Book Read Free

Delphi Complete Works of Procopius

Page 304

by Procopius of Caesarea


  Σκέμνας.

  Καράσθυρα.

  Πίνζος.

  Τουλεοῦς.

  Ἄρζον.

  Καστράζαρβα.

  Ζωσίτερσον.

  Βέργισον.

  Δίγγιον.

  Σάκισσος.

  Κουρτουξοῦρα.

  Ποταμουκάστελλον.

  Εἰσδίκαια.

  Τὸ ἐμπόριον Ταυροκεφάλων.

  Βηλαϊδίπαρα.

  Σκίτακες.

  Βέπαρα.

  Πουσινόν.

  Ὑμαυπάρουβρι.

  Σκαριωτασαλούκρα.

  Αὐγούστας.

  Οὐρδαούς.

  Τοῦ ἁγίου Τραϊανοῦ.

  Δέρταλλος.

  Σολβανοῦ.

  Βάσκον.

  Ζίγκυρο.

  p[311] Αἱμιμόντου.

  Ζημάρκου.

  Κηριπάρων.

  Κασιβόνων.

  Τὸ Οὔκου.

  Ἀντωῖνον.

  Γεσιλαφοσσᾶτον.

  Χεροῖνον.

  Προβίνου.

  Τοῦ ἁγίου Θεοδώρου.

  Βουρδέπτω.

  Ῥακούλη.

  Τοῦ ἁγίου Ἰουλιανοῦ.

  Τζιταετοῦς.

  Νηλαστύρας.

  Γετρίνας.

  Βρέδας.

  Βῆρος.

  Θωκύωδις.

  Βία.

  Ἀναγογκλί.

  Σούρας.

  Αὐθιπάρου.

  Δορδᾶς.

  Σαρμαθών.

  Κλεισοῦρα.

  Ὑλασιάναι.

  Θρασαρίχου.

  Βαῖκα.

  Χρύσανθος.

  p[312] Μαρκέρωτα.

  Ζδεβρήν.

  Τοῦ ἁγίου Θεοδώρου.

  Ἄσγαρζος.

  Βουρτούδγιζ.

  Ταυρόκωμον.

  Νίκη.

  Καβοτούμβα.

  Δείξας.

  Γητριστάους.

  Δέβρη.

  Προβίνου.

  Κάρβερος.

  Τηεσιμόντη.

  Ἀσγίζους.

  Δαλάταρβα.

  Θεοδωρούπολις.

  Τζυειδών.

  Τζονπολέγων.

  Βασίβουνον.

  Ἀγχίαλος.

  Μαρκιανόν.

  Κυρίδανα.

  Βεκοῦλι.

  Τὰ Θρᾳκῶν λειπόμενα. Παρά τε τὸν Εὔξεινον πόντον καὶ ποταμὸν p[313]Ἴστρον, κἀν τῇ μεσογείᾳ, οὕτως·

  Μυσίας παρὰ μὲν ποταμὸν Ἴστρον·

  Ἐρκούλεντε.

  Σκατρῖνα.

  Ἀππίαρα.

  Ἐξεντάπριστα.

  Δεονίανα.

  Λιμώ.

  Ὀδυσσός.

  Βίδιγις.

  Ἀρῖνα.

  Νικόπολις.

  Ζικίδεβα.

  Σπίβυρος.

  Πόλις Κάστελλον.

  Κιστίδιζος.

  Βαστέρνας.

  Μέταλλος.

  Βηρίπαρα.

  Σπαθιζός.

  Μαρκέρωτα.

  Βόδας.

  Ζισνούδεβα.

  Τουρούλης.

  Ἰουστινιανούπολις.

  Θερμά.

  p[314] Γεμελλομοῦντες.

  Ἀσίλβα.

  Κούσκαυρι.

  Κούσκουλι.

  Φοσσᾶτον.

  Βισδίνα.

  Μαρκιανούπολις.

  Σκυθιάς.

  Γραψώ.

  Νονώ.

  Τροσμής.

  Νεαϊοδουνώ.

  Ῥεσιδίνα.

  Κωνσταντιανά.

  Καλλάτις.

  Βασσίδινα.

  Βελεδίνα.

  Ἄβριττος.

  Ῥουβούστα.

  Δινισκάρτα.

  Μοντερεγῖνε.

  Βέκις.

  Ἀλτῖνα.

  Μανροβάλλε.

  Τίγρα.

  p[315] Σκεδεβά.

  Νόβας.

  Ἐν δὲ τῇ μεσογείᾳ·

  Κοπούστορος.

  Βιργινασώ.

