Delphi Complete Works of Pausanias
Page 129
14. Μεσσηνίων δὲ ὅσοις μὲν ἔτυχον ἐν Σικυῶνι οὖσαι καὶ ἐν Ἄργει προξενίαι καὶ παρὰ τῶν Ἀρκάδων τισίν, οὗτοι μὲν ἐς ταύτας τὰς πόλεις ἀπεχώρησαν, ἐς Ἐλευσῖνα δὲ οἱ τοῦ γένους τῶν ἱερέων καὶ θεαῖς ταῖς Μεγάλαις τελοῦντες τὰ ὄργια: ὁ δὲ ὄχλος ὁ πολὺς κατὰ τὰς πατρίδας ἕκαστοι τὰς ἀρχαίας ἐσκεδάσθησαν. [2] Λακεδαιμόνιοι δὲ πρῶτα μὲν τὴν Ἰθώμην καθεῖλον ἐς ἔδαφος, ἔπειτα καὶ τὰς λοιπὰς πόλεις ἐπιόντες ᾕρουν. ἀνέθεσαν δὲ καὶ ἀπὸ τῶν λαφύρων τῷ Ἀμυκλαίῳ τρίποδας χαλκοῦς: Ἀφροδίτης ἄγαλμά ἐστιν ἑστηκὸς ὑπὸ τῷ τρίποδι τῷ πρώτῳ, Ἀρτέμιδος δὲ ὑπὸ τῷ δευτέρῳ, Κόρης δὲ ἢ Δήμητρος ὑπὸ τῷ τρίτῳ. [3] ταῦτα μὲν δὴ ἀνέθεσαν ἐνταῦθα, τῆς δὲ γῆς τῆς Μεσσηνίας Ἀσιναίοις μὲν ἀνεστηκόσιν ὑπὸ Ἀργείων διδόασιν ἐπὶ θαλάσσῃ ταύτην ἣν καὶ νῦν ἔτι οἱ Ἀσιναῖοι νέμονται: τοῖς δὲ Ἀνδροκλέους ἀπογόνοις — ἦν γὰρ δὴ καὶ θυγάτηρ Ἀνδροκλεῖ καὶ παῖδες τῆς θυγατρός, φεύγοντες δὲ ὑπὸ τὴν τελευτὴν τοῦ Ἀνδροκλέους ᾤχοντο ἐς Σπάρτην — τούτοις τὴν Ὑαμίαν καλουμένην ἀπονέμουσι. [4] τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως. πρῶτον μὲν αὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπ᾽ αὐτῶν μήτε ἄλλο ἐργάσασθαι νεώτερον μηδέν: δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶν γεωργουμένων τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα. προείρητο δὲ καὶ ἐπὶ τὰς ἐκφορὰς τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆς Μεσσηνίας καὶ τὰς γυναῖκας ἐν ἐσθῆτι ἥκειν μελαίνῃ: καὶ τοῖς παραβᾶσιν ἐπέκειτο ποινή. [5] ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίῳ πεποιημένα ἐστὶν”ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι,
δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς
ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει.
“Tyrtaeus, unknown location.ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε:”δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,
εὖτέ τιν᾽ οὐλομένη μοῖρα κίχοι θανάτου.
“Tyrtaeus, unknown location. [6] τοιούτων οὖν οἱ Μεσσήνιοι κατειληφότων καὶ ἅμα ἐς τὰ μέλλοντα οὐδὲν ἐνορῶντες παρὰ τῶν Λακεδαιμονίων φιλάνθρωπον, πρό τε δὴ τῶν παρόντων τεθνάναι μαχομένους ἢ καὶ τὸ παράπαν ἐκ Πελοποννήσου φεύγοντας οἴχεσθαι νομίζοντες αἱρετώτερα, ἀφίστασθαι πάντως ἐγίνωσκον. ἐνῆγον δὲ οὐχ ἥκιστα ἐς τοῦτο καὶ οἱ νεώτεροι, πολέμου μὲν ἔτι ἀπείρως ἔχοντες, λαμπροὶ δὲ ὄντες τὰ φρονήματα καὶ ἀποθανεῖν προτιμῶντες ἐν ἐλευθέρᾳ τῇ πατρίδι, εἰ καὶ τὰ ἄλλα εὐδαιμόνως δουλεύειν παρείη.
