Delphi Complete Works of Pausanias
Page 102
10. ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ὄντι οὐ μακρὰν Ἡρακλῆς ἀνάκειται λίθου, Σκόπα ποίημα. ἔστι δὲ καὶ ἑτέρωθι ἱερὸν Ἡρακλέους: τὸν μὲν πάντα ἐνταῦθα περίβολον Παιδιζὴν ὀνομάζουσιν, ἐν μέσῳ δέ ἐστι τῷ περιβόλῳ τὸ ἱερόν, ἐν δὲ αὐτῷ ξόανον ἀρχαῖον, τέχνη Φλιασίου Λαφάους. ἐπὶ δὲ τῇ θυσίᾳ τοιάδε δρᾶν νομίζουσι. Φαῖστον ἐν Σικυωνίᾳ λέγουσιν ἐλθόντα καταλαβεῖν Ἡρακλεῖ σφᾶς ὡς ἥρωι ἐναγίζοντας: οὔκουν ἠξίου δρᾶν οὐδὲν ὁ Φαῖστος τῶν αὐτῶν, ἀλλ᾽ ὡς θεῷ θύειν. καὶ νῦν ἔτι ἄρνα οἱ Σικυώνιοι σφάξαντες καὶ τοὺς μηροὺς ἐπὶ τοῦ βωμοῦ καύσαντες τὰ μὲν ἐσθίουσιν ὡς ἀπὸ ἱερείου, τὰ δὲ ὡς ἥρωι τῶν κρεῶν ἐναγίζουσι. τῆς ἑορτῆς δέ, ἣν ἄγουσι τῷ Ἡρακλεῖ, τὴν προτέραν τῶν ἡμερῶν †ὀνόματα ὀνομάζοντες Ἡράκλεια δὴ καλοῦσι τὴν ὑστέραν. [2] ἐντεῦθέν ἐστιν ὁδὸς ἐς ἱερὸν Ἀσκληπιοῦ. παρελθοῦσι δὲ ἐς τὸν περίβολον ἐν ἀριστερᾷ διπλοῦν ἐστιν οἴκημα: κεῖται δὲ Ὕπνος ἐν τῷ προτέρῳ, καί οἱ πλὴν τῆς κεφαλῆς ἄλλο οὐδὲν ἔτι λείπεται. τὸ ἐνδοτέρω δὲ Ἀπόλλωνι ἀνεῖται Καρνείῳ, καὶ ἐς αὐτὸ οὐκ ἔστι πλὴν τοῖς ἱερεῦσιν ἔσοδος. κεῖται δὲ ἐν τῇ στοᾷ κήτους ὀστοῦν θαλασσίου μεγέθει μέγα καὶ μετ᾽ αὐτὸ ἄγαλμα Ὀνείρου καὶ Ὕπνος κατακοιμίζων λέοντα, Ἐπιδώτης δὲ ἐπίκλησιν. ἐς δὲ τὸ Ἀσκληπιεῖον ἐσιοῦσι καθ᾽ ἕτερον τῆς ἐσόδου τῇ μὲν Πανὸς καθήμενον ἄγαλμά ἐστι, τῇ δὲ Ἄρτεμις ἕστηκεν.
