Delphi Complete Works of Procopius
Page 196
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ οἱ μὲν Γότθοι τὰς τοῦ πύργου πύλας πόνῳ οὐδενὶ διαφθείραντες τὴν διάβασιν ἐποιήσαντο, οὐδενὸς σφίσιν ἐμποδὼν ἱσταμένου. [2] Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἀμφὶ τῇ φρουρᾶ ξυμπεσόντων ἱππέας χιλίους ἐπαγόμενος ἐς τοῦ ποταμοῦ τὴν γέφυραν ᾔει, τὸν χῶρον ἐπισκεψόμενος οὗπερ ἂν σφίσιν ἐνστρατοπεδεύσασθαι ἄμεινον εἴη. [3] καὶ ἐπειδὴ ἐγγυτέρω ἐγένοντο, ἐντυγχάνουσι τοῖς πολεμίοις ἤδη τὸν ποταμὸν διαβᾶσιν, ἐς χεῖράς τε αὐτῶν τισιν οὔτι ἐθελούσιοι ἦλθον. ἐξ ἱππέων δὲ ξυνίστατο ἡ ξυμβολὴ ἑκατέρωθεν. [4] τότε Βελισάριος, καίπερ ἀσφαλὴς τὰ πρότερα ὤν, οὐκέτι τοῦ στρατηγοῦ τὴν τάξιν ἐφύλασσεν, ἀλλ̓ ἐν τοῖς πρώτοις ἅτε στρατιώτης ἐμάχετο: [5] καὶ ἀπ̓ αὐτοῦ τὰ Ῥωμαίων πράγματα ξυνέβη ἐς κίνδυνον πολὺν ἐκπεπτωκέναι, ἐπεὶ ξύμπασα ἡ τοῦ πολέμου ῥοπὴ ἐπ̓ αὐτῷ ἔκειτο. [6] ἔτυχε δὲ ἵππῳ τηνικαῦτα ὀχούμενος, πολέμων τε λίαν ἐμπείρῳ καὶ διασώσασθαι τὸν ἐπιβάτην ἐπισταμένῳ, ὃς δὴ ὅλον μὲν τὸ σῶμα φαιὸς ἦν, τὸ μέτωπον δὲ ἅπαν ἐκ κεφαλῆς μέχρι ἐς ῥῖνας λευκὸς μάλιστα. τοῦτον Ἕλληνες μὲν φαλιόν, βάρβαροι δὲ βάλαν καλοῦσι. καὶ ξυνέπεσε Γότθων τοὺς πλείστους βάλλειν ἐπ̓ αὐτόν τε καὶ Βελισάριον τά τε ἀκόντια καὶ τὰ ἄλλα βέλη ἐξ αἰτίας τοιᾶσδε. [7] αὐτόμολοι ὅσοι τῇ προτεραίᾳ ἐς Γότθους ἧκον, ἐπεὶ ἐν τοῖς πρώτοις μαχόμενον Βελισάριον εἶδον, ἐπιστάμενοι ὡς, ἢν αὐτὸς πέσῃ, διαφθαρήσεται Ῥωμαίοις αὐτίκα δὴ μάλα τὰ πράγματα, κραυγῇ ἐχρῶντο, [8] βάλλειν ἐγκελευόμενοι ἐς ἵππον τὸν βάλαν. καὶ ἀπ̓ αὐτοῦ ἐς τὴν Γότθων στρατιὰν ξύμπασαν οὗτος δὴ περιφερόμενος ὁ λόγος ἦλθε, ζήτησιν μέντοι αὐτοῦ ἅτε ἐν θορύβῳ μεγάλῳ ἥκιστα ἐποιήσαντο, οὐδὲ ὅτι ἐς Βελισάριον ἔφερε σαφῶς ἔγνωσαν. [9] ἀλλὰ ξυμβάλλοντες οὐκ εἰκῆ τὸν λόγον ἐπιπολάζοντα ὡς πάντας ἰέναι, τῶν ἄλλων ἀφέμενοι πάντων, οἱ πλεῖστοι ἐπὶ Βελισάριον ἔβαλλον. [10] ἤδη δὲ αὐτῶν καὶ φιλοτιμίᾳ μεγάλῃ ἐχόμενοι ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ὡς ἀγχοτάτω παραγενόμενοι, ἅπτεσθαί τε αὐτοῦ ἐνεχείρουν καὶ τοῖς δόρασι καὶ τοῖς ξίφεσι θυμῷ πολλῷ ἐχόμενοι ἔπαιον. [11] Βελισάριος δὲ αὐτός τε ἐπιστροφάδην τοὺς ἀεὶ ὑπαντιάζοντας ἔκτεινε καὶ τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν τῆς εἰς αὐτὸν εὐνοίας ὡς μάλιστα δὴ ἐν τούτῳ τῷ κινδύνῳ ἀπήλαυσε. [12] γενόμενοι γὰρ ἀμφ̓ αὐτὸν ἅπαντες ἀρετὴν ἐπεδείξαντο οἵαν πρὸς οὐδενὸς ἀνθρώπων ἐς τήνδε τὴν ἡμέραν δεδηλῶσθαι οἶμαι: [13] τὰς γὰρ ἀσπίδας τοῦ τε στρατηγοῦ καὶ τοῦ ἵππου προβεβλημένοι, τά τε βέλη πάντα ἐδέχοντο καὶ τοὺς ἀεὶ ἐπιόντας ὠθισμῷ χρώμενοι ἀπεκρούοντο. οὕτω τε ἡ ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀνδρός. [14] ἐν τούτῳ τῷ πόνῳ πίπτουσι μὲν Γότθοι οὐχ ἥσσους ἢ χίλιοι, καὶ αὐτοὶ ἄνδρες οἳ ἐν τοῖς πρώτοις ἐμάχοντο, θνήσκουσι δὲ τῆς Βελισαρίου οἰκίας πολλοί τε καὶ ἄριστοι, καὶ Μαξέντιος ὁ δορυφόρος, ἔργα μεγάλα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος. [15] Βελισαρίῳ δὲ ξυνέβη τις τύχη ἐκείνῃ τῇ ἡμέρᾳ, μήτε τετρῶσθαι μήτε βεβλῆσθαι, καίπερ ἀμφ̓ αὐτῷ μόνῳ γενομένης τῆς μάχης. [16] Τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέ τε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάν τε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώσαντο. [17] βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων ἱππέων, αὖθις ἱππομαχία ἐγένετο. [18] ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώσατο. [19] οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον: ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται. [20] δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀναβοῶντος. [21] οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς εἶχεν: ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν. [22] οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο: ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελλον. [23] ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέσθαι διενοοῦντο, [24] Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷ τε ξυνιόντες ἀλλήλοις ἐς ὀλίγον συνήγοντο. [25] οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ �
�ἶχον. [26] Τότε Βελισάριον ἔννοιά τε καὶ τόλμα εἰσῆλθεν, ἣ Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξαπιναίως τοῖς ἐναντίοις ἐνέπεσεν. [27] οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβον τε πολὺν ἀπ̓ αὐτοῦ καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον. [28] Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτω τε Ῥωμαῖοι θαρσήσαντες αὐτόν τε καὶ τοὺς ἀμφ̓ αὐτὸν ἅπαντας τῇ πόλει ἐδέξαντο. [29] παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριός τε καὶ τὰ βασιλέως πράγματα ἦλθεν: ἥ τε μάχη πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἠρίστευσαν δὲ ἐν ταύτῃ τῇ μάχῃ Ῥωμαίων μὲν Βελισάριος, Γότθων δὲ Οὐίσανδος Βανδαλάριος, ὅς, ἡνίκα ἡ μάχη ἀμφὶ Βελισαρίῳ ἐγένετο, ἐπειδὴ αὐτῷ τὰ πρῶτα ἐπέπεσεν, οὐ πρότερον ἀπέστη ἕως τρισκαίδεκα πληγὰς λαβὼν τῷ σώματι ἔπεσε. [30] δόξας δὲ αὐτίκα τεθνάναι, ἠμελήθη τε πρὸς τῶν ἑταίρων, καίπερ νενικηκότων, καὶ ξὺν τοῖς νεκροῖς αὐτοῦ ἔκειτο. [31] τρίτῃ δὲ ἡμέρᾳ ἐπειδὴ στρατοπεδευσάμενοι ἄγχιστα τοῦ Ῥώμης περιβόλου οἱ βάρβαροι ἔπεμψάν τινας ἐφ̓ ᾧ νεκρούς τε τοὺς σφετέρους θάψουσι καὶ τὰ νόμιμα ἐπὶ ὁσίᾳ τῇ ἐκείνων ποιήσονται, οἱ τὰ σώματα τῶν κειμένων διερευνώμενοι Οὐίσανδον Βανδαλάριον ἔτι ἔμπνουν εὑρίσκουσι, καὶ αὐτὸν τῶν τις ἑταίρων φωνήν τινά οἱ ἀφεῖναι ἠξίου. [32] ὁ δέ, οὐδὲ γὰρ ἐδύνατο, ἐπεί οἱ τὰ ἐντὸς τῷ τε λιμῷ καὶ τῷ ἐκ τῆς ἄλλης κακοπαθείας αὐχμῷ λίαν ἐκάετο, ὕδωρ οἱ ἔνευεν ἐς τὸ στόμα ἐμβάλλεσθαι. πιόντα τε αὐτὸν καὶ ἐν αὑτῷ γεγονότα ἀράμενοι ἐς τὸ στρατόπεδον ἤνεγκαν. [33] μέγα τε ὄνομα Οὐίσανδος Βανδαλάριος ἐκ τοῦ ἔργου τούτου ἐν Γότθοις ἔσχε, καὶ τὰ μάλιστα εὐδοκιμῶν πάμπολύν τινα ἐπεβίω χρόνον. ταῦτα μὲν οὖν τρίτῃ ἀπὸ τῆς μάχης ἡμέρᾳ γεγενῆσθαι ξυνέπεσε. [34] Τότε δὲ Βελισάριος, ἐπεὶ ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς ἑπομένοις ἐγένετο, στρατιώτας τε καὶ τὸν Ῥωμαίων δῆμον σχεδόν τι ἅπαντα ἐς τὸ τεῖχος ἀγείρας, πυρά τε πολλὰ καίειν καὶ τὴν νύκτα ὅλην ἐγρηγορέναι ἐκέλευε. καὶ τὸν περίβολον περιιὼν κύκλῳ τά τε ἄλλα διεῖπε καὶ πύλῃ ἑκάστῃ τῶν τινα ἀρχόντων ἐπέστησε. [35] Βέσσας δέ, ὃς ἐν πύλῃ τῇ καλουμένῃ Πραινεστίνῃ φυλακὴν ἔσχεν, ἄγγελον παρὰ Βελισάριον πέμψας ἐκέλευε λέγειν ἔχεσθαι πρὸς τῶν πολεμίων τὴν πόλιν, δἰ ἄλλης πύλης ἐμβεβληκότων ἣ ὑπὲρ ποταμὸν Τίβερίν ἐστι Παγκρατίου ἀνδρὸς ἁγίου ἐπώνυμος οὖσα. [36] ταῦτα ἀκούσαντες ὅσοι ἀμφὶ Βελισάριον ἦσαν, σώζεσθαι ὅτι τάχιστα διὰ πύλης ἑτέρας παρῄνουν. αὐτὸς μέντοι οὔτε κατωρρώδησεν, οὔτε τὸν λόγον ὑγιᾶ ἰσχυρίζετο εἶναι. [37] ἔπεμψε δὲ καὶ τῶν ἱππέων τινὰς ὑπὲρ ποταμὸν Τίβεριν κατὰ τάχος, οἳ τὰ ἐκείνῃ ἐπισκεψάμενοι οὐδὲν πολέμιον τῇ πόλει ἐνταῦθα ξυμβῆναι ἀπήγγελλον. [38] πέμψας οὖν εὐθὺς ἐς πύλην ἑκάστην ἄρχουσι τοῖς πανταχῆ οὖσιν ἐπέστελλεν ὥστε, ἐπειδὰν τοὺς πολεμίους ἀκούσωσι κατ̓ ἄλλην τινὰ τοῦ περιβόλου ἐσβεβληκέναι μοῖραν, μήτε ἀμύνειν μήτε φυλακὴν τὴν σφετέραν ἐκλιπεῖν, ἀλλ̓ ἡσυχῆ μένειν: αὐτῷ γὰρ ὑπὲρ τούτων μελήσειν. [39] ἔπρασσε δὲ ταῦτα, ὅπως μὴ ἐκ φήμης οὐκ ἀληθοῦς ἐς ταραχὴν αὖθις καθιστῶνται. Οὐίττιγις δέ, Ῥωμαίων ἔτι ἐν θορύβῳ πολλῷ καθεστώτων, ἐς πύλην Σαλαρίαν τῶν τινα ἀρχόντων, Οὔακιν ὄνομα, ἔπεμψεν, οὐκ ἀφανῆ ἄνδρα. [40] ὃς ἐνταῦθα ἐλθὼν καὶ Ῥωμαίους τῆς ἐς Γότθους ἀπιστίας κακίσας τὴν προδοσίαν ὠνείδιζεν ἣν αὐτοὺς ἐπί τε τῇ πατρίδι πεποιῆσθαι καὶ σφίσιν αὐτοῖς ἔλεγεν, οἳ τῆς Γότθων δυνάμεως Γραικοὺς τοὺς σφίσιν οὐχ οἵους τε ἀμύνειν ὄντας ἠλλάξαντο, ἐξ ὧν τὰ πρότερα οὐδένα ἐς Ἰταλίαν ἥκοντα εἶδον, ὅτι μὴ τραγῳδούς τε καὶ μίμους καὶ ναύτας λωποδύτας. [41] ταῦτά τε καὶ πολλὰ τοιαῦτα Οὔακις εἰπών, ἐπεί οἱ οὐδεὶς ἀπεκρίνατο, [42] ἐς Γότθους τε καὶ Οὐίττιγιν ἀνεχώρησε. Βελισάριος δὲ γέλωτα πολὺν πρὸς Ῥωμαίων ὦφλεν, ἐπεὶ μόλις τοὺς πολεμίους διαφυγὼν θαρσεῖν τε ἤδη καὶ περιφρονεῖν τῶν βαρβάρων ἐκέλευεν: εὖ γὰρ εἰδέναι ὡς κατὰ κράτος αὐτοὺς νικήσει. ὅπως δὲ τοῦτο καταμαθὼν ἔγνω ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται. [43] ἐπεὶ δὲ πόρρω ἦν τῶν νυκτῶν, νῆστιν ἔτι Βελισάριον ὄντα ἥ τε γυνὴ καὶ τῶν ἐπιτηδείων ὅσοι παρῆσαν ἄρτου βραχέος κομιδῆ γεύσασθαι μόλις ἠνάγκασαν. ταύτην μὲν οὖν τὴν νύκτα οὕτως ἑκάτεροι διενυκτέρευσαν.