[7] ἐπετράφη δὲ νεότης καὶ ἀλλαχοῦ τῆς Μεσσηνίας, οἱ δὲ ἄριστοι καὶ ἀριθμὸν πλεῖστοι περὶ τὴν Ἀνδανίαν, ἐν δὲ αὐτοῖς καὶ Ἀριστομένης, ὃς καὶ νῦν ἔτι ὡς ἥρως ἔχει παρὰ Μεσσηνίοις τιμάς. καί οἱ καὶ τὰ τῆς γενέσεως ἐπιφανέστερα ὑπάρξαι νομίζουσι: Νικοτελείᾳ γὰρ τῇ μητρὶ αὐτοῦ δαίμονα ἢ θεὸν δράκοντι εἰκασμένον συγγενέσθαι λέγουσι. τοιαῦτα δὲ καὶ Μακεδόνας ἐπὶ Ὀλυμπιάδι καὶ ἐπὶ Ἀριστοδάμᾳ Σικυωνίους οἶδα εἰρηκότας, διάφορα δὲ τοσόνδε ἦν: [8] Μεσσήνιοι γὰρ οὐκ ἐσποιοῦσιν Ἀριστομένην Ἡρακλεῖ παῖδα ἢ Διί, ὥσπερ Ἀλέξανδρον Ἄμμωνι οἱ Μακεδόνες καὶ Ἄρατον Ἀσκληπιῷ Σικυώνιοι: Ἀριστομένει δὲ πατέρα Ἑλλήνων μὲν οἱ πολλοὶ Πύρρον φασὶν εἶναι, Μεσσηνίους δὲ οἶδα αὐτὸς ἐπὶ ταῖς σπονδαῖς Ἀριστομένην Νικομήδους καλοῦντας. οὗτος μὲν οὖν ἀκμάζων ἡλικίᾳ καὶ τόλμῃ καὶ ἄλλοι τῶν ἐν τέλει παρώξυνον ἐπὶ τὴν ἀπόστασιν: ἐπράσσετο δὲ ταῦτα οὐκ εὐθὺς ἐκ τοῦ φανεροῦ, κρύφα δὲ ἐς Ἄργος καὶ παρὰ τοὺς Ἀρκάδας ἀπέστελλον, εἴ σφισιν ἀπροφασίστως καὶ μηδὲν ἐνδεεστέρως ἢ ἐπὶ τοῦ πολέμου τοῦ προτέρου ἀμῦναι θελήσουσιν.
15. ὡς δὲ τά τε ἄλλα ἐς τὸν πόλεμον ἕτοιμα ἦν αὐτοῖς καὶ τὰ ἀπὸ τῶν συμμάχων προθυμότερα ἢ προσεδόκων — καὶ γὰρ Ἀργείοις ἤδη καὶ Ἀρκάσι λαμπρῶς τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος ἐξῆπτο — οὕτως ἀπέστησαν ἔτει τριακοστῷ μὲν καὶ ἐνάτῳ μετὰ Ἰθώμης ἅλωσιν, τετάρτῳ δὲ τῆς τρίτης Ὀλυμπιάδος καὶ εἰκοστῆς, ἣν Ἴκαρος Ὑπερησιεὺς ἐνίκα στάδιον: Ἀθήνῃσι δὲ οἱ κατ᾽ ἐνιαυτὸν ἦσαν ἤδη τότε ἄρχοντες, καὶ Ἀθηναίοις Τλησίας ἦρχεν. [2] ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχον βασιλεύοντες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δ᾽ ἐποίησεν ἐν τοῖς ἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου. Ῥιανῷ μὲν οὖν ἔγωγε οὐδαμῶς κατά γε τοῦτο συνθήσομαι: Τυρταῖον δὲ καὶ οὐ λέγοντα ὅμως εἰρηκέναι τις ἂν ἐν τῷδε ἡγοῖτο. ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῷ πόλεμον:”ἀμφ᾽ αὐτῇ δ᾽ ἐμάχοντ᾽ ἐννέα καὶ δέκ᾽ ἔτη
νωλεμέως, αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες.