[3] ἐσελθοῦσι δὲ ὁ θεός ἐστιν οὐκ ἔχων γένεια, χρυσοῦ καὶ ἐλέφαντος, Καλάμιδος δὲ ἔργον: ἔχει δὲ καὶ σκῆπτρον καὶ ἐπὶ τῆς ἑτέρας χειρὸς πίτυος καρπὸν τῆς ἡμέρου. φασὶ δέ σφισιν ἐξ Ἐπιδαύρου κομισθῆναι τὸν θεὸν ἐπὶ ζεύγους ἡμιόνων δράκοντι εἰκασμένον, τὴν δὲ ἀγαγοῦσαν Νικαγόραν εἶναι Σικυωνίαν Ἀγασικλέους μητέρα, γυναῖκα δὲ Ἐχετίμου. ἐνταῦθα ἀγάλματά ἐστιν οὐ μεγάλα ἀπηρτημένα τοῦ ὀρόφου: τὴν δὲ ἐπὶ τῷ δράκοντι Ἀριστοδάμαν Ἀράτου μητέρα εἶναι λέγουσι καὶ Ἄρατον Ἀσκληπιοῦ παῖδα εἶναι νομίζουσιν. [4] οὗτος μὲν δὴ παρείχετο ὁ περίβολος τοσάδε ἐς μνήμην, πέραν δὲ δι᾽ αὐτοῦ δὲ ἄλλος ἐστὶν Ἀφροδίτης ἱερός: ἐν δὲ αὐτῷ πρῶτον ἄγαλμά ἐστιν Ἀντιόπης: εἶναι γάρ οἱ τοὺς παῖδας Σικυωνίους καὶ δι᾽ ἐκείνους ἐθέλουσι καὶ αὐτὴν Ἀντιόπην προσήκειν σφίσι. μετὰ τοῦτο ἤδη τὸ τῆς Ἀφροδίτης ἐστὶν ἱερόν. ἐσίασι μὲν δὴ ἐς αὐτὸ γυνή τε νεωκόρος, ᾗ μηκέτι θέμις παρ᾽ ἄνδρα φοιτῆσαι, καὶ παρθένος ἱερωσύνην ἐπέτειον ἔχουσα: λουτροφόρον τὴν παρθένον ὀνομάζουσι: τοῖς δὲ ἄλλοις κατὰ ταὐτὰ καὶ ὁρᾶν ἀπὸ τῆς ἐσόδου τὴν θεὸν καὶ αὐτόθεν προσεύχεσθαι.
[5] τὸ μὲν δὴ ἄγαλμα καθήμενον Κάναχος Σικυώνιος ἐποίησεν, ὃς καὶ τὸν ἐν Διδύμοις τοῖς Μιλησίων καὶ Θηβαίοις τὸν Ἰσμήνιον εἰργάσατο Ἀπόλλωνα: πεποίηται δὲ ἔκ τε χρυσοῦ καὶ ἐλέφαντος, φέρουσα ἐπὶ τῇ κεφαλῇ πόλον, τῶν χειρῶν δὲ ἔχει τῇ μὲν μήκωνα τῇ δὲ ἑτέρᾳ μῆλον. τῶν δὲ ἱερείων τοὺς μηροὺς θύουσι πλὴν ὑῶν, τἄλλα δὲ ἀρκεύθου ξύλοις καθαγίζουσι, καιομένοις δὲ ὁμοῦ τοῖς μηροῖς φύλλον τοῦ παιδέρωτος συγκαθαγίζουσιν. [6] ἔνεστι δὲ ὁ παιδέρως ἐν ὑπαίθρῳ τοῦ περιβόλου πόα, φύεται δὲ ἀλλαχόθι οὐδαμοῦ γῆς, οὔτε ἄλλης οὔτε τῆς Σικυωνίας. τὰ δέ οἱ φύλλα ἐλάσσονα ἢ φηγοῦ, μείζονα δέ ἐστιν ἢ πρίνου, σχῆμα δέ σφισιν οἷον τοῖς τῆς δρυός: καὶ τὸ μὲν ὑπομελαίνει, τὸ δὲ ἕτερον λευκόν ἐστι: φύλλοις δ᾽ ἂν λεύκης μάλιστα εἰκάζοις τὴν χροιάν. [7] ἀπὸ τούτων δὲ ἀνιοῦσιν ἐς τὸ γυμνάσιον, ἔστιν ἐν δεξιᾷ Φεραίας ἱερὸν Ἀρτέμιδος: κομισθῆναι δὲ τὸ ξόανον λέγουσιν ἐκ Φερῶν. τὸ δέ σφισι γυμνάσιον τοῦτο Κλεινίας ᾠκοδόμησε, καὶ παιδεύουσιν ἐνταῦθα ἔτι τοὺς ἐφήβους. κεῖται δὲ λίθου λευκοῦ καὶ Ἄρτεμις τὰ ἐς ἰξὺν μόνον εἰργασμένη καὶ Ἡρακλῆς τὰ κάτω τοῖς Ἑρμαῖς τοῖς τετραγώνοις εἰκασμένος.
11. ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον. ἔδει δὲ ἄρα χρόνῳ καὶ τοῦδε ἀφανισθῆναι τὴν μνήμην: κεραυνοῖς θεὸς αὐτὸν κατέκαυσε, βωμὸς δὲ ἐκεῖνος — οὐ γάρ τι ἐς αὐτὸν κατέσκηψε — μένει καὶ ἐς τόδε οἷον Ἐπωπεὺς ἐποίησε. πρὸ τοῦ βωμοῦ δὲ αὐτῷ μνῆμα Ἐπωπεῖ κέχωσται, καὶ τοῦ τάφου πλησίον εἰσὶν Ἀποτρόπαιοι θεοί: παρὰ τούτοις δρῶσιν ὅσα Ἕλληνες ἐς ἀποτροπὴν κακῶν νομίζουσιν. Ἐπωπέα δὲ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι τὸ πλησίον ἱερὸν ποιῆσαι λέγουσι, τὸ δὲ μετ᾽ αὐτὸ Ἥρας Ἄδραστον: ἀγάλματα δὲ ὑπελείπετο οὐδετέρῳ. βωμοὺς δὲ ὄπισθεν τοῦ Ἡραίου τὸν μὲν Πανὶ ᾠκοδόμησεν, Ἡλίῳ δὲ λίθου λευκοῦ.
[2] καταβαίνουσι δὲ ὡς ἐπὶ τὸ πεδίον, ἱερόν ἐστιν ἐνταῦθα Δήμητρος: ἱδρῦσαι δέ φασιν αὐτὸ Πλημναῖον ἀποδιδόντα χάριν τῇ θεῷ τοῦ παιδὸς τῆς τροφῆς. τοῦ δὲ ἱεροῦ τῆς Ἥρας, ἣν ἱδρύσατο Ἄδραστος, ὀλίγον ἀπωτέρω Καρνείου ναός ἐστιν Ἀπόλλωνος: κίονες δὲ ἑστήκασιν ἐν αὐτῷ μόνοι, τοίχους δὲ οὐκέτι οὐδὲ ὄροφον οὔτε ἐνταῦθα εὑρήσεις οὔτε ἐν τῷ τῆς Προδρομίας Ἥρας. τοῦτον γὰρ δὴ Φάλκης ἱδρύσατο ὁ Τημένου, τῆς ὁδοῦ οἱ τῆς ἐς Σικυῶνα Ἥραν φάμενος ὁδηγὸν γενέσθαι. [3] ἐκ Σικυῶνος δὲ τὴν κατ᾽ εὐθὺ ἐς Φλιοῦντα ἐρ�
�ομένοις καὶ ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστα ἐκτραπεῖσι στάδια, Πυραία καλούμενόν ἐστιν ἄλσος, ἱερὸν δὲ ἐν αὐτῷ Προστασίας Δήμητρος καὶ Κόρης. ἐνταῦθα ἐφ᾽ αὑτῶν οἱ ἄνδρες ἑορτὴν ἄγουσι, τὸν δὲ Νυμφῶνα καλούμενον ταῖς γυναιξὶν ἑορτάζειν παρείκασι: καὶ ἀγάλματα Διονύσου καὶ Δήμητρος καὶ Κόρης τὰ πρόσωπα φαίνοντα ἐν τῷ Νυμφῶνί ἐστιν. ἡ δὲ ἐς Τιτάνην ὁδὸς σταδίων μέν ἐστιν ἑξήκοντα καὶ ζεύγεσιν ἄβατος διὰ στενότητα:
[4] σταδίους δὲ προελθοῦσιν ἐμοὶ δοκεῖν εἴκοσι καὶ ἐν ἀριστερᾷ διαβᾶσι τὸν Ἀσωπόν, ἔστιν ἄλσος πρίνων καὶ ναὸς θεῶν ἃς Ἀθηναῖοι Σεμνὰς, Σικυώνιοι δὲ Εὐμενίδας ὀνομάζουσι: κατὰ δὲ ἔτος ἕκαστον ἑορτὴν ἡμέρᾳ μιᾷ σφισιν ἄγουσι θύοντες πρόβατα ἐγκύμονα, μελικράτῳ δὲ σπονδῇ καὶ ἄνθεσιν ἀντὶ στεφάνων χρῆσθαι νομίζουσιν. ἐοικότα δὲ καὶ ἐπὶ τῷ βωμῷ τῶν Μοιρῶν δρῶσιν: ὁ δέ σφισιν ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἐστίν. [5] ἀναστρέψασι δὲ ἐς τὴν ὁδὸν διαβᾶσί τε αὖθις τὸν Ἀσωπὸν καὶ ἐς κορυφὴν ὄρους ἥξασιν, ἐνταῦθα λέγουσιν οἱ ἐπιχώριοι Τιτᾶνα οἰκῆσαι πρῶτον: εἶναι δὲ αὐτὸν ἀδελφὸν Ἡλίου καὶ ἀπὸ τούτου κληθῆναι Τιτάνην τὸ χωρίον. δοκεῖν δὲ ἐμοὶ δεινὸς ἐγένετο ὁ Τιτὰν τὰς ὥρας τοῦ ἔτους φυλάξας καὶ ὁπότε ἥλιος σπέρματα καὶ δένδρων αὔξει καὶ πεπαίνει καρπούς, καὶ ἐπὶ τῷδε ἀδελφὸς ἐνομίσθη τοῦ Ἡλίου. ὕστερον δὲ Ἀλεξάνωρ ὁ Μαχάονος τοῦ Ἀσκληπιοῦ παραγενόμενος ἐς Σικυωνίαν ἐν Τιτάνῃ τὸ Ἀσκληπιεῖον ἐποίησε. [6] περιοικοῦσι μὲν δὴ καὶ ἄλλοι καὶ τὸ πολὺ οἰκέται τοῦ θεοῦ, καὶ κυπαρίσσων ἐστὶν ἐντὸς τοῦ περιβόλου δένδρα ἀρχαῖα: τὸ δὲ ἄγαλμα οὔτε ὁποίου ξύλου γέγονεν ἢ μετάλλου μαθεῖν ἔστιν οὔτε τὸν ποιήσαντα ἴσασι, πλὴν εἰ μή τις ἄρα ἐς αὐτὸν τὸν Ἀλεξάνορα ἀναφέροι. φαίνεται δὲ τοῦ ἀγάλματος πρόσωπον μόνον καὶ ἄκραι χεῖρες καὶ πόδες: χιτὼν γάρ οἱ λευκὸς ἐρεοῦς καὶ ἱμάτιον ἐπιβέβληται. καὶ Ὑγείας δ᾽ ἔστι κατὰ ταὐτὸν ἄγαλμα: οὐκ ἂν οὐδὲ τοῦτο ἴδοις ῥᾳδίως, οὕτω περιέχουσιν αὐτὸ κόμαι τε γυναικῶν αἳ κείρονται τῇ θεῷ καὶ ἐσθῆτος Βαβυλωνίας τελαμῶνες. ᾧ δ᾽ ἂν ἐνταῦθα τούτων ἱλάσασθαι θελήσῃ τις, ἀποδέδεικταί οἱ τὸ αὐτὸ σέβεσθαι τοῦτο ὃ δὴ καὶ Ὑγείαν καλοῦσι. [7] τῷ δὲ Ἀλεξάνορι καὶ Εὐαμερίωνι — καὶ γὰρ τούτοις ἀγάλματά ἐστι — τῷ μὲν ὡς ἥρωι μετὰ ἥλιον δύναντα ἐναγίζουσιν, Εὐαμερίωνι δὲ ὡς θεῷ θύουσιν. εἰ δὲ ὀρθῶς εἰκάζω, τὸν Εὐαμερίωνα τοῦτον Περγαμηνοὶ Τελεσφόρον ἐκ μαντεύματος, Ἐπιδαύριοι δὲ Ἄκεσιν ὀνομάζουσι. τῆς δὲ Κορωνίδος ἔστι μὲν καὶ ταύτης ξόανον, καθίδρυται δὲ οὐδαμοῦ τοῦ ναοῦ: θυομένων δὲ τῷ θεῷ ταύρου καὶ ἀρνὸς καὶ ὑὸς ἐς Ἀθηνᾶς ἱερὸν τὴν Κορωνίδα μετενεγκόντες ἐνταῦθα τιμῶσιν. ὁπόσα δὲ τῶν θυομένων καθαγίζουσιν, οὐδὲ ἀποχρᾷ σφισιν ἐκτέμνειν τοὺς μηρούς: χαμαὶ δὲ καίουσι πλὴν τοὺς ὄρνιθας, τούτους δὲ ἐπὶ τοῦ βωμοῦ. [8] τὰ δὲ ἐν τοῖς ἀετοῖς Ἡρακλῆς καὶ Νῖκαι πρὸς τοῖς πέρασίν εἰσιν. ἀνάκειται δὲ ἀγάλματα ἐν τῇ στοᾷ Διονύσου καὶ Ἑκάτης, Ἀφροδίτη τε καὶ Μήτηρ θεῶν καὶ Τύχη: ταῦτα μὲν ξόανα, λίθου δὲ Ἀσκληπιὸς ἐπίκλησιν Γορτύνιος. παρὰ δὲ τοὺς δράκοντας ἐσιέναι τοὺς ἱεροὺς οὐκ ἐθέλουσιν ὑπὸ δείματος: καταθέντες δέ σφισι πρὸ τῆς ἐσόδου τροφὴν οὐκέτι πολυπραγμονοῦσι. κεῖται δὲ χαλκοῦς ἀνὴρ ἐντὸς τοῦ περιβόλου Γρανιανὸς Σικυώνιος, ὃς νίκας ἀνείλετο Ὀλυμπίασι δύο μὲν πεντάθλου καὶ σταδίου τὴν τρίτην, διαύλου δὲ ἀμφότερα καὶ γυμνὸς καὶ μετὰ τῆς ἀσπίδος.
12. ἐν δὲ Τιτάνῃ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν, ἐς ὃ τὴν Κορωνίδα ἀνάγουσιν: ἐν δὲ αὐτῷ ξόανον Ἀθηνᾶς ἐστιν ἀρχαῖον, κεραυνωθῆναι δὲ καὶ τοῦτο ἐλέγετο: ἐκ τούτου τοῦ λόφου καταβᾶσιν — ᾠκοδόμηται γὰρ ἐπὶ λόφῳ τὸ ἱερὸν — βωμός ἐστιν ἀνέμων, ἐφ᾽ οὗ τοῖς ἀνέμοις ὁ ἱερεὺς μιᾷ νυκτὶ ἀνὰ πᾶν ἔτος θύει. δρᾷ δὲ καὶ ἄλλα ἀπόρρητα ἐς βόθρους τέσσαρας, ἡμερούμενος τῶν πνευμάτων τὸ ἄγριον, καὶ δὴ καὶ Μηδείας ὡς λέγουσιν ἐπῳδὰς ἐπᾴδει. [2] ἐκ δὲ Τιτάνης ἐς Σικυῶνα ἀφικομένοις καὶ καταβαίνουσιν ἐς θάλασσαν ἐν ἀριστερᾷ τῆς ὁδοῦ ναός ἐστιν Ἥρας οὐκ ἔχων ἔτι οὔτε ἄγαλμα οὔτε ὄροφον: τὸν δὲ ἀναθέντα Προῖτον εἶναι τὸν Ἄβαντός φασι. καταβᾶσι δὲ ἐς τὸν Σικυωνίων καλούμενον λιμένα καὶ τραπεῖσιν ἐπ᾽ Ἀριστοναύτας τὸ ἐπίνειον τὸ Πελληνέων, ἔστιν ὀλίγον ὑπὲρ τὴν ὁδὸν ἐν ἀριστερᾷ Ποσειδῶνος ἱερόν: προελθοῦσι δὲ κατὰ τὴν λεωφόρον Ἑλισσών τε καλούμενος ποταμὸς καὶ μετ᾽ αὐτὸν Σύθας ἐστίν, ἐκδιδόντες ἐς θάλασσαν.
[3] ἡ δὲ Φλιασία τῆς Σικυωνίων ἐστὶν ὅμορος: καὶ Τιτάνης μὲν τεσσαράκοντα σταδίους ἀπέχει μάλιστα ἡ πόλις, ἐκ Σικυῶνος δὲ ἐς αὐτὴν ὁδός ἐστιν εὐθεῖα. καὶ ὅτι μὲν Ἀρκάσι Φλιάσιοι προσήκουσιν οὐδέν, δηλοῖ τὰ ἐς τὸν Ἀρκάδων κατάλογον τῆς Ὁμήρου ποιήσεως, ὅτι οὐκ εἰσὶν Ἀρκάσι καὶ οὗτοι συγκατειλεγμένοι: ὡς δὲ Ἀργεῖοί τε ἦσαν ἐξ ἀρχῆς καὶ ὕστερον Δωριεῖς γεγόνασιν Ἡρακλειδῶν κατελθόντων ἐς Πελοπόννησον, φανεῖται προϊόντι ὁμοῦ τῷ λόγῳ. διάφορα δὲ ἐς τοὺς Φλιασίους τὰ πολλὰ εἰδὼς εἰρημένα, τοῖς μάλιστα αὐτῶν ὡμολογημένοις χρήσομαι.
