Delphi Complete Works of Procopius
Page 305
[7] Ἐν δὲ Νικομηδείᾳ τὸ βαλανεῖον τὸν Ἀντωνῖνον ἀνενεώσατο· μοῖρα γὰρ αὐτοῦ ἡ ἀξιολογωτάτη καταπεπτώκει, μεγέθει τοῦ ἔργου ἀπροσδόκητος ὅτι δὴ ἀνοικοδομηθήσεται γεγενημένη. [8] ὁ μέγας δὲ ποταμὸς οὗτος, ὅνπερ Σάγαριν καλοῦσι νῦν, σφοδρῷ μὲν κατιὼν ἐς ἄγαν τῷ ῥείθρῳ, ἐπὶ μέσης δὲ πεφυκὼς ἄβυσσος, εὐρυνόμενος δὲ θαλάσσῃ ἴσα, διαγέγονε μὲν τά γε εἰς γέφυραν ἀνεπαφὸς πᾶσιν, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἀκάτων δὲ συνδέοντες πλῆθος καὶ φορμηδὸν αὐτὰς ἀλλήλαις ἐναρμοσάμενοι, ἐνταῦθα διαπορθμεύεσθαι τολμῶσι πεζοί, ὥσπερ ποτὲ δέει τοῦ Ξέρξου τὸν Ἑλλήσποντον ὁ τῶν Μήδων στρατός. [9] ἀλλὰ καὶ τοῦτο οὐκ ἀνεπικινδύνως αὐτοῖς γίνεται. πολλάκις γὰρ ὁμοῦ τοῖς δεσμοῖς συλλαβὼν τὰς ἀκάτους ἁπάσας, εἶτα τὴν διάβασιν ἀνεχαίτισε τοῖς τῇδε ἰοῦσι. [10] βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν p[328]αὐτῷ ἐγκεχείρηκεν ἐποικοδομεῖσθαι τανῦν. ἀρξάμενός τε τοῦ ἔργου ἤδη πολλὴν ἐς αὐτὸ διατριβὴν ἔχει· ὅπερ εὖ οἶδα ὅτι ὑποτελέσει οὐ πολλῷ ὕστερον, τεκμηριούμενος ὅτι δὴ αὐτῷ τὰ ἔργα συνεπιλαμβάνεται ὁ θεὸς ἅπαντα. [11] οὐκοῦν ἀπέραντον αὐτῷ ἐνθύμημα οὐδὲν ἔμεινεν ἐς τόδε τοῦ χρόνου, καίτοι ἐπὶ πλείστοις τὸ κατ᾽ ἀρχὰς τοῖς ἀμηχάνοις ἐγχειρεῖν ἔδοξεν.
[12] Ἔστι δέ τις ἐν Βιθυνοῖς ὁδὸς ἐς τὰ Φρυγῶν ἤθη ἐνθένδε ἰόντι, ἔνθα δὴ ἀνθρώποις τε ἀναρίθμοις καὶ ζῴοις ἑτέροις χειμῶνος ὥρᾳ διολωλέναι ξυνέβαινε· [13] γεώδης γὰρ ὑπεράγαν ἡ χώρα οὖσα, μὴ ὅτι ὄμβρων ἐξαισίων καταρραγέντων ἢ χιόνων πολλῶν ἐπικεχυμένων τε καὶ διαλυθεισῶν ἐν ἐσχάτῳ, ἀλλὰ καὶ ψεκάδων ἐπιπεπτωκυῖων, ἂν οὕτω τύχῃ, ἐς τέλμα βαθὺ καὶ ἀπόρευτον ξυνισταμένη, τάς τε ὁδοὺς τεναγώδεις ἐργαζομένη, τοὺς τῇδε ἰόντας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπέπνιγεν. [14] ἀλλὰ καὶ τοῦτον αὐτός τε μεγαλοφροσύνῃ ψυχῆς καὶ ἡ βασιλὶς Θεοδώρα τὸν κίνδυνον τοῖς παριοῦσι διέλυσαν. [15] ἐς ἡμέρας γὰρ ὁδοῦ ἥμισυ εὐζώνῳ ἀνδρὶ λίθοις παμμεγέθεσι σκέπας τῇ λεωφόρῳ ἀπεργασάμενοι ἐπὶ στερρᾶς τῆς ὁδοῦ παριέναι διεσκευάσαντο τοὺς τῇδε ἰόντας. ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται.
[16] Πηγαὶ δὲ θερμῶν φύσει ἐν Βιθυνοῖς ὑδάτων ἀναβλυστάνουσιν ἐν χώρῳ ὅνπερ ἐπονομάζουσι Πύθια. [17] ταύτας ἔχουσι παραψυχὴν ἄλλοι τε p[330]πολλοὶ καὶ διαφερόντως Βυζάντιοι, ἄλλως τε ὅσοις νοσώδεσι συμβαίνει εἶναι. [18] ἔνθα δὴ πολυτέλειαν ἐπιδέδεικται βασιλεῖ πρέπουσαν· βασίλειά τε γὰρ ᾠκοδομήσατο οὐ πρότερον ὄντα [19] καὶ λουτρῶνα ἐν δημοσίῳ τῶν ἐκεῖ φυομένων θερμῶν ὑδάτων πεποίηται. πηγάς τε ποτίμων ὑδάτων ὡς ἑκαστάτω ἀποβλυζούσας ἐς τόνδε τὸν χῶρον ὀχεταγωγίᾳ διακομίσας, τὸν πρότερον ἐνταῦθα ἐπιχωριάζοντα περιεῖλεν αὐχμόν. [20] ἀλλὰ καὶ τοῦ ἀρχαγγέλου τὸ τέμενος καὶ τὸ τῶν νοσούντων ἀναπαυστήριον, μείζω τε καὶ κατὰ πολὺ ἐπιφανέστερα κατεστήσατο.
[4] [1] Ἔστι δὲ ποταμὸς ἐν Γαλάταις, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Σίβεριν, τῶν μὲν καλουμένων Συκεῶν ἄγχιστα, πόλεως δὲ Ιουλιουπόλεως ἀπὸ σημείων μάλιστα δέκα ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον. [2] ὃς δὴ πολλάκις ἐξαπιναίως ἀρθεὶς ἐπὶ μέγα τῶν ἐκείνῃ ὁδῷ ἰόντων πολλοὺς ἔφθειρεν. [3] οἷσπερ ὁ βασιλεὺς ἀπαγγελλομένοις συνταραχθεὶς διακωλυτὴς τοῦ κακοῦ τὸ λοιπὸν γέγονε, τὸν μὲν ποταμὸν γεφυρώσας ἔργῳ ἰσχυρῷ καὶ οἴω πλημμύροντι ποταμῷ μάχεσθαι, ἕτερον δὲ τοῖχον ἐν προβόλου σχήματι τῆς γεφύρας ἐς τὰ πρὸς ἕω πεποιημένος· ὃν δὴ πρόμαχον καλοῦσιν οἱ ταῦτα σοφοί. [4] καὶ νεὼν δὲ αὐτῆς ᾠκοδομήσατο ἐς τὰ πρὸς δύοντα ἥλιον τοῖς παριοῦσι σωτήριον χειμῶνος ὥρᾳ ἐσόμενον. [5] ταύτης δὲ Ἰουλιουπόλεως τὸν περίβολον ἠνώχλει τε καὶ κατέσειε p[332]ποταμός, ἀμφὶ τὰ πρὸς ἑσπέραν παραρρέων. [6] ἀλλὰ καὶ αὐτὸν διεκώλυσεν ὁ βασιλεὺς οὗτος, ἀντιτείχισμα τῷ περιβόλῳ ἐπὶ πόδας οὐχ ἧσσον ἡ πεντακοσίους καταστησάμενος. ταύτῃ τε τὸ τῆς πόλεως ἔρυμα οὐκέτι ἐπικλυζόμενον διεσώσατο.
