Delphi Complete Works of Procopius
Page 229
Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, ἀλλ̓ ἔτι ἀντεῖχον. [2] διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε: ‘Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοί, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν. [3] ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ̓ ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παῤ ὑμᾶς ἥκομεν. ὅπως δὲ ἀκούσησθε πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι. [4] ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν δύναται. [5] ἡμᾶς, ὦ στρατηγοί, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατόν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ̓ ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον. [6] καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις ὑπηρετεῖν ἄξιον. [7] εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ βουλομένοις ὑμῖν, ἀλλ̓ ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας δικαιοῦτε χειρός, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ τὰς τῶν δούλων πονεῖσθαι ταφάς: ἢν δὲ μηδὲ τοῦτο ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ μυρίων ἀπαλλάξατε Ῥωμαίους [8] δυσκόλων.’ ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο. [9] Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτόπους τε καὶ τῆς φύσεως ὑπερορίους. [10] τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον ῾σίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον̓, καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων: μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ. [11] οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην ποιούσης τὴν βρῶσιν. [12] καὶ βοῦν δέ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν εἶχεν. [13] ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κὰν τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται. [14] ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον. [15] Τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο: ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο. [16] τελευτῶντες δέ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι ὅτου ὠνοῖντο, ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον. [17] ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς ἐμφερεστάτους εἰργάζετο. [18] πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον. [19] ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο. [20] Ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνήρ, πέντε παίδων πατήρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον: [21] ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονώς, ἀλλ̓ ἰσχυρότατα ἐν τῇ διανοίᾳ
τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ τροφὴν ληψομένους ἐκέλευεν. [22] ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων οἳ ταύτῃ ἦσαν. [23] Καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις ἐνθένδε βουλομένοις ἦν ἀπαλλάσσεσθαι. [24] ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον. [25] πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.
Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ Ῥώμην χωρία μᾶλλον ξυνοίσειν: [2] πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον: Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα ἐς τὰ ἀμφὶ Ῥώμην χωρία. [3] οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκός, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι. [4] καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ̓ ἂν τεσσαράκοντα ἡμερῶν ἐν Ῥώμῃ γενέσθαι. [5] Ταῦτα βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε: πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος Δρυοῦντι προσέσχον. [6] οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμόν, ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν. [7] ὁ δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ ἔχειν. [8] Ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ ὁ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων δυνατὰ εἴη. [9] ἔν τε τῷ Τιβέριδι ἐπενόει τάδε. χῶρον κατανοήσας ᾗ μάλιστα ὁ ποταμὸς ἐν στενῷ κάτεισιν, ὅσον ἀπὸ σταδίων τῆς πόλεως ἐνενήκοντα, δοκοὺς ἐσάγαν μακρὰς ἐκ τῆς ἑτέρας ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένας ἐνταῦθα ἐς γεφύρας κατέθετο σχῆμα. [10] πύργους τε δύο ξυλίνους παῤ ἑκατέραν ὄχθην τεκτηνάμενος φυλακτήριον κατεστήσατο μαχίμων ἀνδρῶν, ὡς μηκέτι ἀκάτοις τισὶν ἢ πλοίοις ἄλλοις ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη. [11] Ἐν τούτῳ δὲ Βελισάριος μὲν ἐς τὸν τῶν Ῥωμαίων λιμένα κατῆρε, καὶ τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἔμενεν. Ἰωάννης δὲ ἐς Καλαβρίαν διαπορθμεύεται, Γότθων ἥκιστα αἰσθομένων, οἲ δὴ ἀμφὶ τὸ Βρεντέσιον, ὥσπερ ἐρρήθη, διατριβὴν εἶχον. [12] δύο τε τῶν πολεμίων λαβὼν ἐπὶ κατασκοπῇ ὁδῷ ἰόντας τὸν μὲν ἕνα εὐθὺς ἔκτεινεν, ἅτερος δὲ αὐτοῦ τῶν γονάτων λαβόμενος ζωγρεῖσθαι ἠξίου. [13] ‘Οὐ γὰρ ἀχρεῖός σοι,’ ἔφη, ‘καὶ τῷ Ῥωμαίων στρατῷ ἔσομαι.’ ἐρομένου δὲ αὐτὸν Ἰωάννου, τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει, Γότθοις ὁ ἄνθρωπος ὡς ἥκιστα προσδεχομένοις ἐπιστήσειν αὐτὸν ὑπέσχετο. [14] καὶ ὃς ἀτυχήσειν μὲν αὐτὸν τῆς δεήσεως οὐδαμῆ ἔφασκε, χρῆναι δέ οἱ πρῶτα τὰς τῶν ἵππων νομὰς ἐνδεικνύναι. ἐπεὶ οὖν ὡμολόγει καὶ ταῦτα ὁ βάρβαρος σὺν αὐτῷ ᾔει. [15] καὶ πρῶτα μὲν τῶν πολεμίων τοὺς ἵππους νεμομένους καταλαβόντες ἀναθρώκουσιν ἐς αὐτοὺς ἅπαντες, ὅσοι πεζοὶ ὄντες ἐτύγχανον: οἳ δὴ πολλοί τε καὶ ἄριστοι ἦσαν. ἔπειτα δὲ χωροῦσι δρόμῳ ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον. [16] οἱ δὲ βάρβαροι ἄνοπλοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες αὐτοῦ μὲν οἱ πολλοὶ διεφθάρησαν, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι, ὀλίγοι δέ τινες διαφυγόντες παρὰ Τουτίλαν ἐκομίσθησαν. [17] Ἰωάννης δὲ Καλαβροὺς ἅπαντας παρηγορῶν τε καὶ τιθασσεύων ἐς εὔνοιαν τοῦ βασιλέως ἐπηγάγετο, πολλὰ σφίσιν ὑποσχόμενος πρός τε βασιλέως καὶ τοῦ Ῥωμαίων στρατοῦ ἀγαθὰ ἔσεσθαι. [18] ἄρας τε ὡς εἶχε τάχους ἐκ τοῦ Βρεντεσίου, πόλιν καταλαμβάνει Κανούσιον ὄνομα, ἣ κεῖται μὲν ἐν Ἀπουλίοις πο�
� μέσοις, πέντε δὲ ἡμερῶν ὁδῷ Βρεντεσίου διέχει ἐς τὰ πρὸς ἑσπέραν τε καὶ Ῥώμην ἰόντι. [19] τούτου Κανουσίου πέντε καὶ εἴκοσι σταδίους ἀπέχουσι Κάνναι, ἵνα δὴ λέγουσι Λιβύων στρατηγοῦντος ἐν τοῖς ἄνω χρόνοις Ἀννίβαλος τὸ μέγα πάθος ξυμβῆναι Ῥωμαίοις. [20] Ἐνταῦθα Τουλλιανός τις, Βεναντίου παῖς, ἀνὴρ Ῥωμαῖος, δύναμιν πολλὴν ἔν τε Βριττίοις καὶ Λευκανοῖς ἔχων, Ἰωάννῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο μὲν τὸν βασιλέως στρατὸν τῶν πρόσθεν ἐς Ἰταλιώτας αὐτοῖς εἰργασμένων, ὡμολόγει δέ, ἤν τινι τὸ λοιπὸν ἐπιεικείᾳ ἐς αὐτοὺς χρήσωνται, Βριττίους τε καὶ Λευκανοὺς ἐγχειριεῖν σφίσι, κατηκόους βασιλεῖ αὖθις ἐς φόρου ἀπαγωγὴν ἐσομένους οὐδέν τι ἧσσον ἢ πρότερον ἦσαν. [21] οὐδὲ γὰρ ἑκόντας αὐτοὺς προσκεχωρηκέναι βαρβάροις τε καὶ Ἀρειανοῖς οὖσιν, ἀλλ̓ ὡς μάλιστα πρὸς μὲν τῶν ἐναντίων βιαζομένους, πρὸς δὲ τῶν βασιλέως στρατιωτῶν ἀδικουμένους. [22] Ἰωάννου δὲ πάντα ἰσχυριζομένου πρὸς αὐτῶν τὸ λοιπὸν Ἰταλιώταις τἀγαθὰ ἔσεσθαι, ξὺν αὐτῷ ὁ Τουλλιανὸς ᾔει. [23] καὶ ἀπ̓ αὐτοῦ ὑποψίᾳ οἱ στρατιῶται οὐδεμιᾷ ἐς Ἰταλιώτας ἔτι εἴχοντο, ἀλλὰ τὰ πλεῖστα τῶν ἐντὸς κόλπου τοῦ Ἰονίου φίλιά τε αὐτοῖς καὶ βασιλεῖ ἐγεγόνει κατήκοα. [24] Ἐπεὶ δὲ ταῦτα Τουτίλας ἤκουσε, Γότθων τριακοσίους ἀπολεξάμενος ἐς Καπύην πέμπει. οἷς δὴ ἐπέστελλεν, ἐπειδὰν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἐνθένδε ἴδοιεν ἐς Ῥώμην ἰόντας, ἕπεσθαι σφίσιν αἴσθησιν αὐτοῖς οὐδεμίαν παρεχομένους: [25] αὐτῷ γὰρ τὰ ἄλλα μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει. [26] Ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ ὁ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ̓ ᾧ ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί τε ὦσι. [27] τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου οὐδεμιᾶς ἀλκῆς αὐτοὺς μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε. [28] καὶ οἱ μὲν ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, δύσβατόν τε ὂν καὶ ἄλλως κρημνῶδες, κατέφυγον, Ἰωάννης δὲ διώξας τε καὶ ξὺν τοῖς πολεμίοις ἐν τῷ ἀνάντει γενόμενος, οὔπω τε σφᾶς αὐτοὺς ἐν ταῖς δυσχωρίαις κρατυναμένοις ἐς χεῖρας ἐλθών, πλείστους μὲν τῶν τε Μαυρουσίων καὶ Ῥωμαίων στρατιωτῶν ἔκτεινεν, ἰσχυρότατα ἀμυνομένους, Ῥεκιμοῦνδον δὲ καὶ Γότθους ξὺν τοῖς λοιποῖς ἅπασιν ὁμολογίᾳ εἷλεν. [29] Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.