Book Read Free

Delphi Complete Works of Pausanias

Page 128

by Pausanias


  12. Λακεδαιμονίους δὲ ἐλύπει μὲν καὶ τὸ γεγονὸς πταῖσμα, τεθνεώτων ἐν τῇ μάχῃ πολλῶν τε καὶ ἀξίων λόγου, παρίστατο δὲ καὶ ἐς τὴν πᾶσαν ἐλπίδα τοῦ πολέμου σφίσιν ἀθύμως ἔχειν: καὶ διὰ τοῦτο θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς. τούτοις ἐλθοῦσιν ἡ Πυθία χρᾷ τάδε: “οὔ σε μάχης μόνον ἔργ᾽ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν,

  ἀλλ᾽ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός,

  ταῖς δ᾽ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν.

  “ [2] ὁ πρὸς ταῦτα τοῖς βασιλεῦσι καὶ τοῖς ἐφόροις τέχνας μὲν οὖν προθυμουμένοις οὐκ ἐγίνετο ἀνευρεῖν: οἱ δὲ Ὀδυσσέως τῶν ἔργων ἀπομιμούμενοι τὸ ἐπὶ Ἰλίῳ πέμπουσιν ἄνδρας ἑκατὸν ἐς Ἰθώμην συνήσοντας ἃ μηχανῶνται, λόγῳ δὲ αὐτομόλους: ἦν δὲ καὶ φυγὴ τῶν ἀνδρῶν ἐκ τοῦ φανεροῦ κατεγνωσμένη. τούτους ἥκοντας ἀπέπεμπεν αὐτίκα Ἀριστόδημος, Λακεδαιμονίων φήσας τὰ ἀδικήματα καινὰ εἶναι, τὰ δὲ σοφίσματα ἀρχαῖα. [3] ἁμαρτόντες δὲ οἱ Λακεδαιμόνιοι τοῦ ἐγχειρήματος δεύτερα ἐπειρῶντο τῶν Μεσσηνίων διαλῦσαι τὸ συμμαχικόν: ἀντειπόντων δὲ τῶν Ἀρκάδων — παρὰ γὰρ τούτους πρότερον ἀφίκοντο οἱ πρέσβεις — οὕτω τὴν ἐπ᾽ Ἄργος ἐπέσχον πορείαν. Ἀριστόδημος δὲ πυνθανόμενος τὰ πρασσόμενα ὑπὸ τῶν Λακεδαιμονίων πέμπει καὶ αὐτὸς ἐρησομένους τὸν θεόν, ἡ δὲ Πυθία σφίσιν ἔχρησε: [4] “κῦδός σοι πολέμοιο διδοῖ θεός: ἀλλ᾽ ἀπάταισι

  φράζεο μὴ Σπάρτης δόλιος λόχος ἐχθρὸς ἀνέλθῃ

  κρείσσων: ἦ γὰρ Ἄρης κείνων εὐήρεα τεύχη

  καί τὸ χορῶν στεφάνωμα πικροὺς οἰκήτορας ἕξει,

  τῶν δύο συντυχίαις κρυπτὸν λόχον ἐξαναδύντων.

  οὐ πρόσθεν δὲ τέλος τόδ᾽ ἐπόψεται ἱερὸν ἦμαρ,

  πρὶν τὰ παραλλάξαντα φύσιν τὸξαν χρεὼν ἀφίκηται.

  “τότε μὲν δὴ Ἀριστόδημος καὶ οἱ μάντεις ἀπείρως εἶχον συμβαλέσθαι τὸ εἰρημένον: ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἀναφαίνειν τε καὶ ἐς τέλος ἄξειν ἔμελλεν ὁ θεός. [5] ἕτερα δὲ ἐν τῷ τότε τοῖς Μεσσηνίοις συνέβαινε τοιαῦτα. Λυκίσκου μετοικοῦντος ἐν Σπάρτῃ τὴν θυγατέρα ἐπέλαβεν ἀποθανεῖν, ἣν ἅμα ἀγόμενος ἔφυγεν ἐκ Μεσσήνης. πολλάκις δὲ αὐτὸν φοιτῶντα ἐπὶ τὸ μνῆμα τῆς παιδὸς λοχήσαντες ἱππεῖς τῶν Ἀρκάδων αἱροῦσιν: ἀναχθεὶς δὲ ἐς τὴν Ἰθώμην καὶ ἐς ἐκκλησίαν καταστὰς ἀπελογεῖτο ὡς οὐ προδιδοὺς τὴν πατρίδα ἀποχωρήσαι, πειθόμενος δὲ τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ μάντεως ἐς τὴν παῖδα ὡς οὖσαν οὐ γνησίαν.