[7] Ἐν δὲ Καππαδόκαις ἐποίει τάδε. Καισάρεια μὲν πόλις ἐνταῦθα μεγίστη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ τυγχάνει οὖσα. τεῖχος δὲ αὐτὴν περιέβαλλε τῷ ὑπερβάλλοντι τῆς ἀμετρίας ἐπιμαχώτατόν τε ὂν καὶ ἀφύλακτον ὅλως. [8] χώρας τε γὰρ οὔ τι ἀναγκαίας τῇ πόλει περιεβάλλετο μέγα τι χρῆμα, καὶ τῇ ἐς ἄγαν περιουσίᾳ τοῖς ἐπιβουλεύουσιν εὐέφοδον ἦν. [9] λόφοι γὰρ ἐνταῦθα ἐπανεστήκασιν ὑψηλοί, οὐκ ἄγχιστά πη ἀλλήλων, ἀλλὰ κατὰ πολὺ ἄποθεν· οὕσπερ ὁ τῆς πόλεως οἰκιστὴς ἐντὸς τοῦ περιβόλου καταλαβεῖν ἐν σπουδῇ ἔχων, ὡς μὴ ἐπιτείχισμα κατ᾽ αὐτῆς εἶεν, τῷ τῆς ἀσφαλείας ὀνόματι τὰ σφαλερώτατα ἐξειργάσατο. [10] πεδία τε γὰρ πολλὰ καὶ κήπους ἐτειχίσατο, καὶ σκοπέλους τε καὶ θρεμμάτων νομάς. [11] ἔνθα δὴ οὐδὲ χρόνῳ ὕστερον οἰκοδομήσασθαί τι οἱ τῇδε ἄνθρωποι ἔγνωσαν, ἀλλ᾽ ἐφ᾽ οὗπερ ἦν σχήματος ἔμεινεν. [12] εἰ δέ που καὶ οἰκία τετύχηκεν εἶναι, ταῦτα δὴ ἀγείτονα κατὰ μόνας ὄντα διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου. [13] καὶ οὔτε τὰ φυλακτήρια κατὰ λόγον τοῦ περιβόλου ἐς τὴν αὐτοῦ ἐξικνεῖσθαι φυλακὴν εἶχεν, οὔτε αὐτοῦ ἐπιμελεῖσθαι τοσοῦδε ὄντος ἐν δυνάμει ἐγίνετο τοῖς τῇδε ἀνθρώποις. ἀτείχιστοί τε δοκοῦντες ε
ἶναι περίφοβοι διηνεκὲς ἦσαν. [14] ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς τὰ μὲν οὐκ p[334]ἀναγκαῖα τοῦ περιβόλου περιελών, τὴν δὲ πόλιν ὡς ἀληθῶς ἐρύματι ἐς τὸ ἀσφαλὲς περιστείλας, ὀχύρωμα μὲν κατεστήσατο ἀμαχώτατον εἴ τις προσίοι, διαρκεῖ δὲ αὐτὸ φυλακτηρίῳ ἐπέρρωσε. Καισαρεῦσι μὲν οὖν τοῖς ἐν Καππαδόκαις οὕτω τὴν ἀσφάλειαν διεσώσατο.
[15] Ἦν δέ τι φρούριον ἐν Καππαδόκαις Μωκησὸς ὄνομα, ἐν μὲν τῷ ὁμαλεῖ κείμενον, σαθρὸν δὲ οὕτω γεγενημένον ὥστε δὴ αὐτοῦ τὰ μὲν καταπεπτώκει, τὰ δὲ ἔμελλεν. [16] ὅπερ Ἰουστινιανὸς βασιλεὺς καθελὼν τεῖχος ᾠκοδομήσατο κομιδῇ μέγα ἐς τὰ πρὸς ἑσπέραν τοῦ πάλαι φρουρίου ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν ὀρθίῳ καὶ ἀμηχάνῳ προσελθεῖν, εἴ τις προσίοι. [17] ἔνθα δὴ καὶ ἱερὰ τεμένη πολλὰ καὶ ξενῶνας καὶ λουτρῶνας ἐν δημοσίῳ ἐδείματο καὶ ὅσα ἄλλα ἐνδείκνυται πόλιν εὐδαίμονα. [18] ἐξ οὗ δὴ καὶ εἰς μητροπόλεως ἀξίωμα ἦλθεν· οὕτω γὰρ πόλιν τὴν πρώτην τοῦ ἔθνους καλοῦσι Ῥωμαῖοι. τὰ μὲν οὖν ἐν Καππαδόκαις τοιαῦτα ἐγεγόνει.
[5] [1] Ἐκ πόλεως δὲ Ἀντιοχείας, ἣ νῦν Θεούπολις ἐπικέκληται, ἐς Κιλικίαν ἰόντι παρ᾽ αὐτὴν μάλιστα τὴν ὁδὸν προάστειόν ἐστι, Πλατανὼν ὄνομα· ταύτης δὴ τῆς πόλεως οὐ πολλῷ ἄποθεν τρίβος τε ἦν ἐκ παλαιοῦ σφιγγομένη ἐκ τῶν παρατεταμένων ὀρῶν ἐν στενῷ μάλιστα, ὄμβρων δὲ αὐτὴν ἐς χρόνου μῆκος ἐπικλυσάντων ἐξίτηλος ἐκ τοῦ ἐπὶ πλεῖστον γεγενημένη μετὰ κινδύνων τὰς διεξόδους παρείχετο ποιεῖσθαι τοῖς τῇδε ἰοῦσιν. [2] ἅπερ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς ἀκοῇ p[336]ἔλαβεν, ἐν βουλῇ τε καὶ προνοίᾳ πάσῃ πεποιημένος, ἄκεσιν εὐθὺς τοῦ κακοῦ εὕρετο. [3] χρήματα γὰρ προέμενος ἀριθμοῦ κρείττονα, ὄρη τε τὰ ἐκείνῃ ἀνέχοντα ἐπὶ μακρότατον ἐκτεμὼν ἅπαντα καὶ νενικηκὼς τὰ ἀμήχανα, ὁδὸν ἁμαξήλατον ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καὶ τὰ πρόσθεν ἀπόκρημνα ἔν τε τῷ ὑπτίῳ καὶ τῷ ἀνειμένῳ διεσκευάσατο, διαφανῶς ἐνδειξάμενος ὡς γνώμῃ προμηθεῖ καὶ χρημάτων ὑπερορώσῃ οὐδὲν ἀνθρώπῳ ἄπορον γένοιτο. τοῦτο μὲν οὖν ταύτῃ ἐξειργάσθαι.
