τε ὅρια καὶ Λιγούρων διορίζουσι. [21] πεσόντος δὲ Ὀδοάκρου Θόριγγοί τε καὶ Οὐισίγοτθοι τὴν Γερμανῶν δύναμιν ἤδη αὐξομένην δειμαίνοντες ῾πολυάνθρωπός τε γὰρ ἰσχυρότατα ἐγεγόνει καὶ τοὺς ἀεὶ ἐν ποσὶν ὄντας ἐκ τοῦ ἐμφανοῦς ἐβιάζετὀ Γότθων δὴ καὶ Θευδερίχου τὴν ξυμμαχίαν προσποιήσασθαι ἐν σπουδῇ εἶχον. οὓς δὴ ἑταιρίσασθαι Θευδέριχος ἐθέλων ἐς κῆδος αὐτοῖς ἐπιμίγνυσθαι οὐκ ἀπηξίου. [22] τῷ μὲν οὖν τηνικαῦτα Οὐισιγότθων ἡγουμένῳ Ἀλαρίχῳ τῷ νεωτέρῳ Θευδιχοῦσαν τὴν αὑτοῦ θυγατέρα παρθένον ἠγγύησεν, Ἑρμενεφρίδῳ δὲ τῷ Θορίγγων ἄρχοντι Ἀμαλαβέργαν τὴν Ἀμαλαφρίδης τῆς ἀδελφῆς παῖδα. [23] καὶ ἀπ̓ αὐτοῦ Φράγγοι τῆς μὲν ἐς αὐτοὺς βίας δέει τῷ Θευδερίχου ἀπέσχοντο, [24] ἐπὶ Βουργουζίωνας δὲ πολέμῳ ᾔεσαν. ὕστερον δὲ Φράγγοις τε καὶ Γότθοις ξυμμαχίαι τε καὶ ξυνθῆκαι ἐπὶ κακῷ τῷ Βουργουζιώνων ἐγένοντο, ἐφ̓ ᾧ ἑκάτεροι μὲν στρατιὰν ἐπ̓ αὐτοὺς πέμψωσιν: [25] ἢν δὲ ὁποτέρων ἀπολελειμμένων, οἱ ἕτεροι στρατεύσαντες τὸ Βουργουζιώνων καταστρέψωνται γένος καὶ χώραν ἣν ἔχουσι παραστήσωνται, ποινὴν οἱ νενικηκότες παρὰ τῶν οὐ ξυστρατευσ
άντων ῥητόν τι χρυσίον κομίζωνται, κοινὴν δὲ καὶ οὕτω χώραν τὴν δορυάλωτον ἀμφοτέρων εἶναι. [26] οἱ μὲν οὖν Γερμανοὶ πολλῷ στρατῷ ἐπὶ Βουργουζίωνας κατὰ τὰ σφίσι τε καὶ Γότθοις ξυγκείμενα ἧκον, Θευδέριχος δὲ παρεσκευάζετο μὲν δῆθεν τῷ λόγῳ, ἐξεπίτηδες δὲ ἀεὶ ἐς τὴν ὑστεραίαν τῆς στρατιᾶς τὴν ἔξοδον ἀπετίθετο, καραδοκῶν τὰ ἐσόμενα. [27] μόλις δὲ πέμψας ἐπέστελλε τοῖς τοῦ στρατοῦ ἄρχουσι σχολαίτερον τὴν πορείαν ποιεῖσθαι, καὶ ἢν μὲν Φράγγους νενικηκέναι ἀκούσωσι τὸ λοιπὸν κατὰ τάχος ἰέναι, ἢν δέ τι ξύμβαμα ξυμπεπτωκέναι αὐτοῖς πύθωνται, μηκέτι περαιτέρω πορεύεσθαι, ἀλλ̓ αὐτοῦ μένειν. [28] καὶ οἱ μὲν ἐποίουν ὅσα Θευδέριχος σφίσιν ἐπήγγελλε, Γερμανοὶ δὲ κατὰ μόνας Βουργουζίωσιν ἐς χεῖρας ἦλθον. [29] μάχης τε καρτερᾶς γενομένης φόνος μὲν ἑκατέρων πολὺς γίνεται: ἦν γὰρ ἀγχώμαλος ἐπὶ πλεῖστον ἡ ξυμβολή: [30] ἔπειτα δὲ Φράγγοι τρεψάμενοι τοὺς πολεμίους ἐς τὰ ἔσχατα χώρας ἧς τότε ᾤκουν ἐξήλασαν, ἔνθα σφίσι πολλὰ ὀχυρώματα ἦν, [31] αὐτοὶ δὲ τὴν λοιπὴν ξύμπασαν ἔσχον. ἅπερ Γότθοι ἀκούσαντες κατὰ τάχος παρῆσαν. κακιζόμενοί