  [6] ταῦτα ἀπολογούμενος οὐ πρότερον ἔδοξεν ἀληθῆ λέγειν πρὶν ἢ παρῆλθεν ἐς τὸ θέατρον ἡ τὴν ἱερωσύνην τότε τῆς Ἥρας ἔχουσα. αὕτη δὲ τεκεῖν τε τὴν παῖδα ὡμολόγει καὶ τῇ Λυκίσκου γυναικὶ ὑποβαλέσθαι δοῦναι: ‘νῦν δὲ’ ἔφη ‘τό τε ἀπόρρητον ἐκφαίνουσα ἥκω καὶ παύσουσα ἐμαυτὴν ἱερωμένην.’ ταῦτα δὲ ἔλεγεν, ὅτι ἦν ἐν τῇ Μεσσήνῃ καθεστηκός, ἢν γυναικὸς ἱερωμένης ἢ καὶ ἀνδρὸς προαποθάνῃ τις τῶν παίδων, ἐς ἄλλον τὴν ἱερωσύνην μεταχωρεῖν. νομίζοντες οὖν τὴν γυναῖκα ἀληθῆ λέγειν, τῇ θεῷ τε εἵλοντο ἱερατευσομένην ἀντ᾽ ἐκείνης καὶ Λυκίσκον συγγνωστὰ ἔφασαν εἰργάσθαι. [7] μετὰ δὲ ταῦτα ἐδόκει σφίσι — καὶ γὰρ εἰκοστὸν ἔτος ἐπῄει τῷ πολέμῳ — πέμπειν αὖθις ἐς Δελφοὺς ἐρησομένους ὑπὲρ νίκης. ἐρομένοις δὲ ἔχρησεν ἡ Πυθία:”τοῖς τρίποδας περὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοις

  στήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε δίδωσι

  σὺν κύδει πολέμου γαῖαν Μεσσηνίδα δαίμων.

  Ζεὺς γὰρ ἔνευσ᾽ οὕτως. ἀπάτη δέ σε πρόσθε τίθησιν

  ἥ τ᾽ ὀπίσω τίσις ἐστί, καὶ ἔνθεον ἐξαπατῴης.

  ἕρδ᾽ ὅππῃ τὸ χρεών: ἄτη δ᾽ ἄλλοισι πρὸ ἄλλων.

  “

  [8] ταῦτ᾽ ἀκούσαντες γεγονέναι τε ἡγοῦντο ὑπὲρ αὑτῶν τὴν μαντείαν καὶ σφίσι διδόναι τὸ τοῦ πολέμου κράτος: οὐ γὰρ αὐτῶν γε ἐχόντων ἐντὸς τείχους τοῦ Ἰθωμάτα τὸ ἱερὸν Λακεδαιμονίους προτέρους ἀναθέντας φθήσεσθαι. καὶ οἱ μὲν ξυλίνους κατασκευάσεσθαι τρίποδας ἔμελλον, οὐ γάρ σφισι περιῆν χρήματα ὡς χαλκοῦς ποιήσασθαι: τῶν δέ τις Δελφῶν τὸν χρησμὸν ἐξήγγειλεν ἐς Σπάρτην. πυθομένοις δὲ ἐν κοινῷ μὲν οὐδέν σφισιν ἐξεγένετο ἀνευρεῖν σοφόν, Οἴβαλος δὲ [9] τὰ μὲν ἄλλα οὐ τῶν ἐπιφανῶν, γνώμην δὲ ὡς ἐδήλωσεν ἀγαθός, ποιησάμενος ὡς ἔτυχε πηλοῦ τρίποδας ἑκατόν, τούτους τε ἀποκεκρυμμένους ἐν πήρᾳ καὶ δίκτυα ἅμα αὐτοῖς ἔφερεν ὡς ἀνὴρ θηρευτής. ἅτε δὲ ὢν ἀγνὼς καὶ Λακεδαιμονίων τοῖς πολλοῖς, ῥᾷον Μεσσηνίους ἐλάνθανεν: ἀναμίξας δὲ αὑτὸν ἀνδράσιν ἀγροίκοις ἐσῆλθέ τε μετ᾽ αὐτῶν ἐς τὴν Ἰθώμην καὶ ὡς νὺξ τάχιστα ἐπελάμβανεν ἀναθεὶς τοὺς τρίποδας τῷ θεῷ τούτους δὴ τοὺς πηλίνους αὖθις ἐς Σπάρτην ἀπαγγελῶν Λακεδαιμονίοις ᾤχετο. [10] Μεσσηνίους δέ, ὡς εἶδον, ἐτάραξε μὲν μεγάλως, καὶ εἴκαζον — ὥσπερ ἦν — παρὰ Λακεδαιμονίων εἶναι: παρεμυθεῖτο δὲ ὅμως αὐτοὺς ὁ Ἀριστόδημος λέγων ἄλλα τε ἃ ἐν τοῖς παροῦσιν εἰκὸς ἦν καὶ τοὺς ξυλίνους τρίποδας — ἐπεποίηντο γὰρ ἤδη — περὶ τοῦ Ἰθωμάτα τὸν βωμὸν ἔστησε. συνέβη δὲ καὶ Ὀφιονέα τὸν μάντιν τοῦτον, τὸν ἐκ γενετῆς τυφλόν, ἀναβλέψαι παραλόγως δὴ μάλιστα ἀνθρώπων: ἐπέλαβε γὰρ τῆς κεφαλῆς ἄλγημα αὐτὸν ἰσχυρόν, καὶ ἀνέβλεψεν ἀπ᾽ αὐτοῦ.

