Delphi Complete Works of Procopius
Page 251
Κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι. [2] πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσί, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ̓ ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι: αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι δυσπρόσοδοι ἐσάγαν εἰσί: χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσίν, ἐπὶ πλεῖστον διήκοντες. [3] ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε καὶ διατεινόμενος ἐποίει τάδε. [4] πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει. οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν. [5] κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ. [6] οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε. [7] ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοις τε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου: μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι. [8] καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία. [9] θεῖν δὲ λίαν ἔν τε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, ὥσπερ ἐν πεδίῳ ὑπτίῳ. [10] καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούς τε κριοὺς καὶ τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει. [11] οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖς τε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι τοὺς ἐνταῦθα Ῥωμαίους ἐκλιπεῖν τὰς ἐπάλξεις. [12] οἱ δὲ Δολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ̓ αὐτοὺς πολεμίους ἐλύπουν. [13] πανταχόθι τε Ῥωμαίοις τὰ πράγματα πονηρά τε καὶ κινδύνων ἔμπλεα ἐγεγόνει, ἔσχατα ἐσχάτων κακὰ πάσχουσι. [14] Τότε δὴ Ὀδόναχός τε καὶ Βάβας, εἴτε ἀρετὴν ἐνδεικνύμενοι εἴτε τῶν στρατιωτῶν ἀποπειρᾶσθαι βουλόμενοι, ἢ καί τι αὐτοὺς θεῖον ἐκίνησεν, εἴασαν μὲν τῶν στρατιωτῶν ὀλίγους τινάς, οἷς δὴ ἐπέστελλον ἀπὸ τῶν ἐπάλξεων τοὺς τειχομαχοῦντας ἀμύνασθαι, τοὺς πλείστους δὲ ξυγκαλέσαντες βραχεῖάν τινα παρακέλευσιν ἐποιήσαντο καὶ ἔλεξαν τάδε: ‘Τὸν μὲν παρόντα κίνδυνον, ἄνδρες συστρατιῶται, καὶ τὴν περιλαβοῦσαν ἡμᾶς ἀνάγκην ὁρᾶτε. [15] δεῖ δὲ ἡμᾶς τούτοις δὴ τοῖς κακοῖς ὡς ἥκιστα εἴκειν. τοὺς γὰρ εἰς ἀπόγνωσιν σωτηρίας ἐλθόντας τοῦτο ἂν διασώσασθαι δύναιτο μόνον, τὸ μὴ τῆς σωτηρίας ἐφίεσθαι: ἐπεὶ τῷ φιλοψύχῳ τὸ διαφθείρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον ἕπεσθαι πέφυκε. [16] καὶ τόδε δὲ ὑμᾶς ἐννοεῖν ἐν τοῖς παροῦσι δεινοῖς δεήσει, ὡς ἐκ τῶν ἐπάλξεων τῶνδε ἀμυνομένοις τοὺς πολεμίους οὐκ ἐν βεβαίῳ τὰ τῆς σωτηρίας ἡμῖν κείσεται, ἢν καὶ τὴν ἀγωνίαν ὡς προθυμότατα διενέγκωμεν. [17] μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη ἀνδραγαθίζεσθαι οὐδενὶ ξυγχωρεῖ, ἀλλ̓ ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. [18] ἢν μέντοι ἡ ξυμβολὴ ξυσταδὸν γένηται, τά τε τῆς προθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον κρατήσει καὶ μετὰ τῆς ἀνδρίας ἡ νίκη χωρήσει. [19] ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν ὁ κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκός, [20] συνδιαφθείρονται τοῖς ὀχυρώμασιν. ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδές τε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι. [21] τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.’ [22] Τοσαῦτα Ὀδόναχός τε καὶ Βάβας παρακελευσάμενοι τάς τε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε. [23] τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι. [24]
ὁ δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα ὅ τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο. [25] ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος: ἢ γὰρ Ῥωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάς τε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ̓ ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, ἢ τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι: [26] καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν. [27] τοιαύτῃ μὲν γνώμῃ ὁ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν: ὁ δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας. [28] αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ῥωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν. [29] Ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας. [30] Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ. [31] καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοί τε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκός, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον. [32] οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν. [33] καὶ ἀπ̓ αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο. [34] θαυμάσειε δ̓ ἄν τις ἐνταῦθα δικαίως, εἰ Ῥωμαῖοι μέν, ἐξεπιστάμενοι καθ̓ ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω. [35] Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δἰ ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει. [36] ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον. [37] κραυγμὸν γάρ τινα, ὤν, ὡς τὸ εἰκός, ἠρτημένος, ὁ χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει. ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε. [38] νῦν δὲ τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου. ἀλλ̓ ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν. [39] ἡνίκα γὰρ ὁ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδάς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον. ὃ δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν. [40] Ἔδεσσά τε γὰρ καὶ ἡ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον ἡ πολλὴ Ῥωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι. [41] Τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔς τε ὑπαγωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο. [42] ταὐτὸ δὲ τοῦτο καὶ οἱ Δολομῖται παθόντες ῾ἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων̓ αἰσχράν τινα φυγὴν ἔφευγον, ἥ τε τροπὴ λαμπρὰ ἐγεγόνει. [43] καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ῥωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυζάντιον βασιλεῖ ἔπεμψαν. [44] ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι, οὐ βληθέντας οὐδὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δέ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτω τε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι. [45] Ταύτης δὲ τῆς πείρας ὁ Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτησιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον. [46] Ἀρχαιοπόλεως δὲ ἡ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα — καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἡ ἀρίστη ἐστίν: ἐπεὶ καὶ οἶνος ἐνταῦθ
α καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει. [47] ταύτην παραρρεῖ τὴν χώραν ποταμός, Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν ἔδοξεν εἶναι. [48] Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως ἱστόρησεν. [49] ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι: ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ̓ αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα καλεῖν. [50] Τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ ὁ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος αὐτοῦ ἔμενε. [51] τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα: ἐν ᾧ δὴ φυλακτήριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον. [52] μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ῥωμαῖοι στρατιῶται ὀλίγοι τινές. [53] ὁ μὲν οὖν Μερμερόης τῷ παντὶ στρατῷ ἐνταῦθα καθῆστο, γῆς τε τῆς Κολχίδος τὰ κάλλιστα ἔχων, ἐμπόδιός τε τοῖς ἐναντίοις γινόμενος ἐς τὸ Οὐθιμέρεος φρούριον τῶν ἐπιτηδείων τι ἐσκομίζεσθαι, ἢ ἐς χώραν τήν τε Σουανίαν καὶ τὴν Σκυμνίαν καλουμένην ἰέναι, [54] καίπερ σφίσιν αὐτῆς κατηκόου οὔσης. πολεμίων γὰρ ἐν Μοχηρήσιδι ὄντων, Λαζοῖς τε καὶ Ῥωμαίοις ὁδοῦ ἀποκεκλεῖσθαι τῆς εἰς τὰ ταύτῃ χωρία ξυμβαίνει. τὰ μὲν οὖν στρατόπεδα ἐπὶ Λαζικῆς ἐφέρετο τῇδε.