“Tyrtaeus, unknown location. [3] δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτῃ γενεᾷ τὸν πόλεμον οἱ Μεσσήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα ἐν Σπάρτῃ Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀναξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου. κατέβην δὲ ἐς ἀπόγονον Θεοπόμπου τέταρτον, ὅτι Ἀρχίδαμος ὁ Θεοπόμπου προαπέθαν�
� τοῦ πατρὸς καὶ ἐς Ζευξίδαμον υἱιδοῦν ὄντα ἡ Θεοπόμπου περιῆλθεν ἀρχή. Λεωτυχίδης δὲ μετὰ Δημάρατον βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος: Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος. [4] τότε δὲ οἱ Μεσσήνιοι Λακεδαιμονίοις συμβάλλουσιν ἐν Δέραις καλουμέναις τῆς σφετέρας, ἔτει πρώτῳ μετὰ τὴν ἀπόστασιν: ἀπῆσαν δὲ ἀμφοτέροις οἱ σύμμαχοι. καὶ νίκη μὲν ἐγένετο οὐδετέρων σαφής, Ἀριστομένην δὲ ἔργα φασὶν ἀποδείξασθαι πλέον τι ἢ ἄνδρα ἕνα εἰκὸς ἦν, ὥστε καὶ βασιλέα μετὰ τὴν μάχην ᾑροῦντο αὐτόν, ἦν γὰρ καὶ γένους τῶν Αἰπυτιδῶν:
[5] παραιτουμένου τε, οὕτω στρατηγὸν αὐτοκράτορα εἵλοντο. Ἀριστομένει δὲ παρίστατο μηδ᾽ ἂν ἄλλον ἀπαξιῶσαι παθεῖν τι ἐν πολέμῳ δράσαντα ἄξια μνήμης: αὑτῷ μέντοι καὶ πρὸ παντὸς ἐνόμιζεν εἶναι, ἔτι ἀρχομένου τοῦ πολέμου Λακεδαιμονίους καταπλήξαντα φαίνεσθαι καὶ ἐς τὰ μέλλοντά σφισι φοβερώτερον. ἅτε δὲ οὕτως ἔχων, ἀφικόμενος νύκτωρ ἐς τὴν Λακεδαίμονα ἀνατίθησιν ἀσπίδα πρὸς τὸν τῆς Χαλκιοίκου ναόν: ἐπεγέγραπτο δὲ Ἀριστομένην ἀπὸ Σπαρτιατῶν διδόναι τῇ θεῷ. [6] ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον. ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τόν τε χρησμὸν ἀπαγγελοῦντας καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα ἃ χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμονίους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην οὔτε αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι: καὶ ἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλός, τοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. ὁ δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχοι καὶ τὰ
ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.
[7] ἐνιαυτῷ δὲ ὕστερον τοῦ περὶ τὰς Δέρας ἀγῶνος, ἡκόντων ἀμφοτέροις καὶ τῶν συμμάχων, παρεσκευάζοντο ὡς μάχην συνάψοντες ἐπὶ τῷ καλουμένῳ Κάπρου σήματι. Μεσσηνίοις μὲν οὖν Ἠλεῖοι καὶ Ἀρκάδες, ἔτι δὲ ἐξ Ἄργους ἀφίκετο καὶ Σικυῶνος βοήθεια. παρῆσαν δὲ καὶ ὅσοι πρότερον τῶν Μεσσηνίων ἔφευγον ἑκουσίως, ἐξ Ἐλευσῖνός τε, οἷς πάτριον δρᾶν τὰ ὄργια τῶν Μεγάλων θεῶν, καὶ οἱ Ἀνδροκλέους ἀπόγονοι: καὶ γὰρ οἱ συσπεύσαντες μάλιστά σφισιν ἦσαν οὗτοι. [8] Λακεδαιμονίοις δὲ ἦλθον Κορίνθιοι συμμαχήσοντες καὶ Λεπρεατῶν τινες κατὰ ἔχθος τὸ Ἠλείων: Ἀσιναίοις δὲ ὅρκοι πρὸς ἀμφοτέρους ἦσαν. τὸ δὲ χωρίον τοῦτο, Κάπρου σῆμα, ἔστι μὲν ἐν Στενυκλήρῳ τῆς Μεσσηνίας, Ἡρακλέα δὲ αὐτόθι ὅρκον ἐπὶ τομίων κάπρου τοῖς Νηλέως παισὶ δοῦναι καὶ λαβεῖν παρὰ ἐκείνων λέγουσιν.
16. ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τε καὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲ Μεσσηνίοις Θέοκλος — ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲ ὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην — τότε δὲ παρόντων καὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην. [2] καὶ ἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲ Ἀνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν: παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱ συντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι. Τυρταῖος δὲ καὶ οἱ τῶν θεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆς ἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον. [3] κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω. λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴν αὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένει συντετάχθαι: ἦσαν δὲ καὶ αἰσθέσθαι δι᾽ ὀλίγου δεινοὶ τά τε παρ᾽ ἀλλήλων καὶ μάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος. οὗτοι μὲν πρῶτον καὶ αὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατ᾽ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίων τεταγμένοι τοὺς ἀρίστους: λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντες ἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον. [4] τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίων λόχον: αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπ᾽ ἄλλους ἐτράπετο αὖθις. ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺς ὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶ τῶν συμμάχων συνέχεε: καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτι ἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν. [5] ἔνθα δὴ καὶ παρ᾽ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴα παραθεῖν ὁ μάντις Θέοκλος: καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇ ἀχράδι. Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεως ὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτημα τοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς: δι�
�τριψε γὰρ τὴν ἀσπίδα ἀνευρεῖν πειρώμενος. [6] Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾁδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων. Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον”ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τ᾽ ὄρος ἄκρον
εἵπετ᾽ Ἀριστομένης τοῖς Λακεδαιμονίοις.