&nb
sp; 13. τὰ δὲ ἐντεῦθεν — ἔρρεπε γὰρ ἤδη τὸ χρεὼν ἐς ἅλωσιν τῶν Μεσσηνίων — προεσήμαινεν αὐτοῖς τὰ μέλλοντα ὁ θεός. τό τε γὰρ τῆς Ἀρτέμιδος ἄγαλμα, ὂν χαλκοῦν καὶ αὐτὸ καὶ τὰ ὅπλα, παρῆκε τὴν ἀσπίδα: καὶ Ἀριστοδήμου τῷ Διὶ τῷ Ἰθωμάτᾳ θύειν μέλλοντος τὰ ἱερεῖα, οἱ κριοὶ ἐπὶ τὸν βωμὸν αὐτόματοι καὶ βίᾳ τὰ κέρατα ἐνράξαντες ἀποθνήσκουσιν ὑπὸ τῆς πληγῆς. τρίτον δὲ ἄλλο συνέβη σφίσιν: οἱ κύνες συνιόντες ἐς τὸ αὐτὸ ἀνὰ πᾶσαν νύκτα ὠρύοντο, τέλος δὲ καὶ ἀπεχώρησαν ἀθρόοι πρὸς τὸ τῶν Λακεδαιμονίων στρατόπεδον. [2] ταῦτά τε δὴ τὸν Ἀριστόδημον ἐτάρασσε καὶ ὀνείρατος ὄψις ἐπιγενομένη τοιάδε. ἔδοξεν ἐξιέναι οἱ μέλλοντι ἐς μάχην καὶ ὡπλισμένῳ τῶν ἱερείων τὰ σπλάγχνα ἐπὶ τραπέζῃ προκεῖσθαι, τὴν δέ οἱ θυγατέρα ἐπιφανῆναι μέλαιναν ἐσθῆτα ἔχουσαν καὶ φαίνουσαν τό τε στέρνον καὶ τὴν γαστέρα ἀνατετμημένα, ἀναφανεῖσαν δὲ ἀπορρῖψαι μὲν τὰ ἀπὸ τῆς τραπέζης, ἀφελέσθαι δὲ αὐτοῦ τὰ ὅπλα, ἀντὶ τούτων δὲ στέφανον ἐπιθεῖναι χρυσοῦν καὶ ἱμάτιον ἐπιβαλεῖν λευκόν. [3] ἔχοντος δὲ Ἀριστοδήμου τά τε ἄλλα ἀθύμως καὶ τὸν ὄνειρον ἡγουμένου προλέγειν οἱ τοῦ βίου τελευτήν, ὅτι οἱ Μεσσήνιοι τῶν ἐπιφανῶν τὰς ἐκφορὰς ἐποιοῦντο ἐστεφανωμένων καὶ ἱμάτια ἐπιβεβλημένων λευκά, ἀπαγγέλλει τις Ὀφιονέα τὸν μάντιν οὐχ ὁρᾶν ἔτι ἀλλ᾽