  Τιλλιτώ.

  Ἀγκυριανά.

  Μουριδεβά.

  Ἴτζης.

  Καστελλόνοβο.

  Παδισάρα.

  Βισμαφά.

  Βαλεντινιάνα.

  Ζάλδαπα.

  Αξίοπα.

  Καρσώ.

  Γρατίανα.

  Πρέϊδις.

  Ἀργαμώ.

  Παυλίμανδρα.

  Τζάσκλις.

  Πούλχρα Θεοδώρα.

  Τόμις.

  Κρέας.

  Κατασσοῦ.

  Νίσκονις.

  Νοβεϊουστινιανά.

  Πρεσιδίω.

  Ἐργαμία.

  BOOK V.

  [1] [1] Τὰ μὲν δὴ ἐν πάσῃ Εὐρώπῃ δεδημιουργημένα Ἰουστινιανῷ βασιλεῖ ἐς ὅσον οἷόν τε ἦν ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἐς δὲ τῆς Ἀσίας τὰ λειπόμενα ἰτέον ἡμῖν. [2] ὅσα μὲν οὖν πόλεών τε καὶ φρουρίων ἐρύματα, ἑτέρας τε οἰκοδομίας κατὰ τὴν ἑῴαν πεποίηται χώραν, ἐξ ὁρίων τῶν Μηδικῶν ἄχρι που ἐς Παλμύραν πόλιν, ἣ ἐν Φοίνιξι τοῖς ἐπὶ Λιβάνου τυγχάνει οὖσα, ἤδη μοι ἔμπροσθεν δεδηλῶσθαι οἶμαι. [3] ἐν δέ γε τῷ παρόντι καὶ ὅσα κατὰ τὴν ἄλλην Ἀσίαν καὶ Λιβύην αὐτῷ εἴργασται ἢ τειχιζομένῳ ἢ τὰ κατὰ τὰς ὁδοὺς ἐπανορθοῦντι δυσπάριτα καὶ κινδύνων ἀτεχνῶς ἔμπλεα (πὴ μὲν ὀρῶν ἐπικειμένων κρημνώδη ὄντα, πὴ δὲ ποταμοῦ γειτονήματι τοὺς παραπίπτοντας ἀποπνίγοντα), ἢ πόλεων ἰωμένῳ παθήματα πάντα, ἐρῶν ἔρχομαι ἀρχόμενος ἐνθένδε.

  [4] Χῶρόν τινα πρὸ τῆς Ἐφεσίων πόλεως ἐν ὀρθίῳ κείμενον ξυνέβαινεν εἶναι, λοφώδη οὐ γεώδη οὐδὲ δυνατὸν ἀφεῖναι καρπούς, εἴ τις πειρῷτο, ἀλλὰ σκληρόν τε καὶ τραχὺν ὅλως. [5] ἐνταῦθα νεὼν οἱ ἐπιχώριοι ἐν τοῖς ἄνω χρόνοις Ἰωάννῃ τῷ ἀποστόλῳ ἀνέθηκαν, θεολόγος δὲ τὴν ἐπίκλησιν ὁ ἀπόστολος οὗτος ὠνόμασται, ἐπεὶ τά γε ἀμφὶ τῷ θεῷ ἄμεινον αὐτῷ ἢ κατὰ ἀνθρώπου δεδιήγηται φύσιν. [6] τοῦτον δὴ τὸν νεὼν Ἰουστινιανὸς βασιλεὺς βραχύν τε ὄντα καὶ καταπεπονηκότα τῷ μήκει τοῦ p[318]χρόνου καθελὼν ἐς τὸ ἔδαφος, ἐς τοσόνδε μεθηρμόσατο μεγέθους
καὶ κάλλους, ὥστε δή, ξυνελόντα εἰπεῖν, ἐμφερέστατος καὶ παντάπασιν ἐνάμιλλος τῷ ἱερῷ ἐστιν ὅπερ ἐν πόλει τῇ βασιλίδι τοῖς ἀποστόλοις ἀνέθηκε πᾶσιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις.