[4] Πόλις δέ πού ἐστιν ἐν Κίλιξιν ἡ Μοψουεστία, τοῦ μάντεως, ὥς φασὶν, ἐκείνου τοῦ παλαιοῦ ἔργον. ταύτην ποταμὸς παραρρεῖ Πύραμος, τῇ μὲν πόλει γινόμενος ἐγκαλλώπισμα, γεφύρᾳ δὲ μόνῃ διαβατὸς ὤν. [5] χρόνου δὲ πολλοῦ ἐπιρρεύσαντος πεπονηκέναι τῆς γεφύρας τὰ πλεῖστα ξυνέβη. ἐῴκει τε πεσουμένοις αὐτίκα δὴ μάλα, καὶ τοῖς διαβαίνουσι διὰ τοῦτα ὁ θάνατος ἐν ὀφθαλμοῖς ἦν. [6] πρᾶγμά τε εἰς σωτηρίαν ἐπινενοημένον τοῖς πάλαι ἀνθρώποις, τῇ τῶν προεστηκότων ὀλιγωρίᾳ ἐγίνετο κινδύνου τε πολλοῦ καὶ φόβου αἴτια. [7] ὁ δὲ καθ᾽ ἡμᾶς βασιλεὺς τὰ διερρυηκότα ἐπανορθώσας σπουδῇ ἅπαντα τῇ τε γεφύρᾳ καὶ τοῖς παριοῦσι τὴν ἀσφάλειαν ἀνεσώσατο, τήν τε πόλιν ἀπέδειξεν αὖθις τὴν ἐκ τοῦ ποταμοῦ ἀκινδύνως ἀναδουμένην εὐπρέπειαν.
[8] Ἔστι δέ τις μετ᾽ αὐτὴν Ἄδανα πόλις, ἧς δὴ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ποταμὸς φέρεται p[338]Σάρος ὄνομα, ἐκ τῶν ἐν Ἀρμενίοις ὀρῶν κατιών. [9] ναυσίπορος δὲ ὁ Σάρος ἐστὶ καὶ ἀνδράσι πεζοῖς οὐδαμῆ ἐσβατός. γέφυρα οὖν ἐκ παλαιοῦ τῇδε ὑπερφυής τε ἀποτετόρνευται καὶ λόγου ἀξία. [10] γεγένηται δὲ τρόπῳ τοιῷδε. λίθων μὲν εὐμεγέθων οἰκοδομίαι πολλαχῇ τοῦ ποταμοῦ ἐκ τῆς γῆς ἐπανεστήκασιν ἐς μέγα τι πάχος διήκουσαι, καὶ τῷ ποταμῷ κατὰ μὲν τὸ εὖρος ξυνεξικνούμεναι, τὸ δέ γε ὕψος πολλῷ ὑπερβάλλουσαι τῷ ὑπεραίροντι. [11] ὕπερθέν τε δυοῖν κατὰ μέσον ἀψῖδες ἐν τῷ μετεώρῳ ἐπηρμέναι ἀνέχουσιν ὕψους ἐς μέγα τι χρῆμα. ταύτης δὲ τῆς τῶν λίθων ξυνθήκης, ἣ κατὰ τὸ ὕδωρ οὖσα ἐτύγχανεν, ἅτε ῥοθίῳ μαχομένης πολλῷ, ἐπὶ χρόνου μῆκος ἀπέραντον ὅσον διεφθάρθαι τὰ πλεῖστα ξυνέβη. [12] οὐκ εἰς μακράν τε ἡ γέφυρα πᾶσα τῷ ποταμῷ ἐμπεσεῖσθαι ἐπίδοξος ἦν. ἐγίνετό τε ἀεὶ ἐν εὔχῃ τῶν διαβαινόντων ἑκάστῳ ἐν τῇ κατ᾽ αὐτὸν διαβάσει τὴν τοῦ χρόνου στιγμὴν διαμεῖναι μόνον ἐν τῷ βεβαίῳ τὴν γέφυραν. [13] ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἑτέραν τινὰ τῷ ποταμῷ πορείαν ὀρύξας, ἐκεῖσε μὲν αὐτὸν ἐπὶ καιροῦ μεταπορεύεσθαι διωθήσατο, ὕδατος δὲ χωρὶς τὴν οἰκοδομίαν λαβών, ἧσπερ ἐπεμνήσθην ἀρτίως, καὶ αὐτῆς τὰ πεπονθότα περιελὼν ἀνῳκοδομήσατο οὐδεμίᾳ μελλήσει, τόν τε ποταμὸν αὖθις ἐς τὴν πρόσθεν ὁδὸν ἐπανήγαγεν, ἣν κοίτην καλοῦσι. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.
