Delphi Complete Works of Pausanias
Page 101
[4] προελθοῦσι δὲ ἐντεῦθεν τάφος Σικυωνίοις ἐστίν, ὅσοι περὶ Πελλήνην καὶ Δύμην τὴν Ἀχαιῶν καὶ ἐν Μεγάλῃ πόλει καὶ περὶ Σελλασίαν ἐτελεύτησαν: τὰ δὲ ἐς αὐτοὺς σαφέστερον ἐν τοῖς ἐφεξῆς δηλώσω. πρὸς δὲ τῇ πύλῃ πηγή ἐστί σφισιν ἐν σπηλαίῳ, ἧς τὸ ὕδωρ οὐκ ἄνεισιν ἐκ γῆς, ἐπιρρεῖ δὲ ἐκ τοῦ ὀρόφου τοῦ σπηλαίου: καὶ καλεῖται δι᾽ αὐτὸ Στάζουσα ἡ πηγή. [5] ἐν δὲ τῇ νῦν ἀκροπόλει Τύχης ἱερόν ἐστιν Ἀκραίας, μετὰ δὲ αὐτὸ Διοσκούρων: ξόανα δὲ οὗτοί τε καὶ τὸ ἄγαλμα τῆς Τύχης ἐστί. τοῦ θεάτρου δὲ ὑπὸ τὴν ἀκρόπολιν ᾠκοδομημένου τὸν ἐν τῇ σκηνῇ πεποιημένον ἄνδρα ἀσπίδα ἔχοντα Ἄρατόν φασιν εἶναι τὸν Κλεινίου. μετὰ δὲ τὸ θέατρον Διονύσου ναός ἐστι: χρυσοῦ μὲν καὶ ἐλέφαντος ὁ θεός, παρὰ δὲ αὐτὸν Βάκχαι λίθου λευκοῦ. ταύτας τὰς γυναῖκας ἱερὰς εἶναι καὶ Διονύσῳ μαίνεσθαι λέγουσιν. ἄλλα δὲ ἀγάλματα ἐν ἀπορρήτῳ Σικυωνίοις ἐστί: ταῦτα μιᾷ καθ᾽ ἕκαστον ἔτος νυκτὶ ἐς τὸ Διονύσιον ἐκ τοῦ καλουμένου κοσμητηρίου κομίζουσι, κομίζουσι δὲ μετὰ δᾴδων τε ἡμμένων καὶ ὕμνων ἐπιχωρίων.
[6] ἡγεῖται μὲν οὖν ὃν Βάκχειον ὀνομάζουσιν — Ἀνδροδάμας σφίσιν ὁ Φλάντος τοῦτον ἱδρύσατο — , ἕπεται δὲ ὁ καλούμενος Λύσιος, ὃν Θηβαῖος Φάνης εἰπούσης τῆς Πυθίας ἐκόμισεν ἐκ Θηβῶν. ἐς δὲ Σικυῶνα ἦλθεν ὁ Φάνης, ὅτε Ἀριστόμαχος ὁ Κλεοδαίου τῆς γενομένης μαντείας ἁμαρτὼν δι᾽ αὐτὸ καὶ καθόδου τῆς ἐς Πελοπόννησον ἥμαρτεν. ἐκ δὲ τοῦ Διονυσίου βαδίζουσιν ἐς τὴν ἀγοράν, ἔστι ναὸς Ἀρτέμιδος ἐν δεξιᾷ Λιμναίας. καὶ ὅτι μὲν κατερρύηκεν ὁ ὄροφος, δῆλά ἐστιν ἰδόντι: περὶ δὲ τοῦ ἀγάλματος οὔτε ὡς κομισθέντος ἑτέρωσε οὔτε ὅντινα αὐτοῦ διεφθάρη τρόπον εἰπεῖν ἔχουσιν. [7] ἐς δὲ τὴν ἀγορὰν ἐσελθοῦσι Πειθοῦς ἐστιν ἱερὸν οὐδὲ τοῦτο ἄγαλμα ἔχον. Πειθὼ δὲ ἐπὶ λόγῳ τοιῷδε αὐτοῖς κατέστη σέβεσθαι. Ἀπόλλων καὶ Ἄρτεμις ἀποκτείναντες Πύθωνα παρεγένοντο ἐς τὴν Αἰγιάλειαν καθαρσίων ἕνεκα. γενομένου δέ σφισι δείματος, ἔνθα καὶ νῦν Φόβον ὀνομάζουσι τὸ χωρίον, οἱ μὲν ἐς
Κρήτην παρὰ Καρμάνορα ἀπετράποντο, τοὺς δὲ ἀνθρώπους ἐν τῇ Αἰγιαλείᾳ νόσος ἐπέλαβε: καὶ σφᾶς ἐκέλευον οἱ μάντεις Ἀπόλλωνα ἱλάσασθαι καὶ Ἄρτεμιν.