  [7] Ταῦτα μὲν ἐν Ἐφέσῳ ἐξείργασται τῷ βασιλεῖ τούτῳ. ἐν Τενέδῳ δὲ ταύτῃ τῇ νήσῳ σωτήριόν τι πόλει τε τῇ βασιλίδι καὶ τοῖς κατὰ θάλασσαν ἐργαζομένοις πεποίηται, ὅπερ ἐγὼ αὐτίκα δηλώσω, τοσοῦτον ὑπειπών· ἡ θάλασσα ἐφ᾽ Ἑλλησπόντου ἐν στενῷ μάλιστα φέρεται· [8] ἄμφω γὰρ αἱ ἤπειροι ἀλλήλαις ὡς ἀγχοτάτω ἐνταῦθα ἰοῦσαι τὴν τοῦ πορθμοῦ ποιοῦνται ἀρχὴν ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ἐπειδάν τε αἱ νέες ἐνταῦθα ἵκωνται, ὅσαι δὴ Κωνσταντινουπόλεως εὐθὺ ἵενται, τῇδε ὁρμίζονται. [9] ἀνάγεσθαι δὲ αὐταῖς ἐνθένδε ἀμήχανά ἐστιν, ὅτι μὴ νότου ἐπιπνεύσαντος ἀνέμου σφίσιν. [10] ἡνίκα οὖν ὁ σιταγωγὸς στόλος ἐκ πόλεως Ἀλεξανδρείας ἐνταῦθα ἴοι, εἰ μὲν ἐμπέσοι τὸ πνεῦμα ἐπίφορον σφίσι, δι᾽ ὀλίγου μὲν οἱ ταύτην τὴν ἐργασίαν διαχειρίζοντες καταίρουσι ταῖς ναυσὶν ἐς τοὺς Βυζαντίους λιμένας, ἀποφορτιζόμενοι δὲ ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, ἐφ᾽ ᾧ δὴ πρὸ τῆς τοῦ χειμῶνος ἅπαντες ὥρας δεύτερόν τε καὶ τρίτον διαπεραιώσονται στόλον. [11] ὅσοις δὲ αὐτῶν βουλομένοις ᾖ, καὶ ἄλλο τι τῶν ἐμπολημάτων ἐνθένδε ἀντιφορτισάμενοι ἀναστρέφουσιν. [12] εἰ μέντοι ἀπ᾽ ἐναντίας σφίσι τὸ πνεῦμα ἐφ᾽ Ἑλλησπόντου ἴοι, ἐνταῦθα δὴ τῷ τε σίτῳ καὶ ταῖς ναυσὶ σεσηπέναι συνέβαινεν. [13] ἅπερ ἐν προνοίᾳ πεποιημένος Ἰουστινιανὸς βασιλεὺς διαφανῶς p[320]ἐπιδέδεικται ὡς ἀνθρώπῳ ἂν ἀμήχανον οὐδὲν γένοιτο, οὐδ᾽ ἦν τοῖς χαλεπωτάτοις ἀνταγωνίζοιτο. [14] ἐν Τενέδῳ γὰρ τῇ νήσῳ, ἢ τοῦ πορθμοῦ ἄγχιστά ἐστι, σιτῶνα ἐπετεχνήσατο τῷ παντὶ στόλῳ ἀποφορτίσασθαι διαρκῶς ἔχοντα, εὖρος μὲν οὐχ ἧττον ἢ ποδῶν ἐνενήκοντα, μῆκος δὲ ποδῶν ὀγδοήκοντα καὶ διακοσίων, ἐς ὕψος τε ἄφατον ἐπιεικῶς κατατείνοντα. [15] οὗ δὴ τῷ βασιλεῖ ἐξειργασμένου, ὁπηνίκα ἂν τοῦ δημοσίου σίτου παραπομποὶ ἐνταῦθα ἰόντες ἀνέμων ἐναντιώμασι συμποδίζοιντο, οἵδε τὸν φόρτον ἐν τῷ σιτῶνι καταθέμενοι τούτῳ καὶ χαίρειν φράσαντες τῷ τε βορρᾷ καὶ ζεφύρῳ πολλά, καὶ εἴ τις ἄλλος ἀπ᾽ ἐναντίας αὐτοῖς ἐνταῦθα ἴοι, ἐς πλοῦν ἕτερον συσκευάζονται. [16] καὶ αὐτοὶ μὲν εὐθὺς εἰς τὰ οἰκεῖα κομίζονται, χρόνῳ δὲ ὕστερον, ὁπηνίκα ἂν τὸν ἐνθένδε ἀπόπλουν ἐς Βυζάντιον ἐν ἐπιτηδείῳ γενέσθαι ξυμβαίη, πλοίοις ἑτέροις τὸν σῖτον ἐκ Τενέδου διακομίζουσιν οἷς ἐπίκειται ἡ τιμὴ αὕτη.