τε πρὸς τῶν ξυμμάχων τὸ τῆς χώρας δύσοδον ᾐτιῶντο, καὶ τὴν ποινὴν καταθέμενοι τὴν χώραν, καθάπερ ξυνέκειτο, ξὺν τοῖς νενικηκόσιν ἐνείμαντο. [32] οὕτω τε Θευδερίχου ἡ πρόνοια ἔτι μᾶλλον ἐγνώσθη, ὅς γε οὐδένα τῶν ὑπηκόων ἀποβαλὼν ὀλίγῳ χρυσῷ τὴν ἡμίσειαν τῶν πολεμίων ἐκτήσατο χώραν. οὕτω μὲν τὸ κατ̓ ἀρχὰς Γότθοι τε καὶ Γερμανοὶ μοῖράν τινα Γαλλίας ἔσχον. [33] Μετὰ δὲ Γερμανοὶ τῆς δυνάμεως σφίσιν ἐπίπροσθεν ἰούσης ἐν ὀλιγωρίᾳ ποιησάμενοι Θευδέριχόν τε καὶ τὸ ἀπ̓ αὐτοῦ δέος ἐπί τε Ἀλάριχον καὶ Οὐισιγότθους ἐστράτευσαν. [34] ἃ δὴ Ἀλάριχος μαθὼν Θευδέριχον ὅτι τάχιστα μετεπέμπετο. καὶ ὁ μὲν ἐς τὴν ἐπικουρίαν στρατῷ πολλῷ ᾔει. [35] ἐν τούτῳ δὲ Οὐισίγοτθοι, ἐπεὶ Γερμανοὺς ἀμφὶ πόλιν Καρκασιανὴν στρατοπεδεύειν ἐπύθοντο, ὑπηντίαζόν τε καὶ στρατόπεδον ποιησάμενοι ἠρέμουν. [36] χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε καί, ἅτε τῆς χώρας πρὸς τῶν πολεμίων ληιζομένης, δεινὰ ἐποιοῦντο. [37] καὶ τελευτῶντες ἐς Ἀλάριχον πολλὰ ὕβριζον, αὐτόν τε διὰ τὸ τῶν πολεμίων δέος κακίζοντες καὶ τοῦ κηδεστοῦ τὴν μέλλησιν ὀνειδίζοντες. [38] ἀξιόμαχοι γὰρ αὐτοὶ ἰσχυρίζοντο εἶναι καὶ ῥᾷον κατὰ μόνας περιέσεσθαι Γερμανῶν τῷ πολέμῳ. [39] διὸ δὴ καὶ Γότθων σφίσιν οὔπω παρόντων Ἀλάριχος ἠνάγκαστο τοῖς πολεμίοις διὰ μάχης ἰέναι. [40] καθυπέρτεροι δὲ Γερμανοὶ ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενοι τῶν τε Οὐισιγότθων τοὺς πλείστους καὶ Ἀλάριχον τὸν ἄρχοντα κτείνουσι. [41] καὶ Γαλλίας μὲν καταλαβόντες τὰ πολλὰ ἔσχον, Καρκασιανὴν δὲ πολλῇ σπουδῇ ἐπολιόρκουν, ἐπεὶ τὸν βασιλικὸν πλοῦτον ἐνταῦθα ἐπύθοντο εἶναι, ὃν δὴ ἐν τοῖς ἄνω χρόνοις Ἀλάριχος ὁ πρεσβύτατος Ῥώμην ἑλὼν ἐληίσατο. [42] ἐν τοῖς ἦν καὶ τὰ Σολόμωνος τοῦ Ἑβραίων βασιλέως κειμήλια, ἀξιοθέατα ἐς ἄγαν ὄντα. πρασία γὰρ λίθος αὐτῶν τὰ πολλὰ ἐκαλλώπιζεν, ἅπερ ἐξ Ἱεροσολύμων Ῥωμαῖοι τὸ παλαιὸν εἷλον. [43] Οὐισιγότθων δὲ οἱ περιόντες Γισέλιχον, νόθον Ἀλαρίχου υἱόν, ἄρχοντα σφίσιν ἀνεῖπον, Ἀμαλαρίχου τοῦ τῆς Θευδερίχου θυγατρὸς παιδὸς ἔτι κομιδῆ ὄντος. [44] ἔπειτα δὲ Θευδερίχου ξὺν τῷ Γότθων στρατῷ ἥκοντος δείσαντες Γερμανοὶ τὴν πολιορκίαν διέλυσαν. [45] ἔνθεν τε