Book Read Free

Delphi Complete Works of Procopius

Page 297

by Procopius of Caesarea


  [15] Ἦν δέ τι χωρίον ἐν τοῖς Ἀρμενίοις τὸ παλαιὸν μικροῖς καλουμένοις οὐ πολλῷ ἄποθεν ποταμοῦ Εὐφράτου, ἐφ᾽ οὗ δὴ λόχος Ῥωμαίων στρατιωτῶν ἵδρυτο. [16] Μελιτηνὴ μὲν τὸ χωρίον, λεγεὼν δὲ ὁ λόχος ἐπωνομάζετο. ἐνταῦθά πη ἔρυμα ἐν τετραγώνῳ ἐπὶ χώρας ὑπτίας ἐδείμαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, τοῖς τε στρατιώταις ἀποχρώντος ἐς καταλύσεις ἔχον καὶ ὅπως σφίσι τὰ σημεῖα τῇδε ἐναποκείσονται. [17] μετὰ δὲ Τραϊανῷ τῷ Ῥωμαίων αὐτοκράτορι δεδογμένον, ἐς πόλεώς τε ἀξίωμα ὁ χῶρος ἀφῖκται καὶ μητρόπολις p[200]κατέστη τῷ ἔθνει. [18] προϊόντος δὲ τοῦ χρόνου ἐγένετο ἡ τῶν Μελιτηνῶν πόλις μεγάλη καὶ πολυάνθρωπος. ἐπεί τε ἐρύματος ἐντὸς ἐνοικήσασθαι οὐκέτι εἶχον (ἐς γὰρ ὀλίγον τινὰ ξυνῄει χῶρον, ᾗπέρ μοι εἴρηται) ἱδρύσαντο ἐν τῷ ταύτης πεδίῳ, ἵνα δὴ τὰ ἱερὰ σφίσι πεποίηται καὶ τὰ τῶν ἄρχων καταγώγια καὶ τήν τε ἀγοράν ὅσα τε ἄλλα ἐμπολημάτων πωλητήριά ἐστι, τάς τε τῆς πόλεως ἀγυιὰς πάσας καὶ στοὰς καὶ βαλανεῖα καὶ θέατρα καὶ εἴ τι ἄλλο πόλεως μεγάλης ἐς κόσμον διήκει. [19] τῷ τε τρόπῳ τούτῳ Μελιτηνὴν ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνέβαινεν εἶναι. Ἀναστάσιος μὲν οὖν βασιλεὺς αὐτὴν ξύμπασαν τείχει περιβαλεῖν ἐγκεχείρηκεν· [20] οὕτω μέντοι τὸ βούλευμα ἀποτελέσας τὸν βίον συνεμετρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς πανταχόθεν αὐτὴν βεβαιότατα κατατειχισάμενος μέγα τοῖς Ἀρμενίοις ὀχύρωμά τε καὶ ἐγκαλλώπισμα Μελιτηνὴν ἀπειργάσατο.

