Delphi Complete Works of Pausanias
Page 219
3. τὸ δὲ χωρίον ὁ Κεραμεικὸς τὸ μὲν ὄνομα ἔχει ἀπὸ ἥρωος Κεράμου, Διονύσου τε εἶναι καὶ Ἀριάδνης καὶ τούτου λεγομένου: πρώτη δέ ἐστιν ἐν δεξιᾷ καλουμένη στοὰ βασίλειος, ἔνθα καθίζει βασιλεὺς ἐνιαυσίαν ἄρχων ἀρχὴν καλουμένην βασιλείαν. ταύτης ἔπεστι τῷ κεράμῳ τῆς στοᾶς ἀγάλματα ὀπτῆς γῆς, ἀφιεὶς Θησεὺς ἐς θάλασσαν Σκίρωνα καὶ φέρουσα Ἡμέρα Κέφαλον, ὃν κάλλιστον γενόμενόν φασιν ὑπὸ Ἡμέρας ἐρασθείσης ἁρπασθῆναι: καί οἱ παῖδα γενέσθαι Φαέθοντα, ὃν ὕστερον ἡ Ἀφροδίτη ἥρπασε * * * καὶ φύλακα ἐποίησε τοῦ ναοῦ. ταῦτα ἄλλοι τε καὶ Ἡσίοδος εἴρηκεν ἐν ἔπεσι τοῖς ἐς τὰς γυναῖκας.
[3.1] III. The district of the Cerameicus has its name from the hero Ceramus, he too being the reputed son of Dionysus and Ariadne. First on the right is what is called the Royal Portico, where sits the king when holding the yearly office called the kingship. On the tiling of this portico are images of baked earthenware, Theseus throwing Sciron into the sea and Day carrying away Cephalus, who they say was very beautiful and was ravished by Day, who was in love with him. His son was Phaethon, . . . and made a guardian of her temple. Such is the tale told by Hesiod, among others, in his poem on women.
[2] πλησίον δὲ τῆς στοᾶς Κόνων ἕστηκε καὶ Τιμόθεος υἱὸς Κόνωνος καὶ βασιλεὺς Κυπρίων Εὐαγόρας, ὃς καὶ τὰς τριήρεις τὰς Φοινίσσας ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι Κόνωνι: ἔπραξε δὲ ὡς Ἀθηναῖος καὶ τὸ ἀνέκαθεν ἐκ Σαλαμῖνος, ἐπεὶ καὶ γενεαλογῶν ἐς προγόνους ἀνέβαινε Τεῦκρον καὶ Κινύρου θυγατέρα. ἐνταῦθα ἕστηκε Ζεὺς ὀνομαζόμενος Ἐλευθέριος καὶ βασιλεὺς Ἀδριανός, ἐς ἄλλους τε ὧν ἦρχεν εὐεργεσίας καὶ ἐς τὴν πόλιν μάλιστα ἀποδειξάμενος τὴν Ἀθηναίων.
[3.2] Near the portico stand Conon, Timotheus his son and Evagoras King of Cyprus, who caused the Phoenician men-of-war to be given to Conon by King Artaxerxes. This he did as an Athenian whose ancestry connected him with Salamis, for he traced his pedigree back to Teucer and the daughter of Cinyras. Here stands Zeus, called Zeus of Freedom, and the Emperor Hadrian, a benefactor to all his subjects and especially to the city of the Athenians.