[8] οἱ δὲ παῖδας ἑπτὰ καὶ ἴσας παρθένους ἐπὶ τὸν Σύθαν ποταμὸν ἀποστέλλουσιν ἱκετεύοντας: ὑπὸ τούτων δὲ πεισθέντας τοὺς θεούς φασιν ἐς τὴν τότε ἀκρόπολιν ἐλθεῖν, καὶ ὁ τόπος ἔνθα πρῶτον ἀφίκοντο Πειθοῦς ἐστιν ἱερόν. τούτοις δὲ ἐοικότα καὶ νῦν ἔτι ποιεῖται: καὶ γὰρ ἐπὶ τὸν Σύθαν ἴασιν οἱ παῖδες τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος, καὶ ἀγαγόντες δὴ τοὺς θεοὺς ἐς τὸ τῆς Πειθοῦς ἱερὸν αὖθις ἀπάγειν ἐς τὸν ναόν φασι τοῦ Ἀπόλλωνος. ὁ δὲ ναὸς ἔστι μὲν ἐν τῇ νῦν ἀγορᾷ, τὸ δὲ ἐξ ἀρχῆς λέγουσιν αὐτὸν ὑπὸ Προίτου ποιηθῆναι: τὰς γάρ οἱ θυγατέρας ἐνταῦθα τῆς μανίας παύσασθαι. [9] λέγουσι δὲ καὶ τάδε, ὡς Μελέαγρος ἐς τοῦτον τὸν ναὸν ἀνέθηκε τὴν λόγχην ᾗ τὸν ὗν κατειργάσατο. καὶ αὐλοὺς ἀνατεθῆναί φασιν ἐνταῦθα τοὺς Μαρσύου: γενομένης γὰρ τῷ Σιληνῷ τῆς συμφορᾶς τὸν ποταμὸν τὸν Μαρσύαν κατενεγκεῖν αὐτοὺς ἐς τὸν Μαίανδρον, ἀναφανέντας δὲ ἐν τῷ Ἀσωπῷ καὶ κατὰ τὴν Σικυωνίαν ἐκπεσόντας ὑπὸ ποιμένος τοῦ εὑρόντος δοθῆναι τῷ Ἀπόλλωνι. τούτων τῶν ἀναθημάτων οὐδὲν ἔτι ἐλείπετο, συγκατεκαύθη γὰρ ἐμπιπραμένῳ τῷ ναῷ: τὸν δὲ ἐπ᾽ ἐμοῦ ναὸν καὶ τὸ ἄγαλμα Πυθοκλῆς ἀνέθηκεν.
8. τῷ δὲ τῆς Πειθοῦς ἱερῷ τὸ ἐγγὺς τέμενος ἀνειμένον βασιλεῦσι Ῥωμαίων οἰκία ποτὲ ἦν Κλέωνος τυράννου: Κλεισθένης μὲν γὰρ ὁ Ἀριστωνύμου τοῦ Μύρωνος ἐχόντων ἔτι τὴν κάτω πόλιν Σικυωνίων ἐτυράννησε, Κλέων δὲ ἐν τῇ νῦν πόλει. πρὸ ταύτης τῆς οἰκίας ἡρῷόν ἐστιν Ἀράτου μέγιστα Ἑλλήνων ἐργασαμένου τῶν ἐφ᾽ αὑτοῦ: ἔχει δὲ ὧδε τὰ ἐς αὐτόν. [2] μετὰ Κλέωνα μοναρχήσαντα ἐνέπεσε τῶν ἐν τέλει πολλοῖς ἐπιθυμία τυραννίδος οὕτω δή τι ἀκάθεκτος ὡς καὶ ἄνδρας δύο Εὐθύδημον καὶ Τιμοκλείδαν ὁμοῦ τυραννῆσαι. τούτους μὲν οὖν ἐξέβαλεν ὁ δῆμος, Κλεινίαν τὸν πατέρα Ἀράτου προστησάμενος: ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἐτυράννησεν Ἀβαντίδας. Κλεινίᾳ μὲν οὖν συνεβεβήκει πρότερον ἔτι ἡ τελευτή: Ἄρατον δὲ Ἀβαντίδας φυγάδα ἐποίησεν, ἢ καὶ αὐτὸς ἀπεχώρησεν Ἄρατος ἐθελοντής. Ἀβαντίδαν μὲν οὖν κτείνουσιν ἄνδρες τῶν ἐπιχωρίων, τύραννος δὲ αὐτίκα ἐγεγόνει ὁ Ἀβαντίδου πατὴρ Πασέας: [3] Νικοκλῆς δὲ ἐκεῖνον ἀνελὼν ἐτυράννησεν αὐτός. ἐπὶ τοῦτον τὸν Νικοκλέα Ἄρατος ἀφικόμενος Σικυωνίων φυγάσι καὶ Ἀργείοις μισθωτοῖς τοὺς μὲν ἔλαθεν ἅτε ἐν σκότῳ — νύκτωρ γὰρ δὴ τὴν ἐπιχείρησιν ἐποιεῖτο — , τοὺς δὲ καὶ βιασάμενος τῶν φυλασσόντων ἐγένετο ἐντὸς τείχους: καὶ — ὑπέφαινε γὰρ ἕως ἤδη — προσλαβὼν τὸν δῆμον ἐπὶ τὴν οἰκίαν σπουδῇ τὴν τυραννικὴν τρέπεται. καὶ ταύτην μὲν εἷλεν οὐ χαλεπῶς, ὁ δὲ Νικοκλῆς αὐτὸς ἔλαθεν ἀποδράς. Σικυωνίοις δὲ ἀπέδωκεν Ἄρατος ἐξ ἴσου πολιτεύεσθαι διαλλάξας τοῖς φεύγουσιν, οἰκίας μὲν φυγάσι καὶ ὅσα τῶν κτημάτων ἄλλα ἃ ἐπέπρατο ἀποδούς, τιμὴν δὲ τοῖς πριαμένοις διέλυσεν αὐτός. [4] καὶ — ἦν γὰρ δέος τοῖς πᾶσιν Ἕλλησι Μακεδόνων καὶ Ἀντιγόνου Φίλιππον ἐπιτροπεύον�
