Delphi Complete Works of Procopius
Page 197
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Γότθοι μὲν Ῥώμην πολιορκίᾳ ἑλεῖν διὰ μέγεθος τῆς πόλεως οὐδενὶ πόνῳ οἰόμενοι, Ῥωμαῖοι δὲ αὐτῆς ἀμυνόμενοι ἐτάξαντο ὧδε. ἔχει μὲν τῆς πόλεως ὁ περίβολος δὶς ἑπτὰ πύλας καὶ πυλίδας τινάς. [2] Γότθοι δὲ οὐχ οἷοί τε ὄντες ὅλῳ τῷ στρατοπέδῳ τὸ τεῖχος περιλαβέσθαι κύκλῳ, ἓξ ποιησάμενοι χαρακώματα πέντε πυλῶν χῶρον ἠνώχλουν, ἐκ τῆς Φλαμινίας ἄχρι ἐς τὴν καλουμένην Πραινεστίναν: ταῦτά τε αὐτοῖς τὰ χαρακώματα ξύμπαντα ἐντὸς Τιβέριδος τοῦ ποταμοῦ ἐπεποίητο. [3] δείσαντες οὖν οἱ βάρβαροι μὴ τὴν γέφυραν διαφθείραντες οἱ πολέμιοι, ἣ Μολιβίου ἐπώνυμός ἐστιν, ἄβατα σφίσι ποιήσωνται ἅπαντα ὅσα ἐκτὸς τοῦ ποταμοῦ ἐστι διήκοντα μέχρι ἐς θάλασσαν, καὶ ἀπ̓ αὐτοῦ αἴσθησιν τῶν ἐν πολιορκίᾳ κακῶν ἥκιστα ἔχοιεν, χαράκωμα ἕβδομον Τιβέριδος ἐκτὸς ἐν Νέρωνος πεδίοις ἐπήξαντο, ὅπως σφίσιν ἡ γέφυρα τῶν στρατοπέδων ἐν μέσῳ εἴη. [4] διὸ δὴ ἄλλας δύο τῆς πόλεως πύλας ἐνοχλεῖσθαι πρὸς τῶν πολεμίων ξυνέβαινε, τήν τε Αὐρηλίαν ῾ἣ νῦν Πέτρου τοῦ τῶν Χριστοῦ ἀποστόλων κορυφαίου ἅτε που πλησίον κειμένου ἐπώνυμός ἐστἰ καὶ τὴν ὑπὲρ ποταμὸν Τίβεριν. [5] οὕτω τε Γότθοι τῷ μὲν στρατοπέδῳ τὴν ἡμίσειαν μάλιστα περιεβάλλοντο τοῦ τείχους μοῖραν, ἅτε δὲ τῷ ποταμῷ οὐδαμῆ τὸ παράπαν εἰργόμενοι, ἐς ἅπαντα τὸν περίβολον κύκλῳ, ἡνίκα ἐβούλοντο, τῷ πολέμῳ ᾔεσαν. [6] Ὅντινα δὲ τρόπον Ῥωμαῖοι τοῦ ποταμοῦ ἐφ̓ ἑκάτερα τὸ τῆς πόλεως τεῖχος ἐδείμαντο ἐρῶν ἔρχομαι. πάλαι μὲν ὁ Τίβερις παραρρέων ἐπὶ πλεῖστον τοῦ περιβόλου ἐφέρετο τῇδε. [7] ὁ δὲ χῶρος οὗτος, ἐφ̓ οὗ ὁ περίβολος κατὰ τὸν ῥοῦν τοῦ ποταμοῦ ἀνέχει, ὕπτιός τε καὶ λίαν εὐέφοδός ἐστι. [8] τούτου τε ἀντικρὺ τοῦ χώρου, ἐκτὸς τοῦ Τιβέριδος, λόφον τινὰ μέγαν ξυμβαίνει εἶναι, ἔνθα δὴ οἱ τῆς πόλεως μύλωνες ἐκ παλαιοῦ πάντες πεποίηνται, ἅτε ὕδατος ἐνταῦθα πολλοῦ διὰ μὲν ὀχετοῦ ἀγομένου ἐς τὴν τοῦ λόφου ὑπερβολήν, ἐς τὸ κάταντες δὲ ξὺν ῥύμῃ μεγάλῃ ἐνθένδε ἰόντος. [9] διὸ δὴ οἱ πάλαι Ῥωμαῖοι τόν τε λόφον καὶ τὴν κατ̓ αὐτὸν τοῦ ποταμοῦ ὄχθην τείχει περιβαλεῖν ἔγνωσαν, ὡς μήποτε τοῖς πολεμίοις δυνατὰ εἴη τούς τε μύλωνας διαφθεῖραι καὶ τὸν ποταμὸν διαβᾶσιν εὐπετῶς τῷ τῆς πόλεως περιβόλῳ ἐπιβουλεύειν. [10] ζεύξαντες οὖν ταύτῃ τὸν ποταμὸν γεφύρᾳ, ξυνάπτειν τε τὸ τεῖχος ἔδοξαν καὶ οἰκίας συχνὰς ἐν χωρίῳ τῷ ἀντιπέρας δειμάμενοι μέσον τῆς πόλεως τὸ τοῦ Τιβέριδος πεποίηνται ῥεῦμα. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. [11] Γότθοι δὲ τάφρους τε βαθείας ἀμφὶ τὰ χαρακώματα ξύμπαντα ὤρυξαν, καὶ τὸν χοῦν ὃν ἐνθένδε ἀφείλοντο ξυννήσαντες ὑπὲρ τοίχου τοῦ ἔνδον, ὑψηλόν τε αὐτὸν ὡς μάλιστα ποιησάμενοι καὶ σκολόπων ὀξέων καθύπερθεν πάμπολύ τι χρῆμα πηξάμενοι, οὐδέν τι καταδεέστερον τῶν ἐν τοῖς φρουρίοις ὀχυρωμάτων τὰ στρατόπεδα πάντα εἰργάσαντο. [12] καὶ χαρακώματος μὲν τοῦ ἐν Νέρωνος πεδίῳ Μαρκίας ἦρχεν ῾ἤδη γὰρ ἐκ Γαλλιῶν ξὺν τοῖς ἑπομένοις ἀφῖκτο, ξὺν οἷς ἐνταῦθα ἐστρατοπέδευσἐ, τῶν δὲ δὴ ἄλλων Οὐίττιγις ἡγεῖτο ἕκτος αὐτός: ἄρχων γὰρ ἦν εἷς κατὰ χαράκωμα ἕκαστον. [13] Γότθοι μὲν οὖν οὕτω ταξάμενοι διεῖλον τοὺς ὀχετοὺς ἅπαντας, ὅπως δὴ ὕδωρ ὡς ἥκιστα ἐς τὴν πόλιν ἐνθένδε εἰσίοι. Ῥώμης δὲ ὀχετοὶ τεσσαρεσκαίδεκα μὲν τὸ πλῆθός εἰσιν, ἐκ πλίνθου δὲ ὠπτημένης τοῖς πάλαι ἀνθρώποις πεποίηνται, ἐς τοσοῦτον εὔρους καὶ βάθους διήκοντες ὥστε ἀνθρώπῳ ἵππῳ ὀχουμένῳ ἐνταῦθα ἱππεύειν δυνατὰ εἶναι. [14] Βελισάριος δὲ τὰ ἐς τὴν φυλακὴν τῆς πόλεως διεκόσμει ὧδε. πυλίδα μὲν αὐτὸς τὴν Πιγκιανὴν καὶ πύλην τὴν ταύτης ἐν δεξιᾷ εἶχεν, [15] ἣ Σαλαρία ὠνόμασται. κατὰ ταύτας γὰρ ἐπίμαχος ἦν ὁ περίβολος, καὶ Ῥωμαίοις ἐξιτητὰ ἐπὶ τοὺς πολεμίους ὄντα ἐτύγχανε. Πραινεστίναν δὲ Βέσσᾳ ἔδωκε. [16] καὶ τῇ Φλαμινίᾳ, ἣ Πιγκιανῆς ἐπὶ θάτερά ἐστι, Κωνσταντῖνον ἐπέστησε, τάς τε πύλας ἐπιθεὶς πρότερον, καὶ λίθων μεγάλων οἰκοδομίᾳ ἔνδοθεν αὐτὰς ἀποφράξας ὡς μάλιστα, ὅπως δὴ αὐτὰς μηδενὶ ἀνακλίνειν δυνατὰ εἴη. [17] τῶν γὰρ χαρακωμάτων ἑνὸς ἀγχοτάτω ὄντος ἔδεισε μή τις ἐπὶ τῇ πόλει ἐνέδρα πρὸς τῶν πολεμίων ἐνταῦθα ἔσται. [18] τὰς δὲ λειπομένας τῶν πεζικῶν καταλόγων τοὺς ἄρχοντας διαφυλάσσειν