[3] στοὰ δὲ ὄπισθεν ᾠκοδόμηται γραφὰς ἔχουσα θεοὺς τοὺς δώδεκα καλουμένους: ἐπὶ δὲ τῷ τοίχῳ τῷ πέραν Θησεύς ἐστι γεγραμμένος καὶ Δημοκρατία τε καὶ Δῆμος. δηλοῖ δὲ ἡ γραφὴ Θησέα εἶναι τὸν καταστήσαντα Ἀθηναίοις ἐξ ἴσου πολιτεύεσθαι: κεχώρηκε δὲ φήμη καὶ ἄλλως ἐς τοὺς πολλούς, ὡς Θησεὺς παραδοίη τὰ πράγματα τῷ δήμῳ καὶ ὡς ἐξ ἐκείνου δημοκρατούμενοι διαμείναιεν, πρὶν ἢ Πεισίστρατος ἐτυράννησεν ἐπαναστάς. λέγεται μὲν δὴ καὶ ἄλλα οὐκ ἀληθῆ παρὰ τοῖς πολλοῖς οἷα ἱστορίας ἀνηκόοις οὖσι καὶ ὁπόσα ἤκουον εὐθὺς ἐκ παίδων ἔν τε χοροῖς καὶ τραγῳδίαις πιστὰ ἡγουμένοις, λέγεται δὲ καὶ ἐς τὸν Θησέα, ὃς αὐτός τε ἐβασίλευσε καὶ ὕστερον Μενεσθέως τελευτήσαντος καὶ ἐς τετάρτην οἱ Θησεῖδαι γενεὰν διέμειναν ἄρχοντες. εἰ δέ μοι γενεαλογεῖν ἤρεσκε, καὶ τοὺς ἀπὸ Μελάνθου βασιλεύσαντας ἐς Κλείδικον τὸν Αἰσιμίδου καὶ τούτους ἂν ἀπηριθμησάμην.
[3.3] A portico is built behind with pictures of the gods called the Twelve. On the wall opposite are painted Theseus, Democracy and Demos. The picture represents Theseus as the one who gave the Athenians political equality. By other means also has the report spread among men that Theseus bestowed sovereignty upon the people, and that from his time they continued under a democratical government, until Peisistratus rose up and became despot. But there are many false beliefs current among the mass of mankind, since they are ignorant of historical science and consider trustworthy whatever they have heard from childhood in choruses and tragedies; one of these is about Theseus, who in fact himself became king, and afterwards, when Menestheus was dead, the descendants of Theseus remained rulers even to the fourth generation. But if I cared about tracing the pedigree I should have included in the list, besides these, the kings from Melanthus to Cleidicus the son of Aesimides.
[4] ἐνταῦθά ἐστι γεγραμμένον καὶ τὸ περὶ Μαντίνειαν Ἀθηναίων ἔργον, οἳ βοηθήσοντες Λακεδαιμονίοις ἐπέμφθησαν. συνέγραψαν δὲ ἄλλοι τε καὶ Ξενοφῶν τὸν πάντα πόλεμον, κατάληψίν τε τῆς Καδμείας καὶ τὸ πταῖσμα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις καὶ ὡς ἐς Πελοπόννησον ἐσέβαλον Βοιωτοὶ καὶ τὴν συμμαχίαν Λακεδαιμονίοις τὴν παρ᾽ Ἀθηναίων ἐλθοῦσαν: ἐν δὲ τῇ γραφῇ τῶν ἱππέων ἐστὶ μάχη, ἐν ᾗ γνωριμώτατοι Γρύλος τε ὁ Ξενοφῶντος ἐν τοῖς Ἀθηναίοις καὶ κατὰ τὴν ἵππον τὴν Βοιωτίαν Ἐπαμινώνδας ὁ Θηβαῖος. ταύτας τὰς γραφὰς Εὐφράνωρ ἔγραψεν Ἀθηναίοις καὶ πλησίον ἐποίησεν ἐν τῷ ναῷ τὸν Ἀπόλλωνα Πατρῷον ἐπίκλησιν: πρὸ δὲ τοῦ νεὼ τὸν μὲν Λεωχάρης, ὃν δὲ καλοῦσιν Ἀλεξίκακον Κάλαμις ἐποίησε. τὸ δὲ ὄνομα τῷ θεῷ γενέσθαι λέγουσιν, ὅτι τὴν λοιμώδη σφίσι νόσον ὁμοῦ τῷ Πελοποννησίων πολέμῳ πιέζουσαν κατὰ μάντευμα ἔπαυσεν ἐκ Δελφῶν.