[4] ἐν τῇ γῇ ταύτῃ γενέσθαι πρῶτον Ἄραντά φασιν �
��νδρα αὐτόχθονα: καὶ πόλιν τε ᾤκισε περὶ τὸν βουνὸν τοῦτον, ὃς Ἀραντῖνος ἔτι καλεῖται καὶ ἐς ἡμᾶς, οὐ πολὺ ἑτέρου λόφου διεστηκώς, ἐφ᾽ οὗ Φλιασίοις ἥ τε ἀκρόπολις καὶ τῆς Ἥβης ἐστὶ τὸ ἱερόν. ἐνταῦθά τε δὴ πόλιν ᾤκισε καὶ ἀπ᾽ αὐτοῦ τὸ ἀρχαῖον ἡ γῆ καὶ ἡ πόλις Ἀραντία ἐκλήθησαν. τούτῳ βασιλεύοντι Ἀσωπὸς Κηλούσης εἶναι λεγόμενος καὶ Ποσειδῶνος ἐξεῦρε τοῦ ποταμοῦ τὸ ὕδωρ, ὅντινα οἱ νῦν ἀπὸ τοῦ εὑρόντος καλοῦσιν Ἀσωπόν. τὸ δὲ μνῆμα τοῦ Ἄραντός ἐστιν ἐν χωρίῳ Κελεαῖς, ἔνθα δὴ καὶ Δυσαύλην ἄνδρα Ἐλευσίνιον τεθάφθαι λέγουσιν. [5] Ἄραντος δὲ υἱὸς Ἄορις καὶ θυγάτηρ ἐγένετο Ἀραιθυρέα. τούτους φασὶ Φλιάσιοι θηρᾶσαί τε ἐμπείρους γενέσθαι καὶ τὰ ἐς πόλεμον ἀνδρείους. προαποθανούσης δὲ Ἀραιθυρέας Ἄορις ἐς μνήμην τῆς ἀδελφῆς μετωνόμασεν Ἀραιθυρέαν τὴν χώραν: καὶ ἐπὶ τῷδε Ὅμηρος τοὺς Ἀγαμέμνονος ὑπηκόους καταλέγων τὸ ἔπος ἐποίησεν”Ὀρνειάς τ᾽ ἐνέμοντο Ἀραιθυρέην τ᾽ ἐρατεινήν.
“Hom. Il.
2.571τάφους δὲ τῶν Ἄραντος παίδων οὐχ ἑτέρωθι ἡγοῦμαι τῆς χώρας, ἐπὶ τῷ λόφῳ δὲ εἶναι τῷ Ἀραντίνῳ: καί σφισιν ἐπίθημα στῆλαι περιφανεῖς εἰσι, καὶ πρὸ τῆς τελετῆς ἣν τῇ Δήμητρι ἄγουσιν Ἄραντα καὶ τοὺς παῖδας καλοῦσιν ἐπὶ τὰς σπονδὰς ἐς ταῦτα βλέποντες τὰ μνήματα. [6] Φλίαντα δέ, ὃς τρίτον τοῦτο ἐποίησεν ὄνομα ἀφ᾽ αὑτοῦ τῇ γῇ, Κείσου μὲν παῖδα εἶναι τοῦ Τημένου κατὰ δὴ τὸν Ἀργείων λόγον οὐδὲ ἀρχὴν ἔγωγε προσίεμαι, Διονύσου δὲ οἶδα καλούμενον καὶ τῶν πλευσάντων ἐπὶ τῆς Ἀργοῦς καὶ τοῦτον γενέσθαι λεγόμενον. ὁμολογεῖ δέ μοι καὶ τοῦ Ῥοδίου ποιητοῦ τὰ ἔπη: “Φλίας αὖτ᾽ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,