ἐκέλευε. τῶν τε ὀχετῶν ἕκαστον ὡς ἀσφαλέστατα οἰκοδομίᾳ ἐπὶ πλεῖστον κατέλαβε, μή τις ἔξωθεν κακουργήσων ἐνταῦθα ἴοι. [19] Ἐπεὶ δὲ τῶν ὀχετῶν, καθάπερ μοι εἴρηται, διαιρεθέντων οὐκέτι τὰς μύλας τὸ ὕδωρ ἐνήργει, ζῴοις τέ τισιν ἐργάζεσθαι αὐτὰς οὐδαμῆ εἶχον, τροφῆς ἁπάσης ἅτε ἐν πολιορκίᾳ σπανίζοντες; οἵ γε καὶ ἵππων μόλις τῶν σφίσιν ἀναγκαίων ἐδύναντο ἐπιμελεῖσθαι, Βελισάριος ἐξεῦρε τόδε. [20] ἔμπροσθεν τῆς γεφύρας ἧς ἄρτι πρὸς τῷ περιβόλῳ οὔσης ἐμνήσθην, σχοίνους ἀρτήσας ἐξ ἑκατέρας τοῦ ποταμοῦ ὄχθης ὡς ἄριστα ἐντεταμένας, ταύταις τε λέμβους δύο παῤ ἀλλήλους ξυνδήσας, πόδας δύο ἀπ̓ ἀλλήλων διέχοντας, ᾗ μάλιστα ἡ τῶν ὑδάτων ἐπιρροὴ ἐκ τοῦ τῆς γεφύρας κυρτώματος ἀκμάζουσα κατῄει, μύλας τε δύο ἐν λέμβῳ ἑκατέρῳ ἐνθέμενος ἐς τὸ μεταξὺ τὴν μηχανὴν ἀπεκρέμασεν ἣ τὰς μύλας στρέφειν εἰώθει. [21] ἐπέκεινα δὲ ἄλλας τε ἀκάτους ἐχομένας τῶν �
��εὶ ὄπισθεν κατὰ λόγον ἐδέσμευε, καὶ τὰς μηχανὰς τρόπῳ τῷ αὐτῷ ἐπὶ πλεῖστον ἐνέβαλε. [22] προϊούσης οὖν τῆς τοῦ ὕδατος ῥύμης αἱ μηχαναὶ ἐφεξῆς ἅπασαι ἐφ̓ ἑαυτὰς καλινδούμεναι ἐνήργουν τε τὰς κατ̓ αὐτὰς μύλας καὶ τῇ πόλει τὰ αὐτάρκη ἤλουν. ἃ δὴ οἱ πολέμιοι πρὸς τῶν αὐτομόλων γνόντες ἀφανίζουσι τὰς μηχανὰς τρόπῳ τοιῷδε. [23] δένδρα μεγάλα καὶ σώματα Ῥωμαίων νεοσφαγῆ ἐς τὸν ποταμὸν συμφοροῦντες ἐρρίπτουν. [24] τούτων τε τὰ πλεῖστα ξὺν τῷ ῥεύματι ἐς μέσα τὰ σκάφη φερόμενα τὴν μηχανὴν ἀπεκαύλιζε. Βελισάριος δὲ κατιδὼν τὰ ποιούμενα προσεπετεχνήσατο τάδε. [25] ἁλύσεις μακρὰς σιδηρᾶς πρὸ τῆς γεφύρας ἤρτησεν, ἐξικνουμένας ἐς Τίβεριν ὅλον. αἷς δὴ προσπίπτοντα ξύμπαντα ὅσα ὁ ποταμὸς ἔφερε, ξυνίστατό τε καὶ οὐκέτι ἐς τὰ πρόσω ἐχώρει. [26] ταῦτά τε ἀνέλκοντες ἀεὶ οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο εἰς τὴν γῆν ἔφερον. ταῦτα δὲ Βελισάριος ἐποίει οὐ τοσοῦτον τῶν μυλῶν ἕνεκα ὅσον ὅτι ἐνθένδε ἐς δέος τε καὶ ἔννοιαν ἦλθε μὴ λάθωσιν ἀκάτοις πολλαῖς οἱ πολέμιοι ἐντὸς τῆς γεφύρας καὶ ἐν μέσῃ πόλει γενόμενοι. [27] οὕτω τε οἱ βάρβαροι τῆς πείρας, ἐπεὶ οὐδὲν σφίσι ταύτῃ προὐχώρει, ἀπέσχοντο. καὶ τὸ λοιπὸν Ῥωμαῖοι τούτοις μὲν τοῖς μύλωσιν ἐχρῶντο, τῶν δὲ βαλανείων τοῦ ὕδατος τῇ ἀπορίᾳ παντάπασιν ἀπεκέκλειντο. [28] ὕδωρ μέντοι ὅσον πιεῖν διαρκὲς εἶχον, ἐπεὶ καὶ τοῖς τοῦ ποταμοῦ ἑκαστάτω οἰκοῦσι παρῆν ἐκ φρεάτων ὑδρεύεσθαι. [29] ἐς δὲ τοὺς ὑπονόμους, οἵπερ ἐκ τῆς πόλεως εἴ τι οὐ καθαρὸν ἐκβάλλουσιν ἔξω, ἀσφάλειαν ἐπινοεῖν οὐδεμίαν ἠνάγκαστο, ἐπεὶ ἐς ποταμὸν Τίβεριν τὰς ἐκβολὰς ἔχουσιν ἅπαντες, καὶ διὰ τοῦτο οὐδεμίαν οἷόν τε τῇ πόλει ἐνθένδε πρὸς τῶν πολεμίων ἐπιβουλὴν γενέσθαι.
Τὰ μὲν οὖν ἐς τὴν πολιορκίαν τῇδε Βελισάριος διῳκήσατο. Σαμνιτῶν δὲ παῖδες πολλοί, πρόβατα ἐν χώρᾳ τῇ σφετέρᾳ ποιμαίνοντες, δύο τοῦ σώματος ἐν σφίσιν εὖ ἥκοντας ἀπολέξαντες, καὶ αὐτῶν ἕνα μὲν καλέσαντες ἐπὶ τοῦ Βελισαρίου ὀνόματος, Οὐίττιγιν δὲ τὸν ἕτερον ὀνομάσαντες, [2] παλαίειν ἐκέλευον. ὧν δὴ ἰσχυρότατα ἐς τὸν ἀγῶνα καθισταμένων, τὸν Οὐίττιγιν δῆθεν ξυνηνέχθη πεσεῖν. καὶ αὐτὸν ὁ τῶν παίδων ὅμιλος παίζοντες ἐπὶ δένδρου ἐκρήμνων. [3] λύκου δὲ τύχῃ τινὶ ἐνταῦθα φανέντος οἱ μὲν παῖδες ἔφυγον ἅπαντες, ὁ δὲ ἐπὶ τοῦ δένδρου ἠρτημένος Οὐίττιγις χρόνου οἱ τριβέντος ἐν ταύτῃ δὴ τῇ τιμωρίᾳ θνήσκει. [4] καὶ ἐπεὶ ταῦτα ἐς Σαμνίτας ἔκπυστα ἐγεγόνει, οὔτε κόλασίν τινα ἐς τὰ παιδία ταῦτα ἐξήνεγκαν καὶ τὰ ξυμπεσόντα ξυμβαλόντες νικήσειν κατὰ κράτος Βελισάριον ἰσχυρίζοντο. ταῦτα μὲν δὴ οὕτως ἐγένετο. [5] Ῥωμαίων δὲ ὁ δῆμος, τῶν ἐν πολέμῳ τε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειν τε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούς τε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν. [6] ἐν σφίσι τε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι. [7] ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς ἣν σύγκλητον καλοῦσι Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειν τε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον ἄλλους τε καὶ Ἄλβιν ἔπεμψεν. [8] οἵ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίων τε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε: ‘Πάλαι, ὦ στρατηγέ, τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα: ἐν οἷς ἓν τόδε ἐστί, θράσος κεχώρισται ἀνδρείας. [9] τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει, τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται. [10] τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν: εἰ δέ γε θράσει ἐχόμενος ἐφ̓ ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων. [11] τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο. [12] πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι; [13] ἡμεῖς δὲ σοί τε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ̓ ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρό�
�ου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν. [14] ἡδέως δ̓ ἂν καὶ Ῥωμαίους ἔτι ἐροίμεθα τούσδε, τί ποτε ἄρα Γότθοις ἐπικαλεῖν ἔχοντες ἡμᾶς τε αὖ καὶ σφᾶς αὐτοὺς προὔδοσαν, οἵ γε τῆς μὲν ἡμετέρας ἐπιεικείας ἄχρι τοῦδε ἀπήλαυσαν, νῦν δὲ καὶ τῆς παῤ ὑμῶν ἐπικουρίας εἰσὶν ἔμπειροι.’ [15] Τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε: ‘Ὁ μὲν τῆς ξυμβουλῆς καιρὸς οὐκ ἐφ̓ ὑμῖν κείσεται. γνώμῃ γὰρ τῶν πολεμίων ἥκιστα εἰώθασι πολεμεῖν ἄνθρωποι, ἀλλ̓ αὐτόν τινα τὰ οἰκεῖα διατίθεσθαι νόμος, ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν. [16] φημὶ δὲ ὑμῖν ἀφίξεσθαι χρόνον ἡνίκα ὑπὸ ταῖς ἀκάνθαις βουλόμενοι τὰς κεφαλὰς κρύπτεσθαι οὐδαμῆ ἕξετε. [17] Ῥώμην μέντοι ἑλόντες ἡμεῖς τῶν ἀλλοτρίων οὐδὲν ἔχομεν, ἀλλ̓ ὑμεῖς ταύτης τὰ πρότερα ἐπιβατεύσαντες, οὐδὲν ὑμῖν προσῆκον, νῦν οὐχ ἑκόντες τοῖς πάλαι κεκτημένοις ἀπέδοτε. [18] ὅστις δὲ ὑμῶν Ῥώμης ἐλπίδα ἔχει ἀμαχητὶ ἐπιβήσεσθαι, γνώμης ἁμαρτάνει. ζῶντα γὰρ Βελισάριον μεθήσεσθαι ταύτης ἀδύνατον.’ τοσαῦτα μὲν καὶ Βελισάριος εἶπε. [19] Ῥωμαῖοι δὲ ἐν δέει μεγάλῳ γενόμενοι ἡσυχῆ ἐκάθηντο, καὶ οὐδὲν τοῖς πρέσβεσιν ἀντιλέγειν ἐτόλμων, καίπερ ἐπὶ τῇ ἐς Γότθους προδοσίᾳ πολλὰ πρὸς αὐτῶν κακιζόμενοι, πλήν γε δὴ ὅτι Φιδέλιος αὐτοὺς ἐρεσχελεῖν ἔγνω. [20] ὃς τότε τῆς αὐλῆς ὕπαρχος καταστὰς πρὸς Βελισαρίου ἐτύγχανε, καὶ ἀπ̓ αὐτοῦ πάντων μάλιστα ἔδοξε βασιλεῖ εὐνοϊκῶς ἔχειν.