  [2] [1] Ἔστι δέ τις ἐν Βιθυνοῖς πόλις, Ἐλένης ἐπώνυμος οὖσα τῆς Κωνσταντίνου βασιλέως μητρός. ἐκ ταύτης γὰρ τὴν Ἑλένην ὡρμῆσθαί φασι, κώμης οὐκ ἀξιολόγου τὰ πρότερα οὔσης. [2] ᾗπερ τὰ τροφεῖα Κωνσταντῖνος ἐκτίνων ὀνόματι μὲν καὶ ἀξιώματι πόλεως τὸ χωρίον δεδώρηται τοῦτο, οὐ μέντοι οὐδὲν οὐδὲ βασιλικὸν οὐδὲ μεγαλοπρεπὲς τῇδε πεποίηται, ἀλλὰ τῇ μὲν κατασκευῇ ἐπὶ τῆς προτέρας διέμεινε τύχης, κεκόμψευται δὲ μόνῳ τῶν πόλις κεκλῆσθαι καὶ τῇ ἐπωνυμίᾳ τῆς τροφίμου Ἐλένης ἀποσεμνύνεται. [3] ὁ δὲ καθ᾽ ἡμᾶς βασιλεύς, ὥσπερ τὴν ἀγνωμοσύνην ἀπολογούμενος p[322]τοῦ τῆς βασιλείας προπάτορος, πρῶτα μὲν ὕδατος ἀπορίᾳ πιεζομένην τὴν πόλιν ἰδὼν καὶ δίψῃ ἐπιεικῶς δεινῇ ἐχομένην, ὀχετὸν αὐτοσχεδιάζει θαυμάσιον οἷον, ὕδωρ τε αὐτῷ παρέχεται ἀπροσδόκητον ἰδεῖν, τοῖς τῇδε ἀνθρώποις οὐ πιεῖν μόνον, ἀλλὰ καὶ λούεσθαι ἱκανῶς ἔχον, καὶ ὅσα ἄλλα τρυφῶσιν ἄνθρωποι εὐπορίαν κατακόρως ὕδατος ἔχοντες. [4] πρὸς δὲ καὶ βαλανεῖον αὐτοῖς ἐν δημοσίῳ πεποίηται οὐ πρότερον ὄν, ἕτερόν τε ἀνῳκοδομήσατο διεφθαρμένον τε καὶ εἰκῆ κείμενον τῷ τε σπανίζειν, ᾗπέρ μοι ἐρρήθη, τοῦ ὕδατος καὶ τῷ ἀπημελῆσθαι καταπεσὸν ἤδη. [5] ἀλλὰ καὶ ἱερὰ καὶ βασίλεια καὶ στοὰς καὶ καταλυτήρια ταῖς ἀρχαῖς ἐδείματο τῇδε, καὶ τοῖς ἄλλοις ἐπιδέδεικται αὐτὴν πόλιν εὐδαίμονα.

  [6] Ταύτης δὲ ῥεῖ τῆς πόλεως ἄγχιστα ποταμός, ὅνπερ ὁμώνυμος τῷ σχήματι Δράκοντα καλοῦσιν οἱ ἐπιχώριοι. [7] περιστρέφεται γὰρ ἑλισσόμενος ἐφ᾽ ἑκάτερα καὶ ἀπ᾽ ἐναντίας αὑτῷ ἀντιπεριάγων τὰς δίνας, σκολιῷ τε τῷ ῥοθίῳ, πὴ μὲν ἐν δεξιᾷ, πὴ δὲ ἐν ἀριστερᾷ προσιών· ὥστε ἀμέλει διαβαίνειν αὐτὸν πλεῖν ἢ εἰκοσάκις ἐπάναγκές ἐστι τοῖς τῇδε ἰοῦσι. [8] πολλοῖς τε οὕτω διεφθάρθαι ξυνέβαινε τοῦ ποταμοῦ ἐξαπιναίως παρὰ τὰ ξυνειθισμένα πλημμύροντος. [9] πρὸς δὲ καὶ δάσος ἀμφιλαφὲς καὶ καλάμου τῇδε φυομένου μέγα τι χρῆμα συμποδίζον αὐτοῦ τὴν ἐπὶ τὴν θάλασσαν ἐκβολὴν χαλεπώτερον αὐτὸν ἐσκευωροῦντο εἶναι τοῖς ἐκείνῃ χωρίοις. [10] χρόνῳ γοῦν οὐ πολλῷ πρότερον, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, λιμνάζων τε καὶ κυρτούμενος καὶ σκεδαννύμενος p[324]ἐπὶ πλεῖστον τῆς γῆς, ἀνήκεστα κακὰ εἴργασται. [11] χωρία τε γὰρ παμπληθῆ καθεῖλε προρρίζους τε ἀμπέλους, ἔτι μέντοι ἐλαίας τε καὶ δένδρων ἄλλων παντοδαπῶν ἀνάριθμα πρέμνα, πρὸς δὲ καὶ τὰς οἰκίας αἳ πρὸ τοῦ περιβόλου τῆς πόλεως ἐτύγχανον οὖσαι, πάθεσί τε ἄλλοις ὑπερμεγέθεσι τοὺς ἐπιχωρίους ἐπέτριψεν. [12] οὕσπερ ἐποικτισάμενος Ἰουστινιανὸς βασιλεὺς ἐπενόει τοιάδε. τὰ μὲν ἄλση περικαθήρας �
�οιεῖσθαι τῷ ποταμῷ ξυνεχώρησε τὰς ἐς τὴν θάλασσαν ἐκβολάς, ὡς μηκέτι αὐτῷ διασκεδάννυσθαι ἐπάναγκες εἴη· τὰ δὲ ὄρη κατὰ μέσον ἀποτεμὼν ἃ δὴ ἀνέχει ἀμφὶ τὰ ἐκείνῃ χωρία, ἐν ταῖς πρότερον ἀποτόμοις καὶ κρημνώδεσι χώραις ὁδὸν ἁμαξιτὸν ἐξειργάσατο. [13] ταύτῃ τε τοῦ ποταμοῦ τὴν διάβασιν οὐκ ἀναγκαίαν ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς ἐνταῦθα οὖσι πεποίηκεν εἶναι. καὶ γεφύρας δύο ἐς ἄγαν εὐρείας τῷ ποταμῷ τούτῳ ἐντέθειται, καὶ ἀπ᾽ αὐτοῦ ἀκινδύνως αὐτὸν διαβαίνουσι τὸ λοιπὸν ἅπαντες.

