Delphi Complete Works of Procopius
Page 300
[16] Ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς Ἑλλάδος ἀπολειφθείη μένον ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν τὴν νῆσον ἰτέον, ἐπεὶ Ἀθηνῶν τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. [17] Εὔβοια τοίνυν ἡ νῆσος ἥδε προβέβληται μὲν τοὺς Ἑλλάδος εἰς θάλασσαν, δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρότερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον· [18] ῥήγνυσι γάρ τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις ἑκατέρωθι σφιγγομένη ἐς ῥύακος εὖρος. [19] καὶ νῆσος μὲν τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν· Εὔριπος δὲ ὁ πορθμὸς ἐπωνόμασται. [20] τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγχάνει οὖσα· ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη ποιεῖται δοκός· ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται δοκοῦσιν εἶναι καὶ εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ καὶ ἀφαιρέσει καὶ πεζεύουσι καὶ ναυτίλλονται· . . . ἐντὸς καθειργμένην καλοῦσι Παλλήνην. [21] τὴν μέντοι εἴσοδον p[246]διατειχίσματι τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδείμαντο, ἦν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν ὀνομάζουσιν. [22] οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος διέφθειρε πάσας ὥστε δὴ Οὐννικόν τι ἔθνος οὐ πολλῷ πρότερον καταθέοντες τὰ ἐκείνῃ χωρία, ὥσπερ τι διαχειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύναμμα τοῦτο καὶ τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄνθρωποι οὐ τειχομαχήσαντες πώποτε. [23] ἀλλὰ καὶ τοῦτο Ἰουστινιανῷ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ μεγαλοφροσύνην ἐνδείξασθαι. [24] τοῖς γὰρ ξυμπίπτουσι χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὑτοῦ πρόνοιαν, τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. [25] καὶ Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διεπράξατο διαφανῶς εἶναι. [26] ταῦτα μὲν οὖν ἐν πράξεσιν αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται.
[27] Ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, Ῥήχιος ὄνομα· ὃς δὴ χώραν ἀγαθήν τε καὶ γεώδη περιερχόμενος τὰς ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται. [28] προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. [29] καὶ ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει, p[248]βαρβάροις δὲ λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημείοις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. [30] διὸ δὴ ὁ βασιλεὺς παρά τε τὰς τοῦ Ῥηχίου ποταμοῦ ἐκβολὰς καὶ τὴν τῆς θαλάσσης ἠϊόνα φρούριον ᾠκοδομήσατο ἐχυρώτατον, καινουργήσας αὐτός, ὅπερ Ἀρτεμίσιον ἐπωνόμασται.
[4] [1] Ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇδε τῇ τῆς Εὐρώπης πεποίηται μοίρᾳ εἰπεῖν ἄξιον. καὶ εἰ μὲν παρ᾽ ἄλλοις ἀνθρώπων τισὶ μακράν τε ᾠκημένοις καὶ πολιτείαν ἑτέραν ἔχουσι τὸν κατάλογον ἐποιούμεθα τῶν τῇδε φρουρίων ἅπερ Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἵνα δὴ ἔμελλεν ὁ λόγος ἀμάρτυρος εἶναι, εὖ οἶδ᾽ ὅτι μυθολόγος τε ἂν τῶν ἔργων τῷ ἀριθμῷ ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως. [2] νῦν δὲ (ἥ τε γὰρ ὄψις οὐ μακράν που τυγχάνει οὖσα καὶ παμπληθεῖς ἄγαν οἱ ἐκεῖθεν ἐπιχωριάζοντες ἡμῖν ἄνθρωποι) φέρε δὴ νεανιευσάμενοι τὴν ἀλήθειαν ἐχέγγυον οὖσαν, ἀπαριθμησώμεθα μηδεμίᾳ ὀκνήσει τὰ ὀχυρώματα, ὅσα δὴ ἀμφὶ τὰς χώρας τάς μοι ἔναγχος δεδηλωμένας πεποίηται Ἰουστινιανὸς βασιλεύς, ἢ τὰ πεπονηκότα ἐρυμάτων ἀνανεούμενος, ἢ νέα τείχη ἐπιτεχνώμενος. [3] οὐδὲν δὲ χείρον ὡς ἐν καταλόγῳ ἐπελθεῖν ἅπαντα, ὡς μὴ τῶν ὀνομάτων ἐπιμιξίᾳ ὄχλος τις ἐπιγένηται τῷ λόγῳ πολύς.
p[250] Φρούρια μὲν οὖν νέα πρὸς τοῦ βασιλέως ἐν Ἠπείρω νέᾳ γεγένηται τάδε·
Βουλπιανσός.