�ος τὸν Δημητρίου — , τοῦδε ἕνεκα τοὺς Σικυωνίους ἐς τὸ Ἀχαιῶν συνέδριον ἐσήγαγε Δωριεῖς ὄντας. αὐτίκα δὲ στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο, καὶ σφᾶς ἐπὶ Λοκροὺς τοὺς Ἀμφισσέας ἀγαγὼν καὶ ἐς τὴν Αἰτωλῶν πολεμίων ὄντων τὴν γῆν ἐπόρθησε: Κόρινθον δὲ ἔχοντος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν. [5] ἐλευθερώσαντος δὲ Ἀράτου Κόρινθον προσεχώρησαν μὲν ἐς τὸ συνέδριον Ἐπιδαύριοι καὶ Τροιζήνιοι οἱ τὴν Ἀργολίδα Ἀκτὴν οἰκοῦντες καὶ τῶν ἐκτὸς ἰσθμοῦ Μεγαρεῖς, συμμαχίαν δὲ πρὸς Ἀχαιοὺς Πτολεμαῖος ἐποιήσατο. Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ὁ Εὐδαμίδου βασιλεὺς ἔφθησαν μὲν Πελλήνην ἑλόντες ἐξ ἐπιδρομῆς, ἥκοντι δὲ Ἀράτῳ καὶ τῇ στρατιᾷ συμβαλόντες ἐκρατήθησαν καὶ τὴν Πελλήνην ἐκλιπόντες ἀναχωροῦσιν οἴκαδε ὑπόσπονδοι. [6] Ἄρατος δέ, ὥς οἱ τὰ ἐν Πελοποννήσῳ προεκεχωρήκει, δεινὸν ἡγεῖτο Πειραιᾶ καὶ Μουνυχίαν, ἔτι δὲ Σαλαμῖνα καὶ Σούνιον ἐχόμενα ὑπὸ Μακεδόνων περιοφθῆναι, καὶ — οὐ γὰρ ἤλπιζε δύνασθαι πρὸς βίαν αὐτὰ ἐξελεῖν — Διογένην πείθει τὸν ἐν τοῖς φρουροῖς ἄρχοντα ἀφεῖναι τὰ χωρία ἐπὶ ταλάντοις πεντήκοντα καὶ ἑκατόν, καὶ τῶν χρημάτων συνετέλεσεν αὐτὸς Ἀθηναίοις ἕκτον μέρος. ἔπεισε δὲ καὶ Ἀριστόμαχον τυραννοῦντα ἐν Ἄργει δημοκρατίαν ἀποδόντα Ἀργείοις ἐς τὸ Ἀχαϊκὸν συντελεῖν,
Μαντίνειάν τε Λακεδαιμονίων ἐχόντων εἷλεν. ἀλλὰ γὰρ οὐ πάντα ἀνθρώπῳ τελεῖται κατὰ γνώμην, εἰ δὴ καὶ Ἄρατον κατέλαβεν ἀνάγκη γενέσθαι Μακεδόνων καὶ Ἀντιγόνου σύμμαχον: ἐγένετο δὲ οὕτως.
9. Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου παραλαβὼν τὴν βασιλείαν ἐν Σπάρτῃ Παυσανίαν ἐμιμεῖτο τυραννίδος τε ἐπιθυμῶν καὶ νόμοις τοῖς καθεστηκόσιν οὐκ ἀρεσκόμενος. ἅτε δὲ ὄντι αὐτῷ Παυσανίου θερμοτέρῳ καὶ οὐ φιλοψύχῳ ταχὺ τὰ πάντα ὑπὸ φρονήματος καὶ τόλμης κατείργαστο, καὶ βασιλέα τε οἰκίας τῆς ἑτέρας Εὐρυδαμίδαν παῖδα ἔτι ἀνελὼν φαρμάκῳ διὰ τῶν ἐφορευόντων ἐς Ἐπικλείδαν τὸν ἀδελφὸν