Book Read Free

Delphi Complete Works of Procopius

Page 298

by Procopius of Caesarea


  [7] Ταῦτα μὲν οὖν ἐν Τζάνοις Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἐν δὲ δὴ τῇ μετ᾽ αὐτοὺς χώρᾳ, ἣ παρὰ τὸν Εὔξεινον οἰκεῖται Πόντον, πόλις ἐστί που, Τραπεζοῦς ὄνομα· οὗ δὴ ἀπορίας ὑδάτων οὔσης, ὀχετὸν ἐτεκτήνατο Ἰουστινιανὸς βασιλεὺς ὅνπερ Εὐγενίου καλοῦσι μάρτυρος, ταύτῃ τε τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν. [2] ἐνταῦθα δὲ κἀν τῇ Ἀμασείᾳ τὰ πλεῖστα τῶν ἱερῶν ἀνενεώσατο, χρόνῳ πεπονηκότα πολλῷ. [3] μετὰ δὲ τοὺς Τραπεζουντίων ὅρους χωρίον ἐστὶ Ῥιζαῖον ὄνομα, ὃ δὴ καινουργήσας αὐτὸς ὀχύρωμα περιβέβληκε λόγου τε καὶ ἀκοῆς κρεῖσσον. [4] πόλεων γὰρ τῶν Πέρσαις ὁμόρων οὐδεμιᾶς ἧσσον μεγέθους πέρι καὶ ἀσφαλείας δεδημιούργηται.

  [5] Καὶ φρούριον δὲ ᾠκοδομήσατο ἐπὶ Λαζικῆς Λοσόριον ὄνομα, καὶ τοὺς ἐν τῇ χώρᾳ στενωποὺς ἐτειχίσατο οὕσπερ Κλεισούρας καλεῖν νενομίκασιν, ὅπως δὴ ἀποκεκλεισμένοι τῆς ἐπὶ Λαζικὴν p[214]εἰσόδου οἱ πολέμιοι εἶεν. [6] ἀλλὰ καὶ τὴν ἐν Λαζοῖς τῶν Χριστιανῶν ἐκκλησίαν, ἀρχαίαν τε οὖσαν καὶ σαθρὰν τῇ οἰκοδομίᾳ γεγενημένην, ἀνενεώσατο. [7] οὕτω καὶ Πέτραν ἐν Λαζοῖς πόλιν ἀξιοθέατον κατεστήσατο, ἥνπερ Λαζοὶ μὲν ἀβουλίᾳ τῇ σφετέρᾳ παρέδοσαν Πέρσαις, Χοσρόην ἐνταῦθα στρατῷ μεγάλῳ ἐπαγαγόμενοι, Ῥωμαῖοι δὲ Περσῶν καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι καὶ τοὺς μὲν κτείναντες τοὺς δὲ δορυαλώτους πεποιημένοι, ἐς τὸ ἔδαφος τὴν πόλιν καθεῖλον, ὡς μὴ αὖθις οἱ βάρβαροι κακουργεῖν ἔχοιεν ἐνταῦθα ἰόντες, ᾗπέρ μοι ἅπαντα ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· [8] ἵνα δὴ καὶ τοῦτό μοι δεδιήγηται, ὡς ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἐκ Λαζικῆς ἐπὶ τὴν Μαιῶτιν ἰόντι λίμνην φρούρια δύο, Σεβαστούπολίν τε καὶ Πιτυοῦντα, καθεῖλον Ῥωμαῖοι, Χοσρόην ἀκούσαντες στράτευμα στέλλειν ἐνταῦθα διὰ σπουδῆς ἔχειν τούς τε τὰ φρούρια ταῦτα καθέξοντας. [9] ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς ταύτην δὴ τὴν Σεβαστούπολιν ἀνανεωσάμενος ξύμπασαν, καὶ τῷ μὲν περιβόλῳ τοῖς τε ἄλλοις ὀχυρώμασι πεποιημένος ἀνάλωτον, ταῖς δὲ ἀγυιαῖς καὶ ταῖς ἄλλαις οἰκοδομίαις διακοσμήσας, τῷ τε κάλλει καὶ τῷ μεγέθει πόλιν τανῦν ἀξιολογωτάτην ἐν τοῖς μάλιστα κατεστήσατο.

  [10] Καὶ μὴν καὶ Βοσπόρου καὶ Χερσῶνος πόλεων, αἵπερ κατὰ τὴν ἐκείνῃ ἀκτὴν ἐπιθαλασσίδιαι μετὰ λίμνην τε τὴν Μαιώτιδα καὶ τοὺς Ταύρους καὶ Ταυροσκύθας ἐν ἐσχάτῳ οἰκοῦνται τῆς Ῥωμαίων ἀρχῆς, πεπονηκότα παντάπασι τὰ p[216]τείχη εὑρὼν ἐς μέγα τι κάλλους τε καὶ ἀσφαλείας κατεστήσατο χρῆμα. [11] ἔνθα δὴ καὶ φρούρια πεποίηται τό τε Ἀλούστου καλούμενον καὶ τὸ ἐν Γορζουβίταις. [12] διαφερόντως δὲ τὴν Βόσπορον τῷ ἐρύματι ἐκρατύνατο, ἥνπερ ἐκ παλαιοῦ βεβαρβαρωμένην καὶ ὑπὸ τοῖς Οὔννοις κειμένην ἐς τὸ Ῥωμαίων αὐτὸς μετήνεγκε κράτος. [13] ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, Δόρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται οἱ Θευδερίχῳ ἐς Ἰταλίαν ἰόντι οὐκ ἐπισπόμενοι, ἀλλ᾽ ἐθελούσιοι αὐτοῦ μείναντες, Ῥωμαίων καὶ εἰς ἐμέ εἰσιν ἔνσπονδοι· ξυνστρατεύουσί τε αὐτοῖς ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσιν, ἡνίκα ἂν βασιλεῖ βουλομένῳ εἴη. [14] ἐξικνοῦνται δὲ ἐς τρισχιλίους, καὶ τά τε πολέμια ἔργα εἰσὶν ἄριστοι τά τε ἐς τὴν γεωργίαν αὐτουργοὶ δεξιοί, καὶ φιλοξενώτατοι δέ εἰσιν ἀνθρώπων ἁπάντων. [15] αὐτὴ δὲ ἡ χώρα τὸ Δόρυ τῆς μὲν γῆς ἐν ὑψηλῷ κεῖται, οὐ μέντοι οὔτε τραχεῖα οὔτε σκληρά ἐστιν, ἀλλ᾽ ἀγαθή τε καὶ εὔφορος καρπῶν τῶν ἀρίστων. [16] πόλιν μὲν οὖν ἢ φρούριον οὐδαμῆ τῆς χώρας ὁ βασιλεὺς ἐδείματο ταύτης, κατείργεσθαι περιβόλοις τισὶν οὐκ ἀνεχομένων τῶν τῇδε ἀνθρώπων, ἀλλ᾽ ἐν πεδίῳ ἀσμενέστατα ᾠκημένων ἀεί. [17] ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίον βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περιβαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

  [18] Πόλιν δέ τινα ἐπιθαλασσίαν οἰκοῦσι Θρᾷκες παρὰ τὴν ἠϊόνα τοῦ Εὐξείνου Πόντου, Ἀγχίαλον ὄνομα, ἧσπερ ἐν ἐπιτηδείῳ μνησθείημεν ἄν, p[218]περιηγούμενοι τὰ ἐπὶ τῆς Θρᾴκης χωρία. [19] ἐπεὶ δὲ τανῦν ὁ λόγος ἡμῖν διελήλυθεν ὅσα παρὰ τὴν ἀκτὴν τοῦ Εὐξείνου Πόντου δεδημιούργηται τῷ βασιλεῖ τούτῳ, οὐδέν τι χείρον ἀφηγήσασθαι ἐνταῦθα τοῦ λόγου ὅσα δὴ ἐπὶ τῆς Ἀγχιάλου ταύτης ἐδείματο. [20] ἐνταῦθα οὖν πηγαὶ θερμῶν φύσει ὑδάτων ἀναβλυστάνουσι, τῆς πόλεως οὐ πολλῷ ἄποθεν ἀπαυτοματίζουσαι βαλανεῖα τοῖς τῇδε ἀνθρώποις· [21] τοῦτον δὲ τὸν χῶρον ἀτείχιστον ἐκ παλαιοῦ ὄντα ὑπερεώρων οἱ προβεβασιλευκότες τὰ πρότερα, καίπερ ἐν γειτόνων ᾠκεμένων αὐτῷ βαρβαρικῶν ἐθνῶν τοσούτων τὸ πλῆθος. [22] ἐπεχωρίαζόν τε αὐτῷ οἱ νενοσηκότες τὰ σώματα, μετὰ κινδύνων τὴν παραψυχὴν κομιζόμενοι. [23] τειχήρη τοίνυν αὐτὸν ἐν τῷ παρόντι πεποιημένος Ἰουστινιανὸς βασιλεύς, ἀκίνδυνον διεπράξατο σφίσι τὴν ἄκεσιν εἶναι. [24] τὰ μὲν οὖν γῆς τῆς ἑῴας, ἔτι μέντοι καὶ Ἀρμενίας καὶ Τζανικῆς ὀχυρώματα καὶ τά γε ἀμφὶ τὸν Εὔξεινον Πόντον τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. [25] ἡμῖν δὲ ἐνθένδε ἐπὶ τὰς οἰκοδομίας ἰτέον ἅσπερ ἐν Εὐρώπῃ τῇ ἄλλη πεποίηται.

  BOOK IV.

  [1] [1] Πέλαγος μέγα
νηὶ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθηρόν τε ἡγοῦμαι εἶναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς ἔμπλεων. ταὐτὸ δέ ἐστι τὰς Ἰουστινιανοῦ βασιλέως οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. [2] ψυχῆς γὰρ μεγέθει ὁ βασιλεὺς p[220]οὗτος τά τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τὰ ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέπρακται κρείσσω. [3] ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουργίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπόνηται πρόχειρα. [4] γεγένηται γὰρ ἐπαξίως τῷ τε γειτονήματι ποταμοῦ Ἴστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμένους τῇ χώρᾳ βαρβάρους ἀνάγκη. [5] ἔθνη γὰρ αὐτῇ γειτονοῦντα διακεκλήρωται Οὐννικά τε καὶ Γοτθικά, καὶ τὰ ἐν Ταύροις καὶ τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα Σκλαβηνοὶ καὶ ὅσα ἄττα, εἴτε Σαυρομάτας Ἀμαξοβίους εἴτε Μετανάστας ταῦτα δὴ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστοριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θηριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρῦσθαι ἐνταῦθα ξυμβαίνει. [6] οἷς δὴ ἀπέραντα πολεμησείουσιν ὑπαντιάζειν διατεινομένῳ Ἰουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν ποιουμένῳ ἐπάναγκες ἦν ἐρύματά τε περιβάλλεσθαι ἀνάριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστήσασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ ἀνεπιμίκτοις ἐμπόδια εἴη. [7] οἷς δὴ τοῖς πολεμίοις τὸν πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις ποιεῖσθαι νόμος, οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθήκαις διαλῦσαί τισιν, ἢ κατὰ χρόνον ἀνακωχεῦσαι, ἀλλ᾽ p[222]ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. ἀλλὰ καὶ ὡς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα. [8] ἔργου γὰρ ἀρξαμένους τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι. [9] ἐπεὶ καὶ ἄλλως ἂν οὐκ ἔξω κατηγορίας τὸ πρᾶγμα εἴη, βασιλέα μὲν τὸν ἡμέτερον εἰργᾶσθαι τὰ ἔργα, ἡμᾶς δὲ τοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. [10] μέλλοντας δὲ τὰ Εὐρωπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκοδομήματα, ὀλίγα ἄττα ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον.

  [11] Ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς ἄλλης θαλάσσης ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ πλεῖστον ποιεῖται τὸν Ἰόνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπειρώτας τε καὶ τὰ ἐκείνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροὺς ἔχουσα, ἐν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περιλαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. [12] καθύπερθε δὲ ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς Ἴστρος γῆς τῆς Εὐρώπης νησοειδῆ τὴν γῆν τίθεται. [13] ἐνταῦθα οἰκοδομήματα πολλά τε καὶ ἀξιολογώτατα ὁ βασιλεὺς οὗτος πεποίηται. [14] πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισάμενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι οἳ δὴ ὑπὲρ Ἴστρου ποταμοῦ ᾤκηνται.

  [15] Ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ᾗ πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ τοῦδε τὰς ἀπαρχὰς τοῦ p[224]λόγου δοτέον. [16] αὐτῇ γὰρ ἂν μόνῃ ὀγκοῦσθαί τε καὶ διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι πρέποι βασιλέα Ῥωμαίοις θρεψαμένῃ τε καὶ παρασχομένῃ τοιοῦτον, οὗ δὲ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ παρακαταθέσθαι ἀμήχανον.

  [17] Ἐν Δαρδάνοις που τοῖς Εὐρωπαίοις, οἱ δὴ μετὰ τοὺς Ἐπιδαμνίων ὅρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα ὅπερ Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔνθεν Ἰουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς ὥρμηται. [18] τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισάμενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύργον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι πεποίηκε. [19] παρ᾽ αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπιφανεστάτην ἐδείματο, ἥνπερ Ἰουστινιανὴν ὠνόμασε Πρῖμαν (πρώτη δὲ τοῦτο τῇ Λατίνων φωνῇ δύναται) ταῦτα τῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. [20] καίτοι Ῥωμαίους ἐχρῆν ἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα, ἐπεὶ καὶ σωτῆρα ἐθρέψατο ἡ χώρα κοινὸν ἅπασιν. [21] ἐνταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. [22] πολλὰ δὲ καὶ ἄλλα τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ διαπεπόνηται ἄξια. [23] θεοῦ μὲν τεμένη διαριθμεῖσθαι οὐ ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιάς, τὰ βαλανεῖα, τὰ πωλητήρια. [24] πόλις ἁπλῶς μεγάλη καὶ πολυάνθρωπος καὶ τὰ ἄλλα p[226]εὐδαίμων καὶ οἷα τῆς χώρας ἁπάσης μητρόπολις εἶναι· εἰς ἀξιώματος γὰρ τοσόνδε ἥκει. [25] πρὸς δὲ καὶ τὸν Ἰλλυριῶν ἀρχιερέα διακεκλήρωται, τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος· [26] ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντιφιλοτιμεῖται δεδημιουργηκέναι τὴν πόλιν. καί μοι ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει. [27] ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτολογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες.

  [28] Ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομησάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. ἦν δέ τις �
�ν Δαρδάνοις ἐκ παλαιοῦ πόλις ᾗπερ Οὐλπιᾶνα ὠνόμαστο. [29] ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖστον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀχρεῖος) ἄλλα τε αὐτῇ παμπληθῆ ἐγκαλλωπίσματα ποιησάμενος, ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν Ἰουστινιανὴν ἐπωνόμασε. [30] σεκοῦνδαν γὰρ τὴν δευτέραν Λατῖνοι λέγουσι. καὶ ἄλλην δὲ αὐτῇ πλησίον ἐδείματο πόλιν οὐ πρότερον οὖσαν, ἥνπερ Ιουστινούπολιν τῷ θείῳ ὁμωνύμως ἐκάλεσεν. [31] ἀλλὰ καὶ Σαρδικῆς τε καὶ Ναϊσουπόλεως, ἔτι μέντοι Γερμαῆς τε καὶ Πανταλείας διερρωγότα τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν τῷ ἀσφαλεῖ ἄμαχα τοῖς πολεμίοις διεπράξατο εἶναι. [32] καὶ πολίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο p[228]τρία, Κρατίσκαρά τε καὶ Κουιμέδαβα καὶ Ῥουμισίανα. οὕτω μὲν οὖν τάσδε τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. [33] πρόβολον δὲ ἰσχυρότατον αὐτῶν τε καὶ πάσης Εὐρώπης Ἴστρον ποταμὸν ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περιβάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστερον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τεθεῖται τῆς ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε βαρβάροις. [34] ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισάμενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ διαπορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ παράπαν τοῖς ἀγροῖς οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδραποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται πάντα, οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν πεποίηται· [35] οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις ἀπεργασάμενος ὥστε ἀγρὸς ἕκαστος ἡ φρούριον ἀποτετόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά τε κἀν τῇ Ἠπείρω τῇ τε νέᾳ καὶ τῇ παλαιᾷ καλουμένῃ. [36] οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται Ἰουστινιανούπολις, ἡ πρότερον Ἀδριανούπολις καλουμένη.

 

‹ Prev