[3.4] Here is a picture of the exploit, near Mantinea, of the Athenians who were sent to help the Lacedaemonians. Xenophon among others has written a history of the whole war – the taking of the Cadmea, the defeat of the Lacedaemonians at Leuctra, how the Boeotians invaded the Peloponnesus,and the contingent sent to the Lacedacmonians from the Athenians. In the picture is a cavalry battle, in which the most famous men are, among the Athenians, Grylus the son of Xenophon, and in the Boeotian cavalry, Epaminondas the Theban. These pictures were painted for the Athenians by Euphranor, and he also wrought the Apollo surnamed Patrous (Paternal) in the temple hard by. And in front of the temple is one Apollo made by Leochares; the other Apollo, called Averter of evil, was made by Calamis. They say that the god received this name because by an oracle from Delphi he stayed the pestilence which afflicted the Athenians at the time of the Peloponnesian War.
[5] ᾠκοδόμηται δὲ καὶ Μητρὸς θεῶν ἱερόν, ἣν Φειδίας εἰργάσατο, καὶ πλησίον τῶν πεντακοσίων καλουμένων βουλευτήριον, οἳ βουλεύουσιν ἐνιαυτὸν Ἀθηναίοις: Βουλαίου δὲ ἐν αὐτῷ κεῖται ξόανον Διὸς καὶ Ἀπόλλων τέχνη Πεισίου καὶ Δῆμος ἔργον Λύσωνος. τοὺς δὲ θεσμοθέτας ἔγραψε Πρωτογένης Καύνιος, Ὀλβιάδης δὲ Κάλλιππον, ὃς Ἀθηναίους ἐς
&n
bsp; Θερμοπύλας ἤγαγε φυλάξοντας τὴν ἐς τὴν Ἑλλάδα Γαλατῶν ἐσβολήν.
[3.5] Here is built also a sanctuary of the Mother of the gods; the image is by Pheidias. Hard by is the council chamber of those called the Five Hundred, who are the Athenian councillors for a year. In it are a wooden figure of Zeus Counsellor and an Apollo, the work of Peisias, and a Demos by Lyson. The thesmothetae (lawgivers) were painted by Protogenes the Caunian, and Olbiades portrayed Callippus, who led the Athenians to Thermopylae to stop the incursion of the Gauls into Greece.
INVASION OF THE GAULS, HISTORY
4. οἱ δὲ Γαλάται οὗτοι νέμονται τῆς Εὐρώπης τὰ ἔσχατα ἐπὶ θαλάσσῃ πολλῇ καὶ ἐς τὰ πέρατα οὐ πλωίμῳ, παρέχεται δὲ ἄμπωτιν καὶ ῥαχίαν καὶ θηρία οὐδὲν ἐοικότα τοῖς ἐν θαλάσσῃ τῇ λοιπῇ: καί σφισι διὰ τῆς χώρας ῥεῖ ποταμὸς Ἠριδανός, ἐφ᾽ ᾧ τὰς θυγατέρας τὰς Ἡλίου ὀδύρεσθαι νομίζουσι τὸ περὶ τὸν Φαέθοντα τὸν ἀδελφὸν πάθος. ὀψὲ δέ ποτε αὐτοὺς καλεῖσθαι Γαλάτας ἐξενίκησεν: Κελτοὶ γὰρ κατά τε σφᾶς τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο. συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε. καὶ ὡς ἐγγὺς Θερμοπυλῶν ἐγίνοντο, ἐνταῦθα οἱ πολλοὶ τῶν Ἑλλήνων ἐς τὴν ἔφοδον ἡσύχαζον τῶν βαρβάρων, ἅτε ὑπὸ Ἀλεξάνδρου μεγάλως καὶ Φιλίππου κακωθέντες πρότερον: καθεῖλε δὲ καὶ Ἀντίπατρος καὶ Κάσσανδρος ὕστερον τὸ Ἑλληνικόν, ὥστε ἕκαστοι δι᾽ ἀσθένειαν οὐδὲν αἰσχρὸν ἐνόμιζον ἀπεῖναι τὸ κατὰ σφᾶς τῆς βοηθείας.
[4.1] IV. These Gauls inhabit the most remote portion of Europe, near a great sea that is not navigable to its extremities, and possesses ebb and flow and creatures quite unlike those of other seas. Through their country flows the river Eridanus, on the bank of which the daughters of Helius (Sun) are supposed to lament the fate that befell their brother Phaethon. It was late before the name “Gauls” came into vogue; for anciently they were called Celts both amongst themselves and by others. An army of them mustered and turned towards the Ionian Sea, dispossessed the Illyrian people, all who dwelt as far as Macedonia with the Macedonians themselves, and overran Thessaly. And when they drew near to Thermopylae, the Greeks in general made no move to prevent the inroad of the barbarians, since previously they had been severely defeated by Alexander and Philip. Further, Antipater and Cassander afterwards crushed the Greeks, so that through weakness each state thought no shame of itself taking no part in the defence of the country.
[2] Ἀθηναῖοι δὲ μάλιστα μὲν τῶν Ἑλλήνων ἀπειρήκεσαν μήκει τοῦ Μακεδονικοῦ πολέμου καὶ προσπταίοντες τὰ πολλὰ ἐν ταῖς μάχαις, ἐξιέναι δὲ ὅμως ὥρμηντο ἐς τὰς Θερμοπύλας σὺν τοῖς ἐλθοῦσι τῶν Ἑλλήνων, ἑλόμενοι σφίσι τὸν Κάλλιππον τοῦτον ἡγεῖσθαι. καταλαβόντες δὲ ᾗ στενώτατον ἦν, τῆς ἐσόδου τῆς ἐς τὴν Ἑλλάδα εἶργον τοὺς βαρβάρους: ἀνευρόντες δὲ οἱ Κελτοὶ τὴν ἀτραπόν, ἣν καὶ Μήδοις ποτὲ Ἐφιάλτης ἡγήσατο ὁ Τραχίνιος, καὶ βιασάμενοι Φωκέων τοὺς τεταγμένους ἐπ᾽ αὐτῇ λανθάνουσι τοὺς Ἕλληνας ὑπερβαλόντες τὴν Οἴτην.
[4.2] But the Athenians, although they were more exhausted than any of the Greeks by the long Macedonian war, and had been generally unsuccessful in their battles, nevertheless set forth to Thermopylae with such Greeks as joined them, having made the Callippus I mentioned their general. Occupying the pass where it was narrowest, they tried to keep the foreigners from entering Greece; but the Celts, having discovered the path by which Ephialtes of Trachis once led the Persians, over whelmed the Phocians stationed there and crossed Oeta unperceived by the Greeks.
[3] ἔνθα δὴ πλείστου παρέσχοντο αὑτοὺς Ἀθηναῖοι τοῖς Ἕλλησιν ἀξίους, ἀμφοτέρωθεν ὡς ἐκυκλώθησαν ἀμυνόμενοι τοὺς βαρβάρους: οἱ δέ σφισιν ἐπὶ τῶν νεῶν μάλιστα ἐταλαιπώρουν ἅτε τοῦ κόλπου τοῦ Λαμιακοῦ τέλματος πρὸς ταῖς Θερμοπύλαις ὄντος: αἴτιον δὲ ἐμοὶ δοκεῖν τὸ ὕδωρ ταύτῃ τὸ θερμὸν ἐκρέον ἐς τὴν θάλασσαν. μείζονα οὖν εἶχον οὗτοι πόνον: ἀναλαβόντες γὰρ ἐπὶ τὰ καταστρώματα τοὺς Ἕλληνας ναυσὶν ὑπό τε ὅπλων βαρείαις καὶ ἀνδρῶν ἐβιάζοντο κατὰ τοῦ πηλοῦ πλεῖν.
[4.3] Then it was that the Athenians put the Greeks under the greatest obligation, and although outflanked offered resistance to the foreigners on two sides. But the Athenians on the fleet suffered most, for the Lamian gulf is a swamp near Thermopylae – the reason being, I think, the hot water that here runs into the sea. These then were more distressed; for taking the Greeks on board they were forced to sail through the mud weighted as they were by arms and men.