μετέστησε τὴν ἀρχὴν καὶ τὸ κράτος τῆς γερουσίας καταλύσας πατρονόμους τῷ λόγῳ κατέστησεν ἀντ᾽ αὐτῶν. ἐπιθυμῶν δὲ πραγμάτων μειζόνων καὶ ἀρχῆς τῶν Ἑλλήνων, ἐπέθετο Ἀχαιοῖς πρώτοις, συμμάχους ἐλπίζων ἕξειν ἢν κρατήσῃ καὶ μάλιστα ἐμποδὼν οὐκ ἐθέλων εἶναί οἱ τοῖς δρωμένοις. [2] συμβαλὼν δὲ περὶ Δύμην τὴν ὑπὲρ Πατρῶν, Ἀράτου καὶ τότε ἡγουμένου τῶν Ἀχαιῶν, νικᾷ τῇ μάχῃ. τοῦτο Ἄρατον ἠνάγκασεν ὑπέρ τε Ἀχαιῶν καὶ αὐτῆς Σικυῶνος δείσαντα Ἀντίγονον ἐπάγεσθαι. Κλεομένους δὲ παραβάντος ἣν πρὸς Ἀντίγονον συνέθετο εἰρήνην καὶ παράσπονδα ἐκ τοῦ φανεροῦ καὶ ἄλλα δράσαντος καὶ Μεγαλοπολίτας ποιήσαντος ἀναστάτους, οὕτω διαβάντος ἐς Πελοπόννησον Ἀντιγόνου συμβάλλουσιν Ἀχαιοὶ Κλεομένει περὶ Σελλασίαν. νικησάντων δὲ τῶν Ἀχαιῶν Σελλασία τε ἠνδραποδίσθη καὶ αὐτὴ Λακεδαίμων ἑάλω. Λακεδαιμονίοις μὲν οὖν ἀπέδωκεν Ἀντίγονος καὶ Ἀχαιοὶ πολιτείαν τὴν πάτριον: [3] τῶν δὲ Λεωνίδου παίδων Ἐπικλείδας μὲν ἀπέθανεν ἐν τῇ μάχῃ, Κλεομένην δὲ φεύγοντα ἐς Αἴγυπτον καὶ τιμῆς παρὰ Πτολεμαίῳ πρῶτα ἔχοντα συνέβη δεθῆναι, καταγνωσθέντα Αἰγυπτίων ἄνδρας ἐπὶ τὸν βασιλέα συνιστάναι. καὶ ἀπέδρα μὲν ἐκ τοῦ δεσμωτηρίου καὶ τοῖς Ἀλεξανδρεῦσιν ἀρχὴν θορύβου παρέσχε: τέλος δέ, ὡς ἡλίσκετο, ἀπέσφαξεν αὑτόν. Λακεδαιμόνιοι δὲ ἄσμενοι Κλεομένους ἀπαλλαγέντες βασιλεύεσθαι μὲν οὐκέτι ἠξίωσαν, τὰ δὲ λοιπὰ καὶ ἐς τόδε διαμένει σφίσιν ἐκείνης τῆς πολιτείας. Ἀράτῳ δὲ Ἀντίγονος ἅτε ἀνδρὶ εὐεργέτῃ καὶ συγκατειργασμένῳ λαμπρὰ οὕτω διέμεινεν εὔνους. [4] Φίλιππος δὲ ὡς παρέλαβε τὴν ἀρχήν — οὐ γὰρ αὐτὸν Ἄρατος θυμῷ πολλὰ ἐς τοὺς ἀρχομένους χρώμενον ἐπῄνει, τὰ δὲ καὶ ὡρμημένον ἐπεῖχε μὴ ποιεῖν — , τούτων ἕνεκεν ἀπέκτεινεν Ἄρατον, οὐδὲν προϊδομένῳ δούς οἱ φάρμακον. καὶ τὸν μὲν ἐξ Αἰγίου — ταύτῃ γὰρ τὸ χρεὼν ἐπέλαβεν αὐτὸν — ἐς Σικυῶνα κομίσαντες