  [5] Ταῦτα μὲν οὖν ἐν τῇ Ἀρμενίᾳ ἥ ἐστιν ἐν δεξιᾷ Εὐφράτου ποταμοῦ εἰργάσατο· ὅσα δέ οἱ ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ πεποίηται ἐρῶν ἔρχομαι. [2] ἡνίκα Θεοδόσιος ὁ Ῥωμαῖον βασιλεὺς τὴν Ἀρσάκου ἐπικράτειαν ἔσχεν, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, φρούριον ἐπί τινος τῶν λόφων ᾠκοδομήσατο τοῖς προσιοῦσιν εὐάλωτον, ὃ δὴ Θεοδοσιούπολιν ἐπωνόμασε. [3] τοῦτο Καβάδης τότε ὁ Περσῶν βασιλεύς, ἡνίκα δὴ Ἀμίδης εὐθὺ ἵετο, παριῶν εἷλεν. [4] Ἀναστάσιος δὲ ὁ Ῥωμαίων p[202]αὐτοκράτωρ οὐ πολλῷ ὕστερον πόλιν ἐνταῦθα ἐδείματο, τὸν λόφον ἐντὸς τοῦ περιβόλου πεποιημένος, ἐφ᾽ οὗ δὴ φρούριον τὸ Θεοδοσίου εἱστήκει. [5] καὶ τὸ μὲν αὑτοῦ ὄνομα τῇ πόλει ἀφῆκεν, ἐξίτηλον δὲ τὸ Θεοδοσίου ποιεῖσθαι τοῦ πρότερον οἰκιστοῦ ἥκιστα ἴσχυσεν, ἐπεὶ νεοχμοῦσθαι μὲν τὰ καθωμιλημένα τοῖς ἀνθρώποις ἐς ἀεὶ πέφυκεν, ὀνομάτων δὲ τῶν πρόσθεν μεθίεσθαι οὐκ εὐπετῶς ἔχει. [6] τοῦτο δὲ τὸ Θεοδοσιουπόλεως τεῖχος εὐρύνετο μὲν ἱκανώτατα, οὐ κατὰ λόγον δὲ τοῦ εὔρους ἀνεῖχε. [7] τὸ γὰρ ὕψος αὐτῷ ἐς τριάκοντα ἐξικνεῖτο μάλιστα πόδας· ταύτῃ τε πολεμίοις τειχομαχοῦσιν, ἄλλως τε καὶ Πέρσαις, ἐγεγόνει λίαν εὐάλωτον. [8] ἦν δὲ καὶ ἄλλως ἐπίμαχον, οὔτε γὰρ προτείχισμα οὔτε τάφρος αὐτῷ ἤμυνεν. [9] ἀλλὰ καὶ χῶρός τις ὡς ἀγχοτάτω ἐπεμβαίνων τῇ πόλει τῷ περιβόλῳ ἐπανειστήκει. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἀντεμηχανήσατο τάδε. πρῶτα μὲν τάφρον ὡς βαθυτάτην ἐν κύκλῳ ὀρύξας, χαράδραις αὐτὴν ὁρῶν ἀποτόμων ἐμφερεστάτην εἰργάσατο. [10] ἔπειτα δὲ χῶρον τὸν ὑπερπεφυκότα κατατεμὼν ἔς τε ἀνεκβάτους κρημνοὺς καὶ σήραγγας ἀδιεξόδους μετεστήσατο τὴν αὐτοῦ φύσιν· ὅπως δὲ τὸ τεῖχος ὑψηλόν τε εἴη διαφερόντως καὶ ὅλως ἀνανταγώνιστον, εἴ τις προσίοι, προσεπετεχνήσατο ἅπαντα ὅσα ἐν πόλει Δάρας εἰργάσατο. [11] τὰς γὰρ ἐπάλξεις ἀπσοφίγξας ἐν στενῷ μάλιστα ὅσον ἐνθένδε βάλλειν τοὺς τειχομαχοῦντας δυνατὰ εἶναι, ἔμβολόν τε αὐταῖς λίθων ἐπιβολαῖς ἐν περιδρόμῳ περιελίξας, ἐντέθεικεν ἐμπείρως ἐπάλξεις ἑτέρας, προτειχίσματί τε αὐτὸ p[204]περιβαλὼν κύκλῳ ἐμφερέστατον τῷ ἐν πόλει Δάρας περιβόλων πεποίηται, πύργον ἕκαστον φρούριον ἐχυρὸν τεκτηνάμενος. [12] οὗ δὴ τὰς δυνάμεις ἁπάσας καὶ τὸν ἐν Ἀρμενίαις στρατηγὸν ἱδρύσασθαι καταστησάμενος κρείσσους τοὺς Ἀρμενίους διεπράξατο τὸ λοιπὸν εἶναι ἢ δεδιέναι τὴν Περσῶν ἔφοδον.

  [13] Ἐς μέντοι τὰ Βιζανὰ οὐδὲν εἴργασται τῷ βασιλεῖ τούτῳ ἐξ αἰτίας τοιᾶσδε. κεῖται μὲν ἐν τῷ ὁμαλῷ τὸ χωρίον, πεδία τε ἀμφ᾽ αὐτὸ ἐπὶ μακρὸν ἱππήλατά ἐστιν, ὕδατος δὲ σηπεδόνες πολλαὶ ξυνισταμένου ἐνταῦθά εἰσι. [14] καὶ ἀπ᾽ αὐτοῦ τοῖς μὲν πολεμίοις ἐπιμαχώτατον, τοῖς δὲ οἰκήτορσι λοιμωδέστατον αὐτὸ ξυμβαίνει εἶναι. [15] ὧν δὴ ἕνεκα τὸ χωρίον τοῦτο ὑπεριδὼν ἑτέρωθι πόλιν ἐδείματο αὐτοῦ βασιλέως ἐπώνυμον, ἀξιολογωτάτην τε καὶ ἄμαχον ὅλως ἐν χωρίῳ Τζουμινᾷ καλουμένῳ, ὅπερ σημείοις μὲν τρισὶ Βιζανῶν διέχει, ἐν κρημνώδει δὲ μάλιστα κείμενον εὐεξίας ἀέρων εὖ ἔχει.

