Book Read Free

Delphi Complete Works of Procopius

Page 230

by Procopius of Caesarea


  Δείσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκομίζειν διενοεῖτο. [2] καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς διακρίνεσθαι, πρότερον ἐπενόει τάδε. [3] ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ̓ αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις ἐν τῇ γεφύρᾳ πεποιημένων. [4] ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινάς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι δῆθεν τῷ λόγῳ ἐστέλλοντο. [5] δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου. [6] στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καί, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει τῇ πάσῃ. [7] τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ̓ ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται. [8] ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν. [9] Αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν, [10] οὗ δὴ τὸν πύργον ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε. [11] κατὰ δὲ τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην, ἥ ἐστιν ἐκ τοῦ Πόρτου ἐς Ῥώμην ἰόντι ἐν δεξιᾷ, καὶ πεζὸς παραβεβοηθήκει στρατός. [12] πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν. [13] ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω. [14] ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντί, αὐτὸς ὀλίγον μὲν κομιδῇ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε. [15] Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ̓ ἐν τοῖς χαρακώμασιν ἡσυχῆ ἔμενον. [16] ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ̓ ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο, ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι εὐπετῶς δύνωνται. [17] καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ τῶν πύργων ἠμύνοντο καρτερώτατα. [18] ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. Τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ̓ ὧν οἱ ό πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ̓ αὐτο τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων τοῦ πύργου ῥίπτειν. [19] καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, ἐς διακοσίους μάλιστα ὄντας. [20] ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον ἢ πρότερον ἔβαλλον. [21] οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο: τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστατοῦντος. [22] ἀλλ̓ ἐπεὶ οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ, τῶν τινος φθονερῶν δαιμόνων μηχανὴ γέγονεν, ἣ τὰ Ῥωμαίων πράγματα ἔφθειρε τρόπῳ τοιῷδε. [23] Ἐν ᾧ τὰ στρατόπεδα τῇδε, ᾗπερ ἐρρήθη, ἐφέρετο, ἐν τούτῳ τις φήμη ἐπὶ πονηρῷ τῷ Ῥωμαίων ἐς Πόρτον ἐλθοῦσα περιήγγελλεν, ὡς νικῴη μὲν Βελισάριος, ἀνέλοιτο δὲ τὴν ἅλυσιν, διαφθείρας τοὺς ταύτῃ βαρβάρους, κα�
�� τὰ ἄλλα, ἅπερ μοι ἔμπροσθεν εἴρηται. [24] Ἰσαάκης δὲ ταῦτα ἀκούσας οὐκέτι οἷός τε ἦν ἐν αὑτῷ μένειν, ἀλλὰ κλέους τοῦδε μεταλαχεῖν ἐν σπουδῇ εἶχε. τάς τε Βελισαρίου ἐντολὰς ἀλογήσας, ὅτι τάχιστα ἐς τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην ἀπιὼν ᾤχετο. [25] καὶ τῶν στρατιωτῶν, οὕσπερ ἐνταῦθα Βελισάριος καταστησάμενος ἔτυχεν, ἱππεῖς ἐπαγόμενος ἑκατὸν ἐπὶ τὸ τῶν πολεμίων χαράκωμα ἤλαυνεν, οὗ Ῥουδέριχος ἦρχεν, ἀνὴρ ἀγαθὸς τὰ πολέμια. [26] ἐπελθών τε ἐκ τοῦ αἰφνιδίου τοῖς ἐκείνῃ βαρβάροις ἄλλους τέ τινας καὶ Ῥουδέριχον ὑπαντιάσαντα ἔπληξεν. [27] οἱ δὲ Γότθοι εὐθὺς λιπόντες τὸ στρατόπεδον ὑπεχώρησαν, ἢ πλῆθος πολεμίων ὑποτοπήσαντες ἀμφὶ τὸν Ἰσαάκην ὄπισθεν εἶναι, ἢ τοὺς ἐναντίους ἐξαπατῶντες, ὅπως δὴ αὐτούς, ὅπερ ἐγένετο, ἑλεῖν δύνωνται. [28] Οἱ μὲν οὖν ξὺν τῷ Ἰσαάκῃ εἰσδύσαντες ἐς τὸ τῶν πολεμίων χαράκωμα τόν τε ἄργυρον ὅσπερ ἐνταῦθα ἔκειτο καὶ τὰ ἄλλα χρήματα ἥρπαζον. [29] ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο πρὸς τῶν πολεμίων Ἰσαάκης. [30] Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ̓ οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ ἅπαντα διεφθάρθαι σφίσι τὰ πράγματα ἄλλο τε οὐδὲν ἀπολελεῖφθαι ὀχύρωμα, ὅποι ἂν καταφυγόντες τὸ λοιπὸν σώζοιντο, ἐς ἀφασίαν ἐμπέπτωκεν οὐ γεγονὸς αὐτῷ πρότερον τοῦτό γε. [31] διὸ δὴ κατὰ τάχος ὀπίσω ὑπῆγε τὸ στράτευμα, ὡς ἐπιθησόμενος μὲν ἀτάκτοις ἔτι τοῖς πολεμίοις οὖσιν, ἀνασωσόμενος δὲ πάσῃ μηχανῇ τὸ χωρίον. Οὕτω μὲν ὁ Ῥωμαίων στρατὸς ἐνθένδε ἄπρακτοι ἀνεχώρησαν. [32] ἐν δὲ τῷ Πόρτῳ γενόμενος Βελισάριος, τήν τε Ἰσαάκου μανίαν ἔγνω καὶ τῆς οὐ δέον οἱ αὐτῷ ξυμβάσης ταραχῆς ᾔσθετο, τῷ τε τῆς τύχης ἐναντιώματι περιώδυνος γεγονὼς ἐνόσει τὸ σῶμα. [33] πυρετὸς γὰρ ἐπιγενόμενος ἐς χρόνου μῆκος ὑπερφυῶς τε αὐτὸν ἠνία καὶ ἐς κίνδυνον θανάτου ἦγεν. [34] ἡμέραιν δὲ δυοῖν ὕστερον Ῥουδερίχῳ τε ξυνέβη τελευτῆσαι τὸν βίον καὶ ὁ Τουτίλας περιαλγήσας τῇ ξυμφορᾷ τὸν Ἰσαάκην διέφθειρε.

  Βέσσας τε τὸν σῖτον ἔτι μᾶλλον ἀπεμπολῶν ἐπλούτει, πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης. καὶ ὅλος εἰς μέριμναν τὴν περὶ ταῦτα ἐσπουδακὼς οὔτε φυλακῆς τοῦ περιβόλου οὔτε ἄλλου ὁτουοῦν ἀσφαλείας πέρι ἐπεμελεῖτο, ἀλλὰ ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν, φυλακτήριον δὲ ὀλίγων τινῶν ἐν τοῖς τείχεσιν ἦν, καὶ τοῦτο δὲ ἀπημελημένον ὡς μάλιστα. [2] οἷς γὰρ ἀεὶ τὴν φυλακὴν ἐπικεῖσθαι ξυνέβαινε, πολλὴ ἐξουσία τοῦ καθεύδειν ἐγίνετο, ἐπεὶ οὐδεὶς αὐτοῖς ἐφειστήκει, ὅστις ἂν καὶ λόγον τινὰ τοῦ τοιούτου ποιοῖτο: οὐδὲ περιιόντες τινὲς κύκλῳ τῶν περιβόλων, ᾗπερ εἰώθει, διερευνᾶσθαι τοὺς φύλακας ὅ τί ποτε ποιοῦσιν ἠξίουν, οὐ μὴν οὐδέ τις τῶν οἰκητόρων αὐτοῖς ξυμφυλάσσειν ἠδύνατο. [3] ὀλίγοι τε γὰρ κομιδῆ ἐνταῦθα, ὥσπερ μοι ἐρρήθη, ἐλείποντο καὶ αὐτοὶ τῷ λιμῷ ὑπερφυῶς κεκακωμένοι. [4] Τέσσαρες οὖν Ἴσαυροι, ἀμφὶ πύλην Ἀσιναρίαν φυλακὴν ἔχοντες, τηρήσαντες τῆς νυκτὸς τὸν καιρὸν ἐν ᾦ τοῖς μὲν αὐτῶν ἐχομένοις καθεύδειν ἐπέβαλλεν, αὐτοῖς δὲ ἡ φυλακὴ τοῦ ἐκείνῃ τείχους ἐπέκειτο, κάλως τε ἐκ τῶν ἐπάλξεων ἀναρτήσαντες ἄχρι ἐς τὸ ἔδαφος ἐξικνουμένους, καὶ τούτων χερσὶν ἀμφοτέραις λαβόμενοι ἔξω τοῦ περιβόλου ἐγένοντο καὶ παρὰ Τουτίλαν ἀφικόμενοι δέξασθαι τῇ πόλει αὐτόν τε ὡμολόγουν καὶ τὸν Γότθων στρατόν: δυνατοὶ γὰρ εἶναι τοῦτο ποιεῖν ἰσχυρίζοντο οὐδενὶ πόνῳ. [5] καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον ὅθεν οἱ ἄνθρωποι Γότθοις ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι. [6] οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος. [7] ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο. [8] Ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου. [9] ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παῤ αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ̓ ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι ἀπαγγείλωσιν. [10] οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς ἄγουσι. [11] καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβ�
�ρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν: ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς τῶν βαρβάρων πολλοὺς ἐγεγόνει. [12] ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον. [13] ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινά, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν. [14] Τουτίλας δέ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἡκόντων ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν. [15] οἵπερ, ἐπειδὴ ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καταβαίνουσι μὲν ἐς πύλας τὰς Ἀσιναρίας, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, καὶ τό τε ξύλον πελέκεσι διαφθείρουσιν ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθεσαν, τά τε σιδήρια ξύμπαντα οἷς δὴ τὰς κλεῖς ἀεὶ οἱ φύλακες ἐμβαλλόμενοι ἔκλειόν τε τὰς πύλας καὶ κατὰ τὴν χρείαν ἀνέῳγον. [16] οὕτω δὲ τὰς πύλας ἀναπετάσαντες, ᾗπερ ἐβούλοντο, τῇ πόλει Τουτίλαν τε καὶ τὸν Γότθων στρατὸν οὐδενὶ πόνῳ ἐδέξαντο. Τουτίλας δὲ αὐτοὺς ἐνταῦθα ἐς ἕνα χῶρον ξυναγαγὼν σκεδάννυσθαι οὐδαμῆ εἴασεν: ἔδεισε γὰρ μή τις ἐνέδρα πρὸς τῶν πολεμίων σφίσι ξυμβαίνῃ ταραχῆς δέ, [17] ὡς τὸ εἰκός, τῇ πόλει καὶ θορύβου ἐπιπεσόντος οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων στρατιωτῶν διὰ πύλης ἑτέρας ξὺν τοῖς ἄρχουσιν ἔφευγον, ὥς πη ἑκάστῳ εὐπετὲς γέγονεν, ὀλίγοι δέ τινες ξὺν Ῥωμαίοις τοῖς ἄλλοις ἐς τὰ ἱερὰ καταφεύγουσι. [18] τῶν δὲ πατρικίων Δέκιος καὶ Βασίλειος ξὺν ἑτέροις τισὶν ῾ἵπποι γὰρ σφίσι παρόντες ἔτυχον̓ ξὺν τῷ Βέσσα φυγεῖν ἴσχυσαν. [19] Μάξιμος δὲ καὶ Ὀλύβριος καὶ Ὀρέστης καί τινες ἄλλοι ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ἔφυγον. τοῦ μέντοι δήμου πεντακοσίους ἄνδρας ἀνὰ πᾶσαν τὴν πόλιν ἀπολελεῖφθαι ξυνέπεσεν, οἵπερ ἐς τὰ ἱερὰ κατέφυγον μόλις. [20] τῶν γὰρ ἄλλων ἁπάντων οἱ μὲν ἀπιόντες ἤδη πρότερον ἐς ἑτέρας ᾤχοντο χώρας, οἱ δὲ τῷ λιμῷ διεφθάρησαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. πολλοὶ μὲν οὖν Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν. [21] τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων; [22] Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι δὲ τοὺς παραπεπτωκότας διέφθειρον. [23] ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερόν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος ‘Φείδου τῶν σῶν, ὦ δέσποτα’ εἶπε. [24] καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη ‘Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας.’ ‘Ὅτε με’ ὁ Πελάγιος ἀπεκρίνατο ‘δοῦλον σὸν ὁ θεὸς εἶναι πεποίηκεν. [25] ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπόν, ὦ δέσποτα, φείδου.’ ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς κατ̓ ἐξουσίαν ληΐζεσθαι. [26] Πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν. [27] οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις βιοῦν. [28] ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. [29] Καὶ Γότθοι μὲν Ῥουστικιανὴν κτείνειν ἐν σπουδῇ ἐποιοῦντο, ἐπικαλοῦντες ὅτι δὴ χρήματα προϊεμένη τοῖς τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι τὰς Θευδερίχου εἰκόνας διαφθείρειε, τοὺς φόνους ἀμυνομένη Συμμάχου τε τοῦ πατρὸς καὶ Βοετίου τοῦ ξυνοικήσαντος. [30] Τουτίλας δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὴν ξυνεχώρησεν, ἀλλ̓ αὐτήν τε καὶ τὰς ἄλλας ἁπάσας ὕβρεως ἐκτὸς διεφύλαξε, καίπερ Γότθων ἐς κοίτην ὡς μάλιστα ἐφιεμένων αὐταῖς ξυνελθεῖν. [31] διόπερ αὐτῶν οὐδεμιᾷ ἐς τὸ σῶμα ὑβρίσθαι ξυνέβη οὔτε ἀνδρὶ ξυνοικούσῃ οὔτε παρθένῳ ἢ χήρᾳ οὔσῃ, μέγα τε κλέος ἐπὶ σωφροσύνῃ ἐκ τούτου τοῦ ἔργου Τουτίλας ἔσχε.

 

‹ Prev