Book Read Free

Delphi Complete Works of Procopius

Page 214

by Procopius of Caesarea


  Βελισάριος δὲ ἐπειδὴ Οὐραΐαν τε καὶ τοὺς βαρβάρους Μεδιόλανον πολιορκεῖν ἤκουσε, Μαρτῖνόν τε καὶ Οὐλίαριν ξὺν πολλῷ στρατῷ ἐπ̓ αὐτοὺς ἔπεμψεν. [2] οἱ δὲ ἀφικόμενοι ἐς ποταμὸν Πάδον, ὃς Μεδιολάνου ἀπέχει ἡμέρας ὁδόν, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον. χρόνος τε σφίσι πολὺς ἐνταῦθα ἐτρίβη, ἀμφὶ τῇ διαβάσει τοῦ ποταμοῦ βουλὴν ἔχουσιν. [3] ὅπερ ἐπεὶ Μουνδίλας ἤκουσε, τῶν τινα Ῥωμαίων, Παῦλον ὄνομα, παῤ αὐτοὺς ἔπεμψεν. [4] ὁ δὲ λαθὼν μὲν τοὺς πολεμίους ἐς τοῦ Πάδου τὴν ὄχθην ἦλθεν. ὁλκάδος δὲ οὐδεμιᾶς ἐν τῷ παραυτίκα ἐπιτυχὼν ἀπεδύσατό τε καὶ νηχόμενος ξὺν μεγάλῳ κινδύνῳ τὴν διάβασιν ἐποιήσατο. [5] κομισθεὶς οὖν ἐς τὸ Ῥωμαίων στρατόπεδον καὶ παρὰ τοὺς ἡγουμένους ἥκων ἔλεξε τοιάδε: ‘Μαρτῖνέ τε καὶ Οὐλίαρι, οὐ δίκαια ποιεῖτε οὐδὲ δόξης τῆς ὑμῶν αὐτῶν ἄξια, λόγῳ μὲν ἐπὶ σωτηρίᾳ τῶν βασιλέως πραγμάτων ἥκοντες, ἔργῳ δὲ τὴν Γότθων δύναμιν αὔξοντες. [6] Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν Ἰταλίᾳ πασῶν μάλιστα μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς δὲ τούτων πρός τε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρβάρους ἐπιτείχισμά τε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα ἐμπέπτωκε μέγαν ξύν τε Μουνδίλᾳ καὶ τῷ βασιλέως στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ δὲ ὑμῶν ἀμελουμένη. [7] ἡλίκα μὲν οὖν ἠδίκηται βασιλεὺς παῤ ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως ἔτι λείπεταί τις ἐλπίς. [8] ὑμᾶς δέ φημι χρῆναι αὐτίκα δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολωλέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βασιλέως προέσθαι δύναμιν. [9] προδόται γάρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ̓ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκός, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι.’ [10] Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο. [11] ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούς τε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως πίστιν ἐπέρρωσεν. [12] Οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνος τε πολὺς ταύτῃ δὴ τῇ μελλησει ἐτρίβετο. [13] μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε: ‘Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύουσιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν διαβαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίν τε Γότθων μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοί τε οἰόμεθα εἶναι. [14] ἀλλὰ κέλευε Ἰωάννην τε καὶ Ἰουστῖνον ὡς τάχιστα ῾ἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσίν̓ ὁμοῦ τοῖς ἑπομένοις κινδύνου ἡμῖν τοῦδε ξυνάρασθαι. [15] κοινῇ γὰρ ἐνθένδε ἰόντες αὐτοί τε σῶοι εἶναι καὶ δρᾶν τι κακὸν δυνησόμεθα τοὺς [16] πολεμίους.’ Μαρτίνου μὲν ἡ ἐπιστολὴ τοσαῦτα ἐδήλου. Βελισάριος δέ, ἐπεὶ αὐτὴν ἀνελέξατο, Ἰωάννην τε καὶ Ἰουστῖνον ἐκέλευε ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἐς Μεδιόλανον κατὰ τάχος ἰέναι. οἱ δὲ πράξειν οὐδὲν ἔφασκον, ὅ τι μὴ Ναρσῆς ἐπιστέλλοι σφίσι. [17] διὸ δὴ καὶ Ναρσῇ Βελισάριος ἔγραψε τάδε: ‘Ἓνσῶμα εἶναι πᾶσαν τὴν βασιλέως στρατιὰν νόμιζε, ἣν δὴ ἢν μὴ γνώμην ἐνδείκνυσθαι μίαν ὥσπερ ἀνθρώπου τὰ μέλη ξυμβαίνει, ἀλλά τι ἀλλήλων χωρὶς ἐνεργεῖν βούλεσθαι, λελείψεται ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολωλέναι. [18] οὐκοῦν Αἰμιλίαν μὲν ἔα, οὔτε τι ὀχύρωμα ἔχουσαν οὔτε τινὰ Ῥωμαίοις ἔν γε τῷ παρόντι καιρῷ ῥοπὴν φέρουσαν. [19] σὺ δὲ Ἰωάννην τε καὶ Ἰουστῖνον κέλευε αὐτίκα δὴ μάλα εὐθὺ τῶν ἐν Μεδιολάνῳ πολεμίων ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἰέναι, ἐγγύς τε ὄντας καὶ πρὸς τῶν βαρβάρων τὴν ἐπικράτησιν ἱκανῶς ἔχοντας. [20] ἐμοὶ γὰρ ἐνταῦθα στρατιᾶς πλῆθος, ὅπερ ἂν καὶ στέλλοιμι, οὐκ εἶναι ξυμβαίνει, ἄλλως τε καὶ στρατιώτας ἐς Μεδιόλανον ἐνθένδε ἰέναι ἀξύμφορον οἴομαι εἶναι. [21] χρόνου τε γὰρ τετρίψεται πλῆθος, ὥστε ὀπίσω τοῦ δέοντος καιροῦ ἐς αὐτὴν ἥξουσι, καὶ τοῖς ἵπποις ἐπὶ τοῖς πολεμίοις χρῆσθαι διὰ μῆκος ὁδοῦ, ἡνίκα ἐς ἐκείνους ἀφίκωνται, οὐδαμῶς ἕξουσιν. [22] ἢν δέ γε ξύν τε Μαρτίνῳ καὶ Οὐλίαρι οἱ ἄνδρες οὗτοι ἐς Μεδιόλανον ἴωσι, κρατήσουσί τε, ὡς τὸ εἰκός, τῶν ταύτῃ βαρβάρων, καὶ τὴν Αἰμιλίαν καταλήψονται αὖθις, οὐδενὸς ἔτι ἀντιστατοῦντος.’ [23] ταῦτα ἐπεὶ Ναρσῆς ἀπενεχθέντα εἶδε τὰ γράμματα, αὐτὸς μὲν Ἰωάννῃ τε καὶ Ἰουστίνῳ ἐπέστελλεν ἐς Μεδιόλανον ξὺν τῷ ἄλλῳ στρατῷ ἰέναι. [24] ὀλίγῳ δὲ ὕστερον Ἰωάννης μὲν ἐς τὴν παραλίαν ἐστάλη, ὅπως ἀκάτους ἐνθένδ�
� κομίζοι, οὕτω τε διαβαίνειν τὸν ποταμὸν ὁ στρατὸς δύνηται. ἀλλὰ νόσος αὐτῷ ξυμβᾶσα τὰ πρασσόμενα διεκώλυσεν. [25] Ἐν ᾧ δὲ οἵ τε ἀμφὶ Μαρτῖνον τῇ ἐς τὴν διάβασιν ὀκνήσει ἐχρῶντο καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην τὰς Ναρσοῦ ἐντολὰς ἔμενον, ἐν τούτῳ χρόνου δαπανᾶσθαι πολύ τι χρῆμα τῇ πολιορκίᾳ τετύχηκεν. [26] οἰ δὲ πολιορκούμενοι ἤδη ἐς ἄγαν τῷ λιμῷ πιεζόμενοι καὶ τοῦ κακοῦ ὑπερβιαζομένου κυνῶν τε καὶ μυῶν οἱ πλεῖστοι ἐγεύσαντο καὶ ζῴων ἄλλων ὅσα ἐς βρῶσιν ἀνθρώπου οὔποτε ἦλθον. [27] οἱ μὲν οὖν βάρβαροι πρέσβεις παρὰ Μουνδίλαν πέμψαντες ἐνδοῦναι σφίσι τὴν πόλιν ἐκέλευον, ἐφ̓ ᾧ ἀπαθεῖς αὐτός τε καὶ οἱ στρατιῶται κακῶν μείνωσιν. [28] ὁ δὲ ταῦτα ὡμολόγησε πράξειν, ἢν ἐκεῖνοι ὑπέρ τε αὐτῶν τὰ πιστὰ δώσουσι καὶ ὡς οὐδὲν ἄχαρι ἐς τῶν οἰκητόρων τινὰ δράσουσιν. [29] ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳ τε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷ τε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς στρατιώτας ἅπαντας ἔλεξε τοιάδε: [30] ‘Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο σωτηρίας τῆς παραυτίκα τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον διώκειν, καὶ ταῦτα ἀπὸ τῆς Βελισαρίου διδασκαλίας, ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοις τε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον. [31] τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις: τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι. [32] διαφέρει δέ, ὅτι ἄνανδροι μέν, ὡς τὸ εἰκός, ἅπαντες ὕβριν τε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις δὲ ἀνδράσι ξύν τε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν. [33] ἄνευ δὲ τούτων εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δουλεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην. [34] ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσίν, ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται. [35] οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζεσθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι, εὔδοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην. [36] φημὶ δὲ χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν. [37] δυοῖν γὰρ ἡμῖν περιέσται θάτερον: ἢ τὴν τύχην ἐφ̓ ἡμῖν εἰργάσθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐδαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι κακῶν.’ [38] Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ̓ ἐφ̓ οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐνέδοσαν. [39] καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς τῆς ξυμμαχίας ἐκτίνοντες. [40] Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν. [41] Βηργεντῖνος δὲ ῾καὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχἐ διὰ τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι. [42] καὶ ἀπ̓ αὐτοῦ οἱ Γότθοι πόλεις τε τὰς ἄλλας ὁμολογίᾳ εἷλον αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν. Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον.

 

‹ Prev