  [6] Τὰ μὲν οὖν ἐν Ἀρμενίοις Ἰουστινιανῷ βασιλεῖ τῇδέ πη ἔχει. τὰ δὲ δὴ κατὰ τὰ Τζάνων ἔθνη ἀναγράψασθαί μοι ἐνταῦθα τοῦ λόγου οὔ τι ἀπὸ τρόπου ἔδοξεν εἶναι, ἐπεὶ καὶ πρόσοικοι Ἀρμενίοις εἰσίν. [2] αὐτόνομοι μὲν Τζάνοι ἐκ παλαιοῦ καὶ ἄναρχοι ᾤκουν, θηριώδη τινὰ βιοτὴν ἔχοντες, θεοὺς μὲν τά τε ἄλση καὶ ὄρνις καὶ ἄλλα ἄττα ζῷα ἡγούμενοί τε καὶ σέβοντες, ἐν ὄρεσι δὲ οὐρανομήκεσί τε καὶ ἀμφιλαφέσι τὸν πάντα αἰῶνα δίαιταν ἔχοντες, γῆν δὲ οὐδαμῆ γεωργοῦντες, p[206]ἀλλὰ λῃστεύοντές τε καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες. [3] αὐτοί τε γὰρ ἀμελέτητοί εἰσιν ἐργάζεσθαι γῆν καὶ ἡ χώρα σφίσιν, ἔ�
�θα δὴ μὴ ὄρη τά γε ἀποτομώτατα περιβέβληται, λοφώδης ἐστίν. [4] οὐ γήλοφοι δέ εἰσι τὰ ἐπανεστηκότα τῆς γῆς οὐδὲ γεώδη οὐδὲ οἷα καρποὺς ἀφεῖναι, εἴ τις αὐτῶν ἐπιμελοῖτο, ἀλλὰ τραχέα τε ὑπερβαλλόντως καὶ σκληρὰ ὑπεράγαν καὶ καρπῶν ἁπάντων δεινῶς ἄφορα. [5] καὶ οὔτε ἀρόσαι τὴν γῆν οὔτε ἀμήσασθαι λήιον οὔτε λειμῶνι ἐντυχεῖν ἐνταῦθά πη δυνατὰ γίνεται, ἀλλὰ καὶ τοῖς δένδροις, οἷσπερ ἡ Τζανικὴ τέθηλεν, ἀκάρποις τε οὖσιν ἄνθει καὶ ὅλως ἀγόνοις, ἐπεὶ οὐδὲ ἀλλήλους ἐκδέχονται καιροὶ ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐδὲ νῦν μὲν ἡ γῆ τῷ τῆς ὥρας ὑγρῷ τε καὶ ψυχρῷ βάλλεται, νῦν δὲ δὴ αὐτὴν ἡ τοῦ ἡλίου θέρμη ὀνίνησιν, ἀλλὰ χειμῶνί τε ἀπεράντῳ ξυνῴκισται ἡ χώρα καὶ χιόσιν ἀϊδίοις κατάρρυτός ἐστι. [6] διὰ ταῦτα μὲν αὐτόνομοι τὸ παλαιὸν οἱ Τζάνοι ἐβίουν, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἡττήθησάν τε Ῥωμαίων τῇ μάχῃ, Τζίττα στρατηγοῦντος Ῥωμαίων, καὶ τὴν ἀγώνισιν ἀπογνόντες εὐθὺς προσεχώρησαν αὐτῷ ἅπαντες, πρὸ τῆς ἐπικινδύνου ἐλευθερίας τὴν ἄπονον δουλείαν ἑλόμενοι σφίσι. [7] καὶ τήν τε δόξαν ἐπὶ τὸ εὐσεβὲς αὐτίκα μετέθεντο ἅπαντες Χριστιανοὶ γεγενημένοι, τήν τε δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεθηρμόσαντο, λῃστείας μὲν ἀφέμενοι πάσης, τοῖς δὲ Ῥωμαίοις συστρατεύοντες ἐπὶ πολεμίους ἀεὶ τοὺς σφετέρους ἰοῦσι. [8] δείσας δὲ Ἰουστινιανὸς βασιλεὺς μή ποτε Τζάνοι μεταπορευσάμενοι τὴν δίαιταν αὖθις τὰ σφέτερα ἤθη ἐπὶ τὸ ἀγριώτερον μεταστρέψωνται ἐπενόει τοιάδε.

