Delphi Complete Works of Pausanias
Page 220
[6] Περγαμηνοῖς δὲ ἔστι μὲν σκῦλα ἀπὸ Γαλατῶν, ἔστι δὲ γραφὴ τὸ ἔργον τὸ πρὸς Γαλάτας ἔχουσα. ἣν δὲ νέμονται οἱ Περγαμηνοί, Καβείρων ἱεράν φασιν εἶναι τὸ ἀρχαῖον: αὐτοὶ δὲ Ἀρκάδες ἐθέλουσιν εἶναι τῶν ὁμοῦ Τηλέφῳ διαβάντων ἐς τὴν Ἀσίαν. πολέμων δὲ τῶν μὲν ἄλλων, εἰ δή τινας ἐπολέμησαν, οὐκ ἐς ἅπαντας κεχώρηκεν ἡ φήμη: τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπ᾽ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν τὴν Τρῳάδα. ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου.
[4.6] They have spoils from the Gauls, and a painting which portrays their deed against them. The land they dwell in was, they say, in ancient times sacred to the Cabeiri, and they claim that they are themselves Arcadians, being of those who crossed into Asia with Telephus. Of the wars that they have waged no account has been published to the world, except that they have accomplished three most notable achievements; the subjection of the coast region of Asia, the expulsion of the Gauls therefrom, and the exploit of Telephus against the followers of Agamemnon, at a time when the Greeks after missing Troy, were plundering the Meian plain thinking it Trojan territory. Now I will return from my digression.
5. τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη, καὶ θύουσί τε ἐνταῦθα οἱ πρυτάνεις καί τινα καὶ ἀργύρου πεποιημένα ἐστὶν ἀγάλματα οὐ μεγάλα. ἀνωτέρω δὲ ἀνδριάντες ἑστήκασιν ἡρώων, ἀφ᾽ ὧν Ἀθηναίοις ὕστερον τὰ ὀνόματα ἔσχον αἱ φυλαί: ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι καὶ μετέθετό σφισι τὰ ὀνόματα ἀντὶ τῶν ἀρχαίων, Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα.
[5.1] V. Near to the Council Chamber of the Five Hundred is what is called Tholos (Round House); here the presidents sacrifice, and there are a few small statues made of silver. Farther up stand statues of heroes, from whom afterwards the Athenian tribes received their names. Who the man was who established ten tribes instead of four, and changed their old names to new ones – all this is told by Herodotus.
[2] τῶν δὲ ἐπωνύμων — καλοῦσι γὰρ οὕτω σφᾶς — ἔστι μὲν Ἱπποθόων Ποσειδῶνος καὶ Ἀλόπης θυγατρὸς Κερκυόνος, ἔστι δὲ Ἀντίοχος τῶν παίδων τῶν Ἡρακλέους, γενόμενος ἐκ Μήδας Ἡρακλεῖ τῆς Φύλαντος, καὶ τρίτος Αἴας ὁ Τελαμῶνος, ἐκ δὲ Ἀθηναίων Λεώς: δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας τοῦ θεοῦ χρήσαντος. Ἐρεχθεύς τέ ἐστιν ἐν τοῖς ἐπωνύμοις, ὃς ἐνίκησεν Ἐλευσινίους μάχῃ καὶ τὸν ἡγούμενον ἀπέκτεινεν Ἰμμάραδον τὸν Εὐμόλπου: Αἰγεύς τέ ἐστι καὶ Οἰνεὺς Πανδίονος υἱὸς νόθος καὶ τῶν Θησέως παίδων Ἀκάμας.
[5.2] The eponymoi – this is the name given to them – are Hippothoon son of Poseidon and Alope daughter of Cercyon, Antiochus, one of the children of Heracles borne to him by Meda daughter of Phylas, thirdly, Ajax son of Telamon, and to the Athenians belongs Leos, who is said to have given up his daughters, at the command of the oracle, for the safety of the commonwealth. Among the eponymoi is Erechtheus, who conquered the Eleusinians in battle, and killed their general, Immaradus the son of Eumolpus. There is Aegeus also and Oeneus the bastard son of Pandion, and Acamas, one of the children of Theseus.
[3] Κέκροπα δὲ καὶ Πανδίονα — εἶδον γὰρ καὶ τούτων ἐν τοῖς ἐπωνύμοις εἰκόνας — οὐκ οἶδα οὓς ἄγουσιν ἐν τιμῇ: πρότερός τε γὰρ ἦρξε Κέκροψ, ὃς τὴν Ἀκταίου θυγατέρα ἔσχε, καὶ ὕστερος, ὃς δὴ καὶ μετῴκησεν ἐς Εὔβοιαν, Ἐρεχθέως υἱὸς τοῦ Πανδίονος τοῦ Ἐριχθονίου. καὶ δὴ καὶ Πανδίων ἐβασίλευσεν ὅ τε Ἐριχθονίου καὶ ὁ Κέκροπος τοῦ δευτέρου: τοῦτον Μητιονίδαι τῆς ἀρχῆς ἐξελαύνουσι, καί οἱ φυγόντι ἐς Μέγαρα — θυγατέρα γὰρ εἶχε Πύλα τοῦ βασιλεύσαντος ἐν Μεγάροις — συνεκπίπτουσιν οἱ παῖδες. καὶ Πανδίονα μὲν αὐτοῦ λέγεται νοσήσαντα ἀποθανεῖν, καί οἱ πρὸς θαλάσσῃ μνῆμά ἐστιν ