Book Read Free

Delphi Complete Works of Procopius

Page 215

by Procopius of Caesarea


  Ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἐν Λιγουρίᾳ ξυμπεπτωκότων, ἐπειδὴ ὁ χειμὼν ἐτελεύτα ἤδη, τῷ παντὶ στρατῷ ἐς Πικηνὸν ᾔει. [2] τά τε ἀμφὶ Μεδιολάνῳ τετυχηκότα ἐν ταύτῃ δὴ τῇ πορείᾳ μαθὼν ἐν μεγάλῳ ἐποιήσατο πένθει. [3] καὶ Οὐλίαριν μὲν ἐς ὄψιν οἱ ἐλθεῖν οὐκέτι τὸ λοιπὸν εἴασεν, ἅπαντα δὲ τὰ ξυμπεσόντα βασιλεῖ ἔγραψε. [4] βασιλεὺς δὲ τούτων μὲν ἕνεκα δεινόν τι εἰργάσατο οὐδένα, τὴν δὲ Βελισαρίου τε καὶ Ναρσοῦ διαφορὰν ἀκούσας Ναρσῆν τε αὐτίκα μεταπεμψάμενος αὐτοκράτορα παντὸς τοῦ πολέμου Βελισάριον κατεστήσατο. [5] ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρός τε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λιγουρίας ἀπεχώρησαν. [6] οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδά τε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας ἰέναι. [7] οὕτω τε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν ἡμαρτημένων μετέμελεν. [8] ἀφοσιούμενοί τε τὸ ἔγκλημα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθ τε ἡγουμένου σφίσι καὶ Φιλιμούθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν. [9] Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο: καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις ῾οὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναἰ ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι. [10] Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν, [11] ἀλλ̓ ἀμφοτέροις ἐκποδὼν στήσωνται. ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. [12] οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν. [13] Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκός, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παῤ ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει. [14] γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι. [15] ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται. [16] τούς τε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι. [17] ταῦτα Οὐιττίγιδί τε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. Ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ βασιλεῖ πολέμιον καταστήσουσι. [18] διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν. [19] ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο. [20] γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [21] ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόην τε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι ἐφ̓ ᾧ ἐπὶ Πέρσας στρατεύσειε. [22] τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις ῾ἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον̓ αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παῤ αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ. [23] τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν. [24] οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος. [25] καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

  Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐ�
�ί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος. [2] Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν. [3] Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν. [4] οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι. [5] καὶ οἱ μὲν πόλιν Δορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦ τε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίους τε καὶ μυρίους ἔχων ἀφίκετο. [6] Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράς τε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους ὀγδοήκοντα. [7] κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ̓ αὐτοῦ ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα. [8] ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν τολμήσωσιν. [9] Ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα πάντας στρατοπεδεύεσθαι κύκλῳ. [10] καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύν τε δορυφόροις καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν. [11] οἱ δὲ ἀράμενοι τὰ ὅπλα ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο, ῥᾷστά τε αὐτοὺς ἀρετῇ ὠσάμενοι ἔτρεψαν, καὶ φεύγουσιν ἐπισπόμενοι κατὰ μέσον τοῦ λόφου ἐγίνοντο. [12] ἔνθα οἱ βάρβαροι ἐπιστραφέντες καὶ χωρίου ἰσχύϊ πιστεύοντες ἀντίοι τοῖς διώκουσιν ἔστησαν, συχνούς τε αὐτῶν ἅτε κατὰ κορυφὴν βάλλοντες ἔκτειναν, ἕως νὺξ ἐπιλαβοῦσα ἐκώλυσεν. οὕτω τε διαλυθέντες ἑκάτεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο. [13] ἔτυχον δὲ τῇ προτεραίᾳ τοῦ ἔργου τούτου Γότθων τινὲς ὄρθρου βαθέος τροφῶν ξυγκομιδῆς ἕνεκα ἐς τὰ ἐκείνῃ σταλέντες χωρία. [14] οἳ δὴ οὐδὲν ἀμφὶ τῶν πολεμίων τῇ παρουσίᾳ πυθόμενοι ἐς νύκτα ἐπανῆκον. ἄφνω τε τὰ Ῥωμαίων πυρὰ κατιδόντες ἐν θαύματί τε καὶ δέει μεγάλῳ ἐγένοντο. [15] καὶ αὐτῶν πολλοὶ μὲν τὸν κίνδυνον ὑποστῆναι τολμήσαντες καὶ λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἐσῆλθον. ὅσοι δὲ κατορρωδήσαντες ἐν τῷ παραυτίκα ἐς ὕλας τινὰς σφᾶς αὐτοὺς ἔκρυψαν, ἐφ̓ ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ὑπὸ τοῖς ἐναντίοις γενόμενοι διεφθάρησαν. [16] Βελισάριος δὲ κατιδὼν τὴν Αὔξιμον ἰσχυροτάτην ἐν τῷ ἀσφαλεῖ οὖσαν, παντελῶς τέ οἱ ἀμήχανα εἶναι προσβολὴν τῷ περιβόλῳ ποιήσασθαι, βίᾳ μὲν τὸ χωρίον ἑλεῖν οὐκ ἄν ποτε ᾤετο, πολιορκίᾳ δὲ ἀκριβεῖ ἔς τε ἀπορίαν τῶν ἀναγκαίων καταστήσεσθαι τοὺς πολεμίους ἐλπίδα εἶχε καὶ τῷ χρόνῳ ὑποχειρίους ποιήσασθαι. [17] Τοῦ δὲ περιβόλου οὐ μακρὰν ἄποθεν πόαν τινὰ πολλὴν ἡ γῆ ἀνιεῖσα ξυμβολῆς ἀφορμὴν ἐς ἡμέραν ἑκάστην Ῥωμαίοις τε καὶ Γότθοις ἔφερε. [18] ταύτην γὰρ ἀποτεμνομένους ἀεὶ τῶν ἵππων ἕνεκα τοὺς ἐναντίους ὁρῶντες Ῥωμαῖοι ἔν τε τῷ λόφῳ δρόμῳ πολλῷ ἀνιόντες ἐγίνοντο καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἰόντες ἔργα τε ἀρετῆς ἄξια ἐνδεικνύμενοι, φέρεσθαι τὴν πόαν οὐδαμῆ εἴων, πολλούς τε ἀεὶ τῶν ἐναντίων ἐν τῷ χώρῳ τούτῳ διέφθειρον. [19] οἱ δὲ βάρβαροι ἀρετῇ τῶν πολεμίων ἡσσώμενοι ἐπενόουν τάδε. τῶν ἁμαξῶν τοὺς τροχοὺς ξὺν μόνοις τοῖς ἄξοσιν ἀφελόμενοι ἐν παρασκευῇ εἶχον, τέμνειν τε τὴν πόαν ἀρξάμενοι, ἐπειδὴ ἀνιόντας ἤδη ἐς τοῦ λόφου τὰ μέσα τοὺς Ῥωμαίους εἶδον, τοὺς τροχοὺς ἀφῆκαν κατὰ κορυφὴν ἐπ̓ αὐτοὺς φέρεσθαι. [20] τύχῃ δέ τινι τούτους ξυνέπεσε τοὺς τροχοὺς ἄχρι ἐς τὸ ὁμαλὲς ἀνθρώπου οὐδενὸς ἁψαμένους ἐλθεῖν. ταύτης τε τῆς πείρας ἀποτυχόντες οἱ βάρβαροι, τότε μὲν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, ἔπειτα δὲ ἐποίουν τάδε. [21] τὰς φάραγγας, αἳ τοῦ περιβόλου εἰσὶν ἄγχιστα, ἐνέδραις τῶν ἐν σφίσι δοκίμων ἀνδρῶν προλοχίσαντες ὀλίγοι τοῖς πολεμίοις ἀμφὶ τὴν πόαν ἐφαίνοντο, ἡνίκα τε ἡ μάχη ἐν χερσὶ γένοιτο, ἐκπηδῶντες ἐκ τῶν ἐνεδρῶν οἱ κρυπτόμενοι, πλήθει τε τοὺς ἐναντίους παρὰ πολὺ ὑπεραίροντες καὶ αὐτοὺς τῷ μὴ προαισθέσθαι ἐκπλήσσοντες πλείστους μὲν ἔκτεινον, τοὺς δὲ λοιποὺς ἀεὶ ἐς φυγὴν ἔτρεπον. [22] Ῥωμαίων δὲ ὅσοι ἐν τοῖς στρατοπέδοις εἱστήκεσαν ἔβλεπον μὲν ἐκ τῶν ἐνεδρῶν ὑπεξ
ανισταμένους τοὺς πολεμίους, κραυγῇ δὲ πολλῇ τοὺς ἑταίρους ἀνακαλοῦντες οὐδὲν ἤνυον, ἐπεὶ οἱ μαχόμενοι τῆς ἐκείνων βοῆς ἥκιστα ἤκουον, μήκει τε τοῦ λόφου ἐπὶ πλεῖστον αὐτῶν διειργόμενοι καὶ τῶν βαρβάρων ἀεὶ ἐξεπίτηδες σφίσιν ἀντιπαταγούντων τοῖς ὅπλοις. [23] Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν: ‘Οἱ ταῖς σάλπιγξιν, ὦ στρατηγέ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν ἅτερος μὲν ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει καὶ τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν. [24] ταύτῃ τε ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν ἴσχυον. [25] κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι σαφὲς οὐδαμῶς πέφυκε, πατάγου τε, ὡς τὸ εἰκός, πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσοντος τὰς τῶν μαχομένων αἰσθήσεις. [26] ἐπεὶ δὲ τανῦν ἀμαθίᾳ τε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει. [27] σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας. [28] ἑκατέρου γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον, ἐπεὶ ὁ μὲν ἐκ βύρσης τε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, ὁ δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.’ [29] Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθη τε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε: ‘Προθυμίαν ἐς τόδε ξυμφέρειν τε οἶμαι καὶ πολλοῦ ἐπαίνου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν τοῖς ἔχουσι προσποιῆται βλάβος. [30] τῷ γὰρ ὑπερβάλλοντι τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴωθεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλεσθε: φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία αἰσχύνη. [31] ἀλλ̓ ὁ μὲν ἐς κακὸν προὖπτον ἀνεπισκέπτως ἰὼν καὶ σωθεὶς ἐνθένδε, ἂν οὕτω τύχῃ, ἄνοιαν ὀφλισκάνει: γενναῖος δὲ ὃς ἂν ἐν τοῖς ἀναγκαίοις ἀνδραγαθίζηται. [32] οἱ μὲν οὖν βάρβαροι, ἐπεὶ ἐκ τοῦ εὐθέος ἡμῖν οὐχ οἷοί τέ εἰσι διαμάχεσθαι, προλοχίζοντες διαφθείρειν ἡμᾶς ἐγχειροῦσιν. ἡμῖν δὲ τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι μεμπτότερον. [33] τοῦ γὰρ ἐνδιδόναι ταῖς τῶν ἐχθρῶι γνώμαις οὐδὲν αἴσχιον. ἐμοὶ μὲν οὖν ὅπως μὴ προσπεσεῖσθε ταῖς τῶν πολεμίων ἐνέδραις μελήσει. [34] ἔργον δ̓ ἂν ὑμέτερον εἴη, ἐπειδὰν σημήνω, ἐς τὴν ἀναχώρησιν κατὰ τάχος ἰέναι. αὕτη δὲ ὑμῖν ἡ δήλωσις ἐκ σάλπιγγος, ὦ στρατιῶται, τῆς πεζικῆς ἔσται.’ Βελισάριος μὲν τοσαῦτα εἶπεν. [35] οἱ δὲ στρατιῶται ἀμφὶ τὴν πόαν κατιδόντες τοὺς πολεμίους, δρόμῳ ἐπ̓ αὐτοὺς ᾔεσαν, τινάς τε αὐτῶν ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινον. [36] ἐν οἷς ἕνα χρυσοφοροῦντα τῶν τις Μαυρουσίων ἰδὼν λαβόμενός τε τῶν ἐν τῇ κεφαλῇ τριχῶν, ὅπως ἀποδύοι, τὸν νεκρὸν ἐφεῖλκε. [37] Γότθος δέ τις αὐτὸν ἀκοντίῳ βαλὼν μυώνων τε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχών, ἐνέρσει τοῦ ἀκοντίου ἄμφω τὼ πόδε ξυνέδησεν. [38] ἀλλ̓ οὐδέν τι ἧσσον ὁ Μαυρούσιος τῶν τριχῶν ἐχόμενος τὸν νεκρὸν εἷλκεν. ἐν τούτῳ δὲ οἱ μὲν βάρβαροι τὰς ἐνέδρας ἐκίνουν, Βελισάριος δὲ ἀπὸ τοῦ στρατοπέδου ὁρῶν τὰ ποιούμενα, ταῖς σάλπιγξι τοὺς πεζοὺς οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο ἠχεῖν κατὰ τάχος ἐκέλευεν. [39] οἵ τε Ῥωμαῖοι αἰσθόμενοι κατὰ βραχὺ ἤδη ὑπεχώρουν, τὸν Μαυρούσιον ξὺν τῷ ἀκοντίῳ ἀράμενοι. οἷς δὴ οἱ Γότθοι ἕπεσθαι οὐκέτι ἐτόλμων, ἀλλ̓ ἄπρακτοι ἀνεχώρησαν.

 

‹ Prev