[4] οὗτοι μὲν δὴ τοὺς Ἕλληνας τρόπον τὸν εἰρημένον ἔσωζον, οἱ δὲ Γαλάται Πυλῶν τε ἐντὸς ἦσαν καὶ τὰ πολίσματα ἑλεῖν ἐν οὐδενὶ τὰ λοιπὰ ποιησάμενοι Δελφοὺς καὶ τὰ χρήματα. τοῦ θεοῦ διαρπάσαι μάλιστα εἶχον σπουδήν. καί σφισιν αὐτοί τε Δελφοὶ καὶ Φωκέων ἀντετάχθησαν οἱ τὰς πόλεις περὶ τὸν Παρνασσὸν οἰκοῦντες, ἀφίκετο δὲ καὶ δύναμις Αἰτωλῶν: τὸ γὰρ Αἰτωλικὸν προεῖχεν ἀκμῇ νεότητος τὸν χρόνον τοῦτον. ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα κεραυνοί τε ἐφέροντο ἐς τοὺς Γαλάτας καὶ ἀπορραγεῖσαι πέτραι τοῦ Παρνασσοῦ, δείματά τε ἄνδρες ἐφίσταντο ὁπλῖται τοῖς βαρβάροις: τούτων τοὺς μὲν ἐξ Ὑπερβορέων λέγουσιν ἐλθεῖν, Ὑπέροχον καὶ Ἀμάδοκον, τὸν δὲ τρίτον Πύρρον εἶναι τὸν Ἀχιλλέως: ἐναγίζουσι δὲ ἀπὸ ταύτης Δελφοὶ τῆς συμμαχίας Πύρρῳ, πρότερον ἔχοντες ἅτε ἀνδρὸς πολεμίου καὶ τὸ μνῆμα ἐν ἀτιμίᾳ.
[4.4] So they tried to save Greece in the way described, but the Gauls, now south of the Gates, cared not at all to capture the other towns, but were very eager to sack Delphi and the treasures of the god. They were opposed by the Delphians themselves and the Phocians of the cities around Parnassus; a force of Aetolians also joined the defenders, for the Aetolians at this time were pre-eminent for their vigorous activity. When the forces engaged, not only were thunderbolts and rocks broken off from Parnassus hurled against the Gauls, but terrible shapes as armed warriors haunted the foreigners. They say that two of them, Hyperochus and Amadocus, came from the Hyperboreans, and that the third was Pyrrhus son of Achilles. Because of this help in battle the Delphians sacrifice to Pyrrhus as to a hero, although formerly they held even
his tomb in dishonor, as being that of an enemy.
[5] Γαλατῶν δὲ οἱ πολλοὶ ναυσὶν ἐς τὴν Ἀσίαν διαβάντες τὰ παραθαλάσσια αὐτῆς ἐλεηλάτουν: χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντες, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐς ταύτην Γαλάτας ἐλαύνουσιν ἀπὸ θαλάσσης. οὗτοι μὲν δὴ τὴν ἐκτὸς Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντες Φρυγῶν, ἣν Μίδας ὁ Γορδίου πρότερον ᾤκισεν — ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη: ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ — , ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα τὴν ὑπὸ τὸ ὄρος τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι.
[4.5] The greater number of the Gauls crossed over to Asia by ship and plundered its coasts. Some time after, the inhabitants of Pergamus, that was called of old Teuthrania, drove the Gauls into it from the sea. Now this people occupied the country on the farther side of the river Sangarius capturing Ancyra, a city of the Phrygians, which Midas son of Gordius had founded in former time. And the anchor, which Midas found, was even as late as my time in the sanctuary of Zeus, as well as a spring called the Spring of Midas, water from which they say Midas mixed with wine to capture Silenus. Well then, the Pergameni took Ancyra and Pessinus which lies under Mount Agdistis, where they say that Attis lies buried.