θάπτουσι, καὶ τὸ ἡρῷον Ἀράτειον ἔτι ὀνομάζεται: Φιλίππῳ δὲ καὶ ἐς Εὐρυκλείδην καὶ Μίκωνα Ἀθηναίους ὅμοια εἰργάσθη: καὶ γὰρ τούσδε ὄντας ῥήτορας καὶ οὐκ ἀπιθάνους τῷ δήμῳ φαρμάκοις ἔκτεινεν. [5] ἔμελλε δὲ ἄρα καὶ αὐτῷ Φιλίππῳ τὸ ἀνδροφόνον φάρμακον ἔσεσθαι συμφορά: τὸν γάρ οἱ παῖδα Δημήτριον ὁ νεώτερος τῶν Φιλίππου παίδων Περσεὺς φαρμάκῳ διέφθειρε καὶ δι᾽ αὐτὸ καὶ τῷ πατρὶ ἀθυμήσαντι παρέσχεν αἰτίαν ἀποθανεῖν. παρεδήλωσα δὲ τάδε ἀπιδὼν ἐς τὸ Ἡσιόδου σὺν θεῷ πεποιημένον, τὸν ἐπ᾽ ἄλλῳ βουλεύοντα ἄδικα ἐς αὑτὸν πρῶτον τρέπειν. [6] μετὰ δὲ τὸ Ἀράτου ἡρῷον ἔστι μὲν Ποσειδῶνι Ἰσθμίῳ βωμός, ἔστι δὲ Ζεὺς Μειλίχιος καὶ Ἄρτεμις ὀνομαζομένη Πατρῴα, σὺν τέχνῃ πεποιημένα οὐδεμιᾷ: πυραμίδι δὲ ὁ Μειλίχιος, ἡ δὲ κίονί ἐστιν εἰκασμένη. ἐνταῦθα καὶ βουλευτήριόν σφισι πεποίηται καὶ στοὰ καλουμένη Κλεισθένειος ἀπὸ τοῦ οἰκοδομήσαντος: ᾠκοδόμησε δὲ ἀπὸ λαφύρων ὁ Κλεισθένης αὐτὴν τὸν πρὸς Κίρρᾳ πόλεμον συμπολεμήσας Ἀμφικτύοσι. τῆς δὲ ἀγορᾶς ἐστιν ἐν τῷ �
��παίθρῳ Ζεὺς χαλκοῦς, τέχνη Λυσίππου, παρὰ δὲ αὐτὸν Ἄρτεμις ἐπίχρυσος.
[7] πλησίον δὲ Ἀπόλλωνός ἐστιν ἱερὸν Λυκίου, κατερρυηκός τε ἤδη καὶ ἥκιστα θέας ἄξιον. φοιτώντων γὰρ λύκων σφίσιν ἐπὶ τὰς ποίμνας ὡς μηδένα εἶναι καρπὸν ἔτι ἀπ᾽ αὐτῶν, ὁ θεὸς τόπον τινὰ εἰπὼν ἔνθα ἔκειτο αὖον ξύλον, τούτου φλοιὸν ἔχρησε τοῦ ξύλου καὶ κρέας ὁμοῦ προθεῖναι τοῖς θηρίοις: καὶ τοὺς μὲν αὐτίκα ὡς ἐγεύσαντο διέφθειρεν ὁ φλοιός, τὸ ξύλον δὲ ἐκεῖνο ἔκειτο μὲν ἐν τῷ ἱερῷ τοῦ Λυκίου, ὅ τι δὲ ἦν δένδρον οὐδὲ οἱ τῶν Σικυωνίων ἐξηγηταὶ συνίεσαν. [8] τούτου δέ εἰσιν εἰκόνες ἐφεξῆς χαλκαῖ: τὰς Προίτου θυγατέρας λέγουσιν εἶναι σφᾶς, τὸ δὲ ἐπίγραμμα ἐς γυναῖκας ἄλλας εἶχεν. ἐνταῦθα Ἡρακλῆς χαλκοῦς ἐστι: Λύσιππος ἐποίησεν αὐτὸν Σικυώνιος, καὶ πλησίον Ἑρμῆς ἕστηκεν Ἀγοραῖος.