“Unknown.ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς
[7] ἀφικόμενος καὶ ὥς οἱ προσέταξεν ἡ Πυθία καταβὰς ἐς τὸ ἄδυτον ἱερὸν τοῦ Τροφωνίου τὸ ἐν Λεβαδείᾳ. ὕστερον δὲ τὴν ἀσπίδα ἀνέθηκεν ἐς Λεβάδειαν φέρων, ᾗ δὴ καὶ αὐτὸς εἶδον ἀνακειμένην: ἐπίθημα δέ ἐστιν αὐτῆς ἀετὸς τὰ πτερὰ ἑκατέρωθεν ἐκτετακὼς ἐς ἄκραν τὴν ἴτυν. τότε δὲ Ἀριστομένης ὡς ἐπανῆκεν ἐκ Βοιωτίας εὑρών τε παρὰ τῷ Τροφωνίῳ καὶ κομισάμενος τὴν ἀσπίδα, αὐτίκα ἔργων μειζόνων ἥπτετο. [8] συλλέξας δὲ ἄλλους τε τῶν Μεσσηνίων καὶ τοὺς περὶ ἑαυτὸν ἅμα ἔχων λογάδας, φυλάξας τὰ μετὰ ἑσπέραν ἦλθεν ἐπὶ πόλιν τῆς Λακωνικῆς, τὸ μὲν ἀρχαῖον ὄνομα καὶ ἐν Ὁμήρου καταλόγῳ Φᾶριν, ὑπὸ δὲ τῶν Σπαρτιατῶν καὶ προσοίκων καλουμένην Φαράς: ἐπὶ ταύτην ἀφικόμενος τούς τε πειρωμένους ἀμύνεσθαι διέφθειρε καὶ λείαν περιβαλλόμενος ἀπήλαυνεν ἐς τὴν Μεσσήνην. Λακεδαιμονίων δὲ ὁπλιτῶν καὶ Ἀναξάνδρου τοῦ βασιλέως ἐπιθεμένων καθ᾽ ὁδόν, ἐτρέψατό τε καὶ τούτους καὶ διώκειν τὸν Ἀνάξανδρον ὥρμητο: βληθεὶς δὲ ἀκοντίῳ τὸν γλουτὸν τὴν δίωξιν ἐπέσχεν, οὐ μέντοι τὴν λείαν γε ἣν ἤλαυνεν ἀφῃρέθη. [9] διαλιπὼν δὲ ὅσον ἀκεσθῆναι τὸ τραῦμα, ἐς μὲν αὐτὴν Σπάρτην ἔξοδον ποιούμενος νύκτωρ ἀπετράπετο ὑπὸ φασμάτων Ἑλένης καὶ Διοσκούρων, τὰς δ᾽ ἐν Καρύαις παρθένους χορευούσας τῇ Ἀρτέμιδι. ἐλόχησε μεθ᾽ ἡμέραν καὶ συνέλαβεν ὅσαι χρήμασιν αὐτῶν καὶ ἀξιώματι πατέρων προεῖχον: ἀγαγὼν δὲ ἐς κώμην τῆς Μεσσηνίας τὴν νύκτα ἀνεπαύετο, ἀνδράσι τῶν ἐκ τοῦ λόχου τὴν φρουρὰν ἐπιτρέψας τῶν παρθένων. [10] ἐνταῦθα ὑπὸ μέθης οἱ νεανίσκοι δοκεῖν ἐμοὶ καὶ ἄλλως ἀκρατῶς ἔχοντες λογισμοῦ πρὸς βίαν ἐτρέποντο τῶν παρθένων, Ἀριστομένους δὲ ἀπείργοντος οὐ νομιζόμενα Ἕλλησι δρῶντας οὐδένα ἐποιοῦντο λόγον, ὥστε ἠναγκάσθη καὶ ἀποκτεῖναι τοὺς παροινοῦντας μάλιστα ἐξ αὐτῶν. τὰς δὲ αἰχμαλώτους λαβὼν ἀπέλυσε χρημάτων πολλῶν, παρθένους ὥσπερ γε καὶ εἷλεν.