  p[208] [9] Δύσοδος ἦν ἡ Τζανικὴ λίαν καὶ ἄφιππος ὅλως, κρημνοῖς τε πανταχόθεν καὶ χώροις περικεκλεισμένη ἐκ τοῦ ἐπὶ πλεῖστον ὑλώδεσιν, ᾗπέρ μοι εἴρηται. [10] καὶ ἀπ᾽ αὐτοῦ Τζάνοις ἐπιμίγνυσθαι τοῖς πλησιοχώροις ἀμήχανον ἦν, ἀλλὰ κατὰ μόνας ἐν σφίσιν αὐτοῖς ἀπηγριωμένοι θηρίων τρόπον τὴν δίαιταν εἶχον. [11] τὰ τοίνυν δένδρα ἐκτεμών ἅπαντα, οἷσπερ τὰς ὁδοὺς ξυνέβαινε ξυμποδίζεσθαι, καὶ τὰς ἐκείνῃ δυσχωρίας μεθαρμοσάμενος, εὐπετεῖς τε αὐτὰς καὶ ἱππασίμους καταστησάμενος, ἐπιμίγνυσθαι αὐτοὺς κατὰ ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις καὶ προσχωρεῖν τῇ ὁμιλίᾳ τῶν πλησιοχώρων πεποίηκεν. [12] ἔπειτα δὲ αὐτοῖς ἐκκλησίαν ἐν χωρίῳ Σχαμαλινίχων καλουμένῳ δειμάμενος, ἱερᾶσθαί τε διεπράξατο καὶ μυστηρίων μεταλαμβάνειν λιταῖς τε τὸν θεὸν ἱλεοῦσθαι, καὶ τὰ ἄλλα ἐξοσιοῦσθαι, συνιέντες ὡς ἄνθρωποι εἶεν. [13] καὶ φρούρια δὲ οἰκοδομησάμενος πανταχόθι τῆς χώρας φρουρούς τε ἐνταῦθα Ῥωμαίων στρατιωτῶν ἱδρυσάμενος βεβαιότατα, Τζάνοις ἐς τοὺς ἄλλους ἀνθρώπους τὰς ἐπιμιξίας ἀκωλύτους πεποίηκεν. [14] ὅπη ποτὲ δὲ Τζανικῆς τὰ φρούρια ταῦτα ἐδείματο ἐρῶν ἔρχομαι.

  [15] Χώραν ἐνταῦθά τινα ἐς τρίοδον ἀποκεκριμένην ξυμβαίνει εἶναι. Ῥωμαίων τε γὰρ καὶ Περσαρμενίων τὰ ὅρια καὶ Τζάνων αὐτῶν τῇδε ἀρξάμενα ἐνθένδε διασκεδάννυται. [16] ἐνταῦθα φρούριον ἐχυρώτατον, οὐ πρότερον ὄν, ὄνομα Ὁρονῶν, ἐξείργασται, κεφάλαιον αὐτὸ τῆς εἰρήνης πεποιημένος. [17] ἔνθεν γὰρ τὰ πρῶτα Ῥωμαίοις ἡ Τζανικὴ ἐσβατὴ γέγονεν· οὗ δὴ καὶ ἄρχοντα στρατιωτῶν κατεστήσατο, ὂν δοῦκα καλοῦσιν. [18] ἐν χωρίῳ δὲ ὁδῷ p[210]ἡμέραιν δυοῖν Ὁρονῶν διέχοντι, οὗ δὴ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων τὰ ὅριά ἐστιν (ἐπεὶ ἐς ἔθνη πολλὰ διακέκρινται Τζάνοι), ἐνταῦθά τι ὀχύρωμα πεποιημένον ἦν τοῖς πάλαι ἀνθρώποις, ἐρείπιον ἤδη πολλῷ πρότερον τῷ ἀπημελῆσθαι γεγενημένον, Χαρτὼν ὄνομα. [19] ὅπερ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεύς, ἐνοικεῖν τε ἀνθρώπων ἐνταῦθα διεπράξατο μέγα τι χρῆμα καὶ τὰ ἐς τὴν εὐκοσμίαν τῇ χώρᾳ φρουρεῖν. [20] τῷ δὲ ἐνθένδε ἰόντι πρὸς ἀνίσχοντα ἥλιον φάραγξ ἐστὶ κρημνώδης, κατατείνουσα μέχρι ἐς τὰ πρὸς βορρᾶν ἄνεμον· οὗ δὴ φρούριον, Βαρχὼν ὄνομα, ἐδείματο νέον. [21] ἐπέκεινα δὲ κατὰ τοῦ ὄρους τὴν ὑπωρείαν ἐπαύλεις εἰσίν, ἵνα δὴ οἱ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων βόες αὐλίζονται, οὕσπερ ἐκτρέφουσιν οὐ τοῦ ἀροῦν τὴν γῆν ἕνεκα, ἐπεὶ ἀργοί τε τὸ παράπαν οἱ Τζάνοι εἰσὶ καὶ γεωργικῶν ἀλλότριοι πόνων, ᾗπέρ μοι εἴρηται, καὶ οὔτε ἀρόματά ἐστιν αὐτοῖς οὔτε ἄλλα τῆς γεωργίας διαπονήματα, ἀλλὰ τοῦ γε γάλα ἐς ἀεὶ βδάλλειν καὶ σιτίζεσθαι τοῖς αὐτῶν κρέασι. [22] μετὰ δὲ τοῦ ὄρους τὸν πρόποδα, οὗ Κενὰ τὸ χωρίον ἐν τῷ ὁμαλῷ ξυμβαίνει εἶναι, ἐνθένδε τοι ἰόντι ἐπὶ δύοντά που τὸν ἥλιον, τὸ Σισιλισσῶν ὄνομα φρούριόν ἐστιν, ὅπερ ἐκ παλαιοῦ μὲν πεποιημένον, ἔρημον δὲ διὰ χρόνου μῆκος γεγενημένον ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς διαρκὲς Ῥωμαίων στρατιωτῶν, ὥσπερ κἀν τοῖς ἄλλοις ἅπασι, φυλακτήριον κατεστήσατο. [23] ἔνθεν δὲ ἰόντι ἐν ἀριστερᾷ πρὸς βορρᾶν ἄνεμον χῶρός τίς ἐστιν, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Λογγίνου φοσσᾶτον, ἐπεὶ Λογγῖνος ἐν τοῖς ἄνω χρόνοις p[212]Ῥωμαίων στρατηγός, Ἴσαυρος γένος, στρατεύσας ἐπὶ Τζάνους ποτὲ τῇδε πεποίηται τὸ στρατόπεδον. [24] ἐνταῦθα φρούριον ὁ βασιλεὺς οὗτος ὄνομα Βουργουσνόης δεδημιούργηκεν, ἡμέρας ὁδῷ Σισιλισσῶν διέχον. [25] ὅπερ Σισιλισσῶν φρούριόν ἐστι καὶ αὐτὸ ὑπ᾽ αὐτοῦ τοῦ βασιλέως, ὡς μικρὸν ἐρρήθη ἔμπροσθεν, ἐξειργασμένον βεβαιότατα. [26] ἐντεῦθεν ὅρια τῷ Τζάνων τῶν Κοξυλίνων καλουμένων
ἐστίν· οὗ δὴ φρούρια νῦν πεποίηται δύο, τό τε Σχαμαλινίχων καλούμενον καὶ ὅπερ Τζανζάκων ἐπονομάζουσιν· ἔνθα δὴ καὶ ἄλλον ἄρχοντα στρατιωτῶν κατεστήσατο.

 

‹ Prev