  ἐξαίφνης γενέσθαι τυφλόν, ὥσπερ γε καὶ ἦν τὸ ἐξ ἀρχῆς. συνιᾶσι δὴ καὶ τοῦ χρησμοῦ τότε, ὡς τοὺς ἀναδύντας δύο ἐκ τοῦ λόχου καὶ ἐς τὸ χρεὼν αὖθις ἐλθόντας τοῦ Ὀφιονέως τοὺς ὀφθαλμοὺς εἶπεν ἡ Πυθία. [4] ἐνταῦθα Ἀριστόδημος τά τε οἰκεῖα ἀναλογιζόμενος, ὡς οὐδὲν ὠφέλιμον γένοιτο φονεὺς θυγατρός, καὶ τῇ πατρίδι οὐχ ὁρῶν ἔτι ὑποῦσαν σωτηρίας ἐλπίδα, ἐπικατέσφαξεν ἑαυτὸν τῆς παιδὸς τῷ τάφῳ, τὰ μὲν ἐς ἀνθρώπου λογισμὸν ἥκοντα Μεσσηνίους σώσας, τῆς τύχης δὲ ἐς τὸ μηδὲν ἀγαγούσης τά τε ἔργα αὐτοῦ καὶ τὰ βουλεύματα. ἀπέθανε δὲ βασιλεύσας ἔτη τε ἓξ καὶ ἐκ τοῦ ἑβδόμου μῆνας ἐπιλαβὼν οὐ πολλούς. [5] τοῖς δὲ Μεσσηνίοις ἀπεγνωκέναι τὰ πράγματα παρίστατο, ὥστε καὶ ὥρμησαν ἱκεσίαν ἐς τοὺς Λακεδαιμονίους ἀποστέλλειν: οὕτω σφόδρα κατέπληξεν αὐτοὺς ἡ τοῦ Ἀριστοδήμου τελευτή. καὶ τοῦτο μὲν ὁ θυμὸς ἐπέσχεν αὐτοὺς μὴ ποιῆσαι: συλλεγέντες δὲ ἐς ἐκκλησίαν βασιλέα μὲν οὐδένα, Δᾶμιν δὲ στρατηγὸν αὐτοκράτορα εἵλοντο. ὁ δὲ Κλέοννίν τε αὑτῷ καὶ Φυλέα ἑλόμενος συνάρχοντας παρεσκευάζετο ὡς καὶ ἐκ τῶν παρόντων συνάψων ἐς μάχην: ἐπηνάγκαζε γὰρ ἥ τε πολιορκία καὶ οὐχ ἥκιστα ὁ λιμὸς καὶ ἀπ᾽ αὐτοῦ δέος, μὴ καὶ προδιαφθαρῶσιν ὑπὸ ἐνδείας.

  [6] ἀρετῇ μὲν δὴ καὶ τολμήμασιν οὐδὲ τότε ἀπεδέησε τὰ τῶν Μεσσηνίων: ἀπέθανον δὲ οἵ τε στρατηγοί σφισιν ἅπαντες καὶ τῶν ἄλλων οἱ λόγου μάλιστα ἄξιοι. τὸ δὲ ἀπὸ τούτου μῆνας μέν που πέντε μάλιστα ἀντέσχον, περὶ δὲ τὸν ἐνιαυτὸν λήγοντα ἐξέλιπον τὴν Ἰθώμην,

  πολεμήσαντες ἔτη τὰ πάντα εἴκοσι, καθὰ καὶ Τυρταίῳ πεποιημένα ἐστίν:”εἰκοστῷ δ᾽ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες

  φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.

  “Tyrtaeus, unknown location. [7] ὁ δὲ πόλεμος ἔλαβεν οὗτος τέλος ἔτει πρώτῳ τῆς τετάρτης καὶ δεκάτης Ὀλυμπιάδος, ἣν Δάσμων Κορίνθιος ἐνίκα στάδιον, Ἀθήνῃσι Μεδοντιδῶν τὴν ἀρχὴν ἔτι ἐχόντων τὴν δεκέτιν καὶ ἔτους Ἱππομένει τετάρτου τῆς ἀρχῆς ἠνυσμένου.

 

‹ Prev