Ἐπίστερβα.
Σκημινίτης.
Ἄονα.
Στεφανιακόν.
Ἄργος.
Ἀλίουλα.
Δυρράχιν.
Ὁ ἅγιος Σαβιανός.
Γέμενος.
Βακουστή.
Ἄλιστρος.
Πάταπα.
Ἐπιδοῦντα.
Βάκουστα.
Μάρτις.
Εἰρήνη.
Σπερέτιον.
Ἀοιών.
Στρέδην.
Γυναικομίτης.
p[251] Λάβελλος.
Ἐπίλεον.
Πισκιναί.
Δεύφρακος.
Δολέβιν.
Ἡδονία.
Τιτιάνα.
Κιθινάς.
Οὐλίβουλα.
Βρεβατή.
Θησαυρός.
Ἀνενεώθη δὲ τάδε·
Τοῦ ἁγίου Στεφάνου.
Κεθρέων.
Ἄπις.
Πήλεον.
Κώμη.
Πακούε.
Σκυδρέων πόλις.
Ἀντίπαγραι.
Τίθυρα.
Βρέβετα.
Βοῦπος.
Ἐνδύνεια.
Διόνυσος.
Τοῦ Πτωχείου.
Τυρκανός.
Κάπαζα.
Πούψαλος.
Γάβραιον.
p[252] Διόνοια.
Κλημεντιανά.
Ἰλλύριν.
Κιλικαί.
Ἀργυάς.
>
Θέρμα.
Ἀμάντεια.
Παρέτιον.
Ἐν δὲ Ἠπείρω παλαιᾷ, νέα μὲν φρούρια ἐγένοντο τάδε·
Παρμός.
Ὄλβος.
Κιόνιν.
Μαρκιανά.
Ἄλγος.
Κείμενος.
Ξηροπόταμος.
Εὐρώπη.
Χίμαιραι.
Ἡλέγα.
Ὁμόνοια.
Ἄδανον.
Ἀνενεώθη δὲ τάδε·
Μουρκίαρα.
Κάστινα.
Γενύσιος.
p[253] Πέρκος.
Μαρμάρατα.
Λίστρια.
Πετρωνιανά.
Κάρμινα.
Τοῦ ἁγίου Σαβίνου.
Καὶ ἐν φρουρίῳ Κώμῃ κινστάρνα.
Μάρτιος.
Πέζιον.
Ὄναλος.
Καὶ ἀπὸ Ἰουστινιανοπόλεωςº καὶ Φωτικῆς· φρούρια δύο τοῦ ἁγίου Δονάτου.
Συμφύγιον.
Προνάθιδον.
Ἥδωνες.
Κάστελλος.
Βουλιβάς.
Πάλυρος.
Τράνα.
Ποσειδών.
Κολοφωνία.
Ἐπὶ Μακεδονίας·
Κάνδιδα.
Κολοβώνα.
p[254] Βασιλικὰ Ἀμύντου.
Μελίχιζα.
Πασκᾶς.
Αὐλών.
Βολβός.
Βριγίζης.
Ὀπτᾶς.
Πλευρόν.
Κάμινος.
Θέρμα.
Βογᾶς.
Νεάπολις.
Κάλαρνος.
Μουσεῖον.
Ἀκρέμβα.
Ἀδριάνιον.
Ἔδανα.
Σίκλαι.
Νύμφιον.
Μέτιζος.
Ἀργικιανόν.
Βάζινος.
Κασσωπᾶς.
Παρθίων.
Γεντιανόν.
p[255] Πρινίανα.
Θήστεον.
Κύρρου.
Γουρρασών.
Κουμαρκίανα.
Λιμνηδήριον.
Βουρβοώδην.
Βάβας.
Κρυνίανα.
Πέλεκον.
Λάγης.
Κραταιά.
Φασκίαι.
Πλακιδιανά.
Ὑγεά.
Λιμνααί.
Ὄπτιον.
Χάραδρος.
Κάσσωπες.
Ἀνενεώθη καὶ ἐπὶ Θεσσαλίας φρούρια τάδε·
Αλκών.
Λόσσονος.
Γεροντική.
Πέρβυλα.
Κερκινέου.
Σκιδρεοῦς.
Φράκελλαν.
p[256] Ἐπὶ Δαρδανίας δὲ πεποίηται τάδε. νέα μέν·
Λαβέριον.
Κάστιμον.
Ῥαβεστόν.
Καστέλλιον.
Ἀκρένζα.
Τεριάς.
Δροῦλλος.
Βικτωρίας.
Ἀνενεώθη δὲ τάδε·
Κεσίανα.
Τεζούλη.
Οὐσιανά.
Βεσίανα.
Μασκᾶς.
Λίστη.
Κελλιριανά.
Ζυσβάες.
Γένζανα.
Πετρίζην.
Εὐτυχιανά.
Μουλατώ.
Βελάς.
Κάτταρος.
Κατταρηκός.
Πέντζα.
Κατταφέτερος.
p[257] Δάβανος.
Κούβινος.
Γέρματζα.
Βικτωριανά.
Ἄζετα.
Δουρβουλιανά.
Σούρικον.
Κούσινες.
Τουττιανά.
Βαλλεσιανά.
Βήλλα.
Κατρέλατες.
Κασύελλα.
Μανίανα.
Πρισκούπερα.
Μιλετής.
Δαρδάπαρα.
Κέσουνα.
Βερινιανά.
Λάσβαρος.
Καστελλοβρέταρα.
Ἐδετζίω.
Δίνιον.
Κέκωλα.
Ἔμαστος.
Καστελῶνα.
Καπόμαλβα.
Σέρετος.
Πτωχεῖον.
Κουινώ.
Βέρζανα.
Βεσαΐανα.
p[258] Ἄρσα.
Βλεζώ.
Λάβουτζα.
Κυίντου.
Βερμέζιον.
Κατράσεμα.
Ῥοτοῦν.
Κοβέγκιλες.
Μαρκελλιανά.
Πριμονιανά.
Παμίλινος.
Ἀρία.
Ὑπὸ πόλιν Σαρδικήν·
Σκούπιον.
Στένες.
Μαρκίπετρα.
Βρίπαρον.
Ῥωμανιανά.
Στρούας.
Πρωτίανα.
Μακκουνιανά.
Σκοπέντζανα.
Ἐν δὲ τῇ Καβετζῷ χώρᾳ, νέον μὲν Βαλβαί ἀνενεώθη δὲ τάδε·
Βυρσία.
Σταμαζώ.
Κλεσβέστιτα.
Δουΐανα.
p[259] Τούρικλα.
Μέδεκα.
Πεπλαβιός.
Κοῦναι.
Βίνεος.
Τρισκίανα.
Παρνοῦστα.
Τζίμες.
Βιδζώ.
Στενεκόρτα.
Δανεδέβαι.
Ἀρδεία.
. . . νέα μέν·
Βουγάραμα.
Βέτζας.
Βρεγεδάβα.
Βόρβρεγα.
Τουροῦς.
Ἀνενεώθη δέ·
Σαλεβρίες.
Ἀρκοῦνες.
Δουρίες.
Βουτερίες.
Βαρβαρίες.
Ἀρβατίας.
Κουτζούσουρα.
Ἐταιρίες.
Ἰταβερίες.
Βόττες.
p[260] Βιτζιμαίας.
Βαδζιάνια.
Βάνες.
Βιμηρός.
Τουσουδεάας.
Σκουάνες.
Σκεντουδίες.
Σκάρες.
Τουγουρίας.
Βεμάστες.
Στραμεντίας.
Λίγνιος.
Ἰταδεβά.
Ὑπὸ πόλιν Γέρμεννε, νέον μὲν Σκαπλιζώ· ἀνενεώθη δέ·
Γερμάς.
Κανδαράς.
Ῥολλιγεράς.
Σκινζερίες.
Ῥιγινοκάστελλον.
Σουεγωγμένσε.
Ὑπὸ πόλιν Παυτά·
Τάρπωρον.
Σουάβαστας.
Χερδούσκερα.
Βλέβοις.
Ζεαπουρίες.
p[261] Ἐν χώρᾳ Σκασσετάνᾳ·
Ἄλαρον.
Μαγιμιάς.
Λουκουνάντα.
Βάλαυσον.
Βούττις.
Ὑπὸ πόλιν δὲ . . . νέα μέν·
Καλβεντία.
Φαράνορες.
Στρανβάστα.
Ἄλδανες.
Βαραχτέστες.
Σάρματες.
Ἄρσενα.
Βράρκεδον.
Ἐραρία.
Βερκάδιον.
Σαβινίριβες.
Τιμίανα.
Κάνδιλαρ.
Ἄρσαζα.
Βικούλεα.
Καστέλλιον.
Γρόφφες.
Γάρκες.
Πίστες.
Δούσμανες.
Βράτζιστα.
p[262] Ὁλόδορις.
Κασσία.
Γράνδετον.
Οὐρβρίανα.
Νώγετο.
Γούρβικον.
Λαύτζονες.
Δουλίαρες.