[14] Κύδνος δὲ ποταμὸς κατὰ πόλιν μέσην Ταρσὸν φέρεται. καὶ χρόνον μὲν τὸν ἄλλον οὐδὲν ἄχαρι διαπεπραγμένος φαίνεται πώποτε, ἅπαξ δὲ αὐτῷ ξυνηνέχθη ποτὲ τὰ ἀνήκεστα διεργάσασθαι ἐξ p[340]αἰτίας τοιᾶσδε. [15] τοῦ μὲν καιροῦ ἀμφὶ τροπὰς ἐαρινὰς ἦν· νότος δὲ ἄνεμος ἐξαπιναίως ἐπιπνεύσας πολὺς τὰς χιόνας διέλυσε πάσας, αἷς δὴ χειμῶνος ὥρᾳ ἐπιπεσούσαις τὸ ὄρος ὁ Ταῦρος ἐκεκάλυπτο σχεδόν τι ὅλον. [16] ῥύακες οὖν ὑδάτων πανταχόθεν ξυνέρρεον τῶν ἐκείνῃ σκοπέλων, αἵ τε χαράδραι χειμάρρους ἀφίεσαν πᾶσαι, καὶ κρήναις πολλαῖς αἵ τε ὑπώρειαι καὶ οἱ πρόποδες ὀρῶν τῶν Ταυρείων κατάρρυτοι ἦσαν. [17] τούτοις οὖν ὁ Κύδνος τοῖς ὕδασι κυματίας γεγενημένος, ἐπεὶ ἐς αὐτὸν ἐν γειτόνων ὄντα ἐπεσέβαλλον, ἅμα δέ οἱ καὶ ὄμβρων ἐπιγενομένων π�
�λλῶν, τὰ μὲν Ταρσέων προάστεια πάντα, ὅσα πρὸς μεσημβρίαν τετραμμένα ἐτύγχανε, κατακλύσας εὐθὺς ἐξίτηλα τὸ παράπαν ἐποίει· ἐπὶ τὴν πόλιν δὲ μορμύρων ᾔει καὶ τὰς γεφύρας βραχείας οὔσας περιελὼν τάς τε ἀγορὰς συνεῖχεν ἁπάσας τάς τε ἀγυιὰς ὑπερέβλυζε καὶ τοῖς οἴκοις καὶ ὑπερῴοις ἐπιπολάζων ἐπὶ μέγα ἐχώρει. [18] νύκτα τε καὶ ἡμέραν ἡ πόλις ὅλη ἐν κινδύνῳ διαγέγονε καὶ σάλῳ τοιούτῳ, καὶ μόλις ἐν ὑστάτῳ ὁ ποταμὸς οὗτος κατὰ βραχὺ ἀπολωφήσας ἐν τοῖς εἰωθόσι γέγονεν αὖθις. [19] ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἥκουσεν, ἐπενόει τοιάδε. πρῶτα μὲν ἑτέραν πρὸ τῆς πόλεως διεσκευάσατο τῷ ποταμῷ κοίτην, ὅπως ἐνταῦθα διασχιζόμενος ἑκατέρωθί τε μερίζων τὸν ῥοῦν κατὰ ἥμισυ γεγονὼς μάλιστα ἐπὶ Ταρσὸν ἴοι. [20] ἔπειτα δὲ τὰς γεφύρας παρὰ πολὺ εὐρυτέρας πεποιημένος κρείσσους ἀπειργάσατο εἶναι ἢ πλημμύροντι βιασθῆναι p[342]τῷ Κύδνῳ. ταύτῃ τε διεπράξατο φόβου καὶ κινδύνου ἐκτὸς ἐς πάντα τὸν χρόνον οἰκεῖσθαι τὴν πόλιν.