  [3] [1] Οἷα δὲ καὶ τὴν ἐν Βιθυνοῖς Νίκαιαν ἐξείργασται ἀγαθὰ εἰπεῖν ἄξιον. πρῶτα μὲν τὴν ὀχεταγωγίαν, παντάπασί τε διεφθαρμένην καὶ τὴν χρείαν ὡς ἥκιστα παρεχομένην, ἀνανεωσάμενος ἅπασαν, ὕδασι τὴν πόλιν κατακορῆ διεπράξατο εἶναι. [2] ἔπειτα δὲ ἱερά τε καὶ μοναστήρια τὰ μὲν γυναιξὶ τὰ δὲ ἀνδράσιν ἐδείματο. [3] καὶ τὰ ἐκείνῃ βασίλεια, ἐκ μοίρας ἤδη καταπεπτωκότα τινός, ἀνενεώσατο σπουδῇ ἅπαντα, ἔτι μέντοι καὶ βαλανεῖον ἐν τῷ καταλυτηρίῳ τῶν βερεδαρίων καλουμένων ἐκ παλαιοῦ διεφθαρμένον. [4] ταύτης δὲ τῆς πόλεως ἐς τὰ πρὸς δύοντα ἥλιον ὡς p[326]ἀγχοτάτω χειμάρρους ὡς τὰ πολλὰ ἐπισκήπτειν φιλεῖ, ἄπορον ὅλως ἐργαζόμενος τὴν ταύτῃ ὁδόν. [5] καὶ γέφυρα μέν τις ἐνταῦθα πεποίηται τοῖς πάλαι ἀνθρώποις, ἢ προϊόντος χρόνῳ προσβάλλουσαν οὐδαμῆ ἐνεγκοῦσα τὴν τοῦ χειμάρρου ἐπιρροὴν (ἐπεὶ οὐκ ἐν ἐπιτηδείῳ διασκευασθεῖσα ἐτύγχανεν) ὑπεχώρησέ τε τῷ ῥοθίῳ βιαζομένῳ καὶ ἀπιοῦσα σὺν αὐτοῦ ᾤχετο, οὐδὲ ἴχνος αὐτῆς ἐν τῷ χώρῳ ἀπολιποῦσα, οὗ πρότερον ἦν. [6] βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν ἐπήξατο ἐνταῦθα ἑτέραν ἐς τόσον ὕψους τε καὶ εὔρους διήκουσαν, ὥστε δὴ αὐτῆς οὐδὲ κατὰ πολλοστημόριον τὴν προτέραν οὖσαν γεγονέναι δοκεῖν, ἢ τὸν χειμάρρουν, ἡνίκα μορμύρει, κατὰ πολὺ ὑπεραίρουσα ἐν τῷ βεβαίῳ διασώζεται τοὺς ταύτῃ ἰόντας.

 

‹ Prev