ἀναχωρήσαντες Γαλλίας τὰ ἐκτὸς Ῥοδανοῦ ποταμοῦ ἐς ὠκεανὸν τετραμμένα ἔσχον. ὅθεν αὐτοὺς ἐξελάσαι Θευδέριχος οὐχ οἷός τε ὢν ταῦτα μὲν σφᾶς ξυνεχώρει ἔχειν, αὐτὸς δὲ Γαλλίας τὰ λοιπὰ ἀνεσώσατο. [46] Γισελίχου τε ἐκποδὼν γενομένου ἐς τὸν θυγατριδοῦν Ἀμαλάριχον τὴν Οὐισιγότθων ἀρχὴν ἤνεγκεν, οὗ δὴ αὐτὸς ἐπετρόπευε παιδὸς ἔτι ὄντος. [47] χρήματά τε λαβὼν ξύμπαντα ὅσα ἐν πόλει Καρκασιανῇ ἔκειτο ἐς Ῥάβενναν κατὰ τάχος ἀπήλαυνεν, ἄρχοντάς τε ἀεὶ καὶ στρατιὰν Θευδέριχος ἔς τε Γαλλίαν καὶ Ἱσπανίαν πέμπων αὐτὸς εἶχε τῷ ἔργῳ τὸ τῆς ἀρχῆς κράτος προνοήσας τε ὅπως βέβαιον αὐτὸ ἐς ἀεὶ ἕξει φόρου ἀπαγωγὴν ἔταξέν οἱ αὐτῷ ἀποφέρειν τοὺς ταύτῃ ἄρχοντας. [48] δεχόμενός τε αὐτὴν ἐς ἕκαστον ἔτος, τοῦ μὴ δοκεῖν φιλοχρημάτως ἔχειν, τῷ Γότθων τε καὶ Οὐισιγότθων στρατῷ δῶρον ἐπέτειον ἔπεμπε. [49] καὶ ἀπ̓ αὐτοῦ Γότθοι τε καὶ Οὐισίγοτθοι προϊόντος τοῦ χρόνου ἅτε ἀρχόμενοί τε πρὸς ἀνδρὸς ἑνὸς ἑνὸς καὶ χώραν τὴν αὐτὴν ἔχοντες παῖδας τοὺς σφετέρους ἀλλήλοις ἐγγυῶντες ἐς ξυγγένειαν ἐπεμίγνυντο. [50] Μετὰ δὲ Θεῦδις, Γότθος ἀνήρ, ὅνπερ Θευδέριχος τῷ στρατῷ ἄρχοντα ἔπεμψε, γυναῖκα ἐξ Ἱσπανίας γαμετὴν ἐποιήσατο, οὐ γένους μέντοι Οὐισιγότθων, ἀλλ̓ ἐξ οἰκίας τῶν τινος ἐπιχωρίων εὐδαίμονος, ἄλλα τε περιβεβλημένην μεγάλα χρήματα καὶ χώρας πολλῆς ἐν Ἱσπανίᾳ κυρίαν οὖσαν. [51] ὅθεν στρατιώτας ἀμφὶ δισχιλίους ἀγείρας δορυφόρων τε περιβαλλόμενος δύναμιν, Γότθων μὲν Θευδερίχου δόντος τῷ λόγῳ ἦρχεν, ἔργῳ δὲ τύραννος οὐκ ἀφανὴς ἦν. [52] δείσας δὲ Θευδέριχος ἅτε ξυνέσεως ἐς ἄκρον καὶ ἐμπειρίας ἥκων, μή οἱ πόλεμον πρὸς δοῦλον τὸν αὑτοῦ διαφέροντι οἱ Φράγγοι, ὡς τὸ εἰκός, ἀπαντήσουσιν ἢ καί τι νεώτερον Οὐισίγοτθοι ἐς αὐτὸν δράσουσιν, οὔτε παρέλυε τ
ῆς ἀρχῆς Θεῦδιν, ἀλλὰ καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ἀεὶ ἐς πόλεμον ἰόντι ἐκέλευε. [53] γράφειν μέντοι αὐτῷ Γότθων τοῖς πρώτοις ἐπήγγειλεν ὡς δίκαιά τε ποιοίη καὶ ξυνέσεως τῆς αὐτοῦ ἄξια, ἢν Θευδέριχον ἐς Ῥάβενναν ἥκων ἀσπάζοιτο. [54] Θεῦδις δὲ ἃ μὲν Θευδέριχος ἐκέλευεν ἅπαντα ἐπετέλει, καὶ φόρον τὸν ἐπέτειον οὔποτε ἀποφέρων ἀνίει, ἐς Ῥάβενναν δὲ ἰέναι οὔτε ἤθελεν οὔτε τοῖς γράφουσιν ἐπηγγέλλετο.
Ἐπεὶ δὲ Θευδέριχος ἐξ ἀνθρώπων ἠφάνιστο, Φράγγοι, οὐδενὸς σφίσιν ἔτι ἀντιστατοῦντος, ἐπὶ Θορίγγους ἐστράτευσαν, καὶ Ἑρμενέφριδόν τε τὸν αὐτῶν ἄρχοντα κτείνουσι καὶ αὐτοὺς ἅπαντας ὑποχειρίους ποιησάμενοι ἔσχον. [2] ἡ δὲ τοῦ Ἑρμενεφρίδου γυνὴ ξὺν τοῖς παισὶ λαθοῦσα παρὰ Θευδάτον τὸν ἀδελφόν, Γότθων τηνικαῦτα ἄρχοντα, [3] ἦλθε. μετὰ δὲ Γερμανοὶ Βουργουζιώνων τε τοῖς περιοῦσιν ἐς χεῖρας ἦλθον καὶ μάχῃ νικήσαντες τὸν μὲν αὐτῶν ἄρχοντα ἔς τι τῶν ἐκείνῃ φρουρίων καθείρξαντες ἐν φυλακῇ εἶχον, αὐτοὺς δὲ κατηκόους ποιησάμενοι ξυστρατεύειν τὸ λοιπὸν σφίσιν ἐπὶ τοὺς πολεμίους ἅτε δορυαλώτους ἠνάγκαζον, καὶ τὴν χώραν ξύμπασαν ἣν Βουργουζίωνες τὰ πρότερα ᾤκουν, ὑποχειρίαν ἐς ἀπαγωγὴν φόρου ἐκτήσαντο. [4] Ἀμαλάριχός τε, ὃς ἦρχεν Οὐισιγότθων, ἐπεὶ ἐς ἀνδρὸς ἡλικίαν ἦλθε, δύναμιν τὴν Γερμανῶν κατορρωδήσας τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Γερμανῶν ἄρχοντος ἐν γαμετῆς ἐποιήσατο λόγῳ, καὶ Γαλλίαν πρός τε Γότθους καὶ τὸν ἀνεψιὸν Ἀταλάριχον ἐνείματο. [5] τὰ μὲν γὰρ ἐντὸς Ῥοδανοῦ ποταμοῦ Γότθοι ἔλαχον, τὰ δὲ τούτου ἐκτὸς ἐς τὸ Οὐισιγότθων περιέστη κράτος. [6] ξυνέκειτο δὲ φόρον ὃν Θευδέριχος ἔταξε μηκέτι ἐς Γότθους κομίζεσθαι, καὶ χρήματα ὅσα ἐκεῖνος ἐκ Καρκασιανῆς πόλεως λαβὼν ἔτυχεν, Ἀταλάριχος Ἀμαλαρίχῳ ὀρθῶς καὶ δικαίως ἀπέδωκεν. [7] ἐπεὶ δὲ ἄμφω τὰ ἔθνη ταῦτα ἐς τὸ κῆδος ἀλλήλοις ξυνελθόντα ἔτυχε, τὴν αἵρεσιν ἔδοσαν ἀνδρὶ ἑκάστῳ, τὴν ἐγγύην ἐς θάτερον ἔθνος πεποιημένῳ, πότερον γυναικὶ ἕπεσθαι βούλοιτο, ἢ ἐκείνην ἐς γένος τὸ αὐτοῦ ἄγεσθαι. [8] ἦσαν δὲ πολλοὶ καὶ οἱ τὰς γυναῖκας ὅπη ἐβούλοντο ἄγοντες καὶ οἱ πρὸς γυναικῶν τῶν σφετέρων ἀγόμενοι. [9] ὕστερον δὲ Ἀμαλάριχος, προσκεκρουκὼς τῷ τῆς γυναικὸς ἀδελφῷ, κακὸν μέγα ἔλαβε. [10] δόξης γὰρ ὀρθῆς τὴν γυναῖκα οὖσαν, αἵρεσιν αὐτὸς τὴν Ἀρείου ἔχων, οὐκ εἴα νομίμοις τοῖς εἰωθόσι χρῆσθαι οὐδὲ κατὰ τὰ ἔθη τὰ πάτρια τὰ ἐς τὸ θεῖον ἐξοσιοῦσθαι, ἀλλὰ καὶ προσχωρεῖν τοῖς αὐτοῦ ἤθεσιν οὐκ ἐθέλουσαν ἐν πολλῇ ἀτιμίᾳ εἶχεν. ἅπερ ἐπεὶ οὐχ οἵα τε ἦν ἡ γυνὴ φέρειν, ἐς τὸν ἀδελφὸν ἐξήνεγκεν ἅπαντα. [11] διὸ δὴ ἐς πόλεμον Γερμανοί τε καὶ Οὐισίγοτθοι πρὸς ἀλλήλους κατέστησαν. καὶ λίαν μὲν ἰσχυρὰ ἐγεγόνει ἐπὶ πλεῖστον ἡ μάχη, τέλος δὲ ἡσσηθεὶς Ἀμαλάριχος τῶν τε οἰκείων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει. [12] Θευδίβερτος δὲ τήν τε ἀδελφὴν ξὺν πᾶσι χρήμασιν ἔλαβε καὶ Γαλλίας ὁπόσον Οὐισίγοτθοι λαχόντες εἶχον. [13] τῶν δὲ ἡσσημένων οἱ περιόντες ἐκ Γαλλίας ξὺν γυναιξί τε καὶ παισὶν ἀναστάντες παρὰ Θεῦδιν ἐς Ἱσπανίαν ἤδη ἐκ τοῦ ἐμφανοῦς τυραννοῦντα ἐχώρησαν. οὕτω μὲν Γότθοι τε καὶ Γερμανοὶ Γαλλίας ἔσχον. [14] Χρόνῳ δὲ τῷ ὑστέρῳ Θευδάτος, ὁ τῶν Γότθων ἀρχηγός, ἐπειδὴ Βελισάριον εἰς Σικελίαν ἥκειν ἐπύθετο, ξυνθήκας πρὸς Γερμανοὺς ποιεῖται, ἐφ̓ ᾧ ἔχοντάς τε αὐτοὺς τὴν Γότθοις ἐπιβάλλουσαν ἐν Γάλλοις μοῖραν καὶ χρυσίου κεντηνάρια λαβόντας εἴκοσι πόλεμον τόνδε σφίσι ξυνάρασθαι. [15] οὔπω τε τὰ ξυγκείμενα ἔργῳ ἐπιτελέσας τὴν πεπρωμένην ἀνέπλησε. διὸ δὴ Γότθων πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὦν Μαρκίας ἡγεῖτο, [16] φυλακὴν εἶχον. οὓς Οὐίττιγις ἐνθένδε ἐξαναστῆσαι οὐχ οἷός τε ἦν, οὐ μὴν οὐδὲ Φράγγοις ἀντιτάξασθαι αὐτοὺς ᾤετο ἱκανοὺς ἔσεσθαι, Γαλλίαν τε καὶ Ἰταλίαν, ὡς τὸ εἰκός, καταθέουσιν, ἢν αὐτὸς τῷ παντὶ στρατῷ ἐς Ῥώμην ἐλάσῃ. [17] ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε: ‘Οὐχ ἡδεῖαν μέν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς ἐν τῷ παρόντι συνήγαγον: ὅπως δὲ ἀκούσησθε μὲν πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως. [18] οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα διοικεῖσθαι ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει. [19] Φράγγοι δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις οὖσι, τοῖς τε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν ἡμῖν ἀπήντα πολέμιον. [20] ἐφ̓ ἑτέρους δὲ νῦν ἡμᾶς ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον καταλύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν διαμείνωσι, μετὰ Βελισαρίου ἐφ̓ ἡμᾶς τετάξονται πάντως. [21] τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλήλοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ τῶν πραγμάτων εἰσηγεῖται φύσις. [22] ἔπειτα, ἢν καὶ πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διενέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι. [23] ἄμεινον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν πάσῃ τῇ τῆ
ς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων ἀπολωλέναι. [24] οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πόλεμον ἡμῖν ξυλλήψονται τόνδε. [25] ὅπως δὲ αὖθις, εὖ φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώμεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.’ [26] Ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ̓ ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι καὶ ὁμαιχμίαν ποιήσονται. [27] Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, [28] ἀλλ̓ ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν. [29] οἱ μὲν οὖν πρέσβεις ἐφ̓ οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο.