Book Read Free

Delphi Complete Works of Procopius

Page 252

by Procopius of Caesarea


  Ἐν δὲ Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ βασιλεῖ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος. [2] πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ̓ ᾧ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι, φοιτῶντας δὲ παῤ ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους ἐν τούτῳ τῷ χρόνῳ τά τε ἀμφὶ Λαζικῇ καὶ Σαρακηνοῖς διάφορα διοικήσασθαι. [3] ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσιν, ὑπὲρ δὲ μηνῶν ὀκτωκαίδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παῤ ἀλλήλους ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ. [4] ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι. [5] ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν. [6] ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν, τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν. [7] τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι. [8] Ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα, λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος. [9] ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίοις παραπεπτωκότα ἐν ξυμβολῇ δορυάλωτον εἷλεν, ἔς τε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψε. [10] καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη. βουλομένῳ τε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προΐεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη. [11] ἀλλὰ νῦν ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα Ἰουστινιανὸς βασιλεὺς τὸν ἄνδρα ἀφῆκεν: ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα. [12] ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ῥωμαίοις τε καὶ Πέρσαις, πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. [13] ταύταις δὲ ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο. καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο τὴν μέμψιν, οἷά γε τὰ τῶν ἀρχομένων, οὐκ ἔχω εἰπεῖν. [14] Ἔλεγον δὲ ὅτι δὴ Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἀρχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μή τις πενταετὲς αὐτοὺς ἐνοχλήσῃ, ἀλλ̓ ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται. [15] ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο: [16] καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονός, δόξαν δὲ οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δέ, ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο. [17] τάξας γὰρ ὁ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπέτειον τεσσάρων δασμόν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τανῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει, ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ᾗπερ ἐρρήθη. [18] ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐν ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι. [19] ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλόμενος ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ̓ οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκει τε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο. [20] μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ̓ αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει. [21] Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον: ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων. [22] καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν. [23] οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηρ
ιούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθόν, οἱ δὲ τοὐναντίον. [24] ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ. [25] εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.

  Ἐν ᾧ δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ῥωμαίοις τε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι. [2] Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ῥωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβουλεύειν θάνατον ᾔσθετο. [3] τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ῥωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ̓ ἀπαλλαξείοντες τῆς Ῥωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα αἱρούμενοι. [4] ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος ὡμολόγησεν. [5] ὁ δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ̓ εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ̓ αὐτοῦ δόξῃ τε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον ἠπείγετο. [6] Καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ῥωμαίοις τε καὶ Λαζοῖς τότε, ἀλλ̓ οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ῥωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἢ ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο: καὶ Γουβάζης αὐτός, ὁ Λαζῶν βασιλεύς, ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς ἡσυχῆ ἔμενε. [7] πόνῳ γοῦν ὁ Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖς τε καὶ Ῥωμαίοις οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον ὡς ἅπας μὲν ὁ Ῥωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ̓ αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐδέ τις ἐλπὶς Ῥωμαίοις ποτὲ ἢ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος. [8] τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδας τε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς: νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν. [9] ταῦτα τερατευσάμενος Θεοφόβιος ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς. [10] καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι. [11] καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ̓ ᾧ τὸ φρούριον ἐνδώσουσι Πέρσαις. Ἐπεί τε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίς τε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν. [12] ὁ δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τά τε πιστὰ παρεξομένους ἀμφί τε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας. [13] οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο. [14] οὐ μόνην δὲ Λαζικὴν ταύτην οἱ Πέρσαι ὑποχειρίαν πεποίηνται, ἀλλὰ καὶ Σκυμνίαν τε καὶ Σουανίαν, ἐκ δὲ Μοχηρήσιδος ἄχρι ἐς Ἰβηρίαν ἄβατα Ῥωμαίοις τε καὶ τῷ Λαζῶν βασιλεῖ ξύμπαντα τὰ ἐκείνῃ χωρία τῷ τρόπῳ τούτῳ ἐγένετο. [15] ἀμύνεσθαι δὲ τοὺς πολεμίους οὔτε Ῥωμαῖοι οὔτε Λαζοὶ εἶχον, ἐπεὶ οὐδὲ καταβαίνειν ἐκ τῶν ὀρῶν ἢ τῶν ὀχυρωμάτων ἐτόλμων οὐδέ πη τοῖς πολεμίοις ἐπεξιέναι. [16] Μερμερόης δὲ τῆς τοῦ χειμῶνος ἐγκειμένης ὥρας ξύλινον μὲν τεῖχος ἐν Κόταϊς ἐτεκτήνατο, φρουράν τε Περσῶν τῶν μαχίμων οὐχ ἧσσον ἢ τρισχιλίων ἐνταῦθα καταστησάμενος, ἔν τε τῷ Οὐθιμέρεος ἄνδρας αὐτάρκεις ἀπολιπών. [17] οἰκοδομησάμενος δὲ καὶ τὸ ἄλλο Λαζῶν φρούριον, ὃ δὴ καλοῦσι Σαραπανίν, πρὸς αὐτοῖς μάλιστα τοῖς ἐσχάτοις ὁρίοις Λαζικῆς κείμενον, αὐτοῦ ἔμενεν. [18] ἔπειτα δὲ Ῥωμαίους τε καὶ Λαζοὺς ἀγείρεσθαί τε μαθὼν καὶ ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος, παντὶ τῷ στρατῷ ἐπ̓ αὐτοὺς ᾔει. [19] ὅπερ ἐπεὶ Γουβάζης τε καὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, οὐχ ὑποστάντες τῶν πολεμίων τὴν ἔφοδον διελύθησάν τε καὶ διεσώθησαν ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν. [20] ὅ τε Γουβάζης ἀναδραμὼν ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς διεχείμαζε ξύν τε τοῖς παισὶ καὶ τῇ γυναικὶ καὶ τοῖς ἐς τὰ μάλιστα ἐπιτηδείοις, τῇ μὲν ἀμηχανίᾳ τῶν παρόντων κακῶν διαμαχόμενος πρὸς τὴν ἀπὸ τῆς ὥρας ἀνάγκην, ἐλπίδι δὲ τοῦ Βυζαντίου ἐς τὸν μέλλοντα χρόνον θαρσῶν, ταύτῃ τε τὴν τύχην παρηγορῶν τὴν τότε παροῦσαν, οἷ�
� γε τὰ ἀνθρώπεια, [21] καὶ καραδοκῶν τὰ βελτίω. καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλως τε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανά τε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες. [22] Ὁ δὲ Μερμερόης οἰκία τε πολλὰ κατ̓ ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶν τε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν: οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τά τε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος. [23] καὶ πρὸς Γουβάζην ἔγραψε τάδε: ‘Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ̓ ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει. [24] καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισὶ σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει. [25] καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν. [26] εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις: ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς. [27] εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δέ, ὦ ᾿γαθέ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτόν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον. [28] αἴτει τέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν. [29] ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις. [30] εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστίν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν μηδὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος: λέγω δὲ τῆς Ῥωμαίων ἐπικουρίας. [31] οὐ γάρ σοι τιμωρεῖν ποτὲ δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε.’ Μερμερόης μὲν ταῦτα ἔγραψε. [32] Γουβάζην δὲ οὐδ̓ ὣς ἔπειθεν, ἀλλ̓ ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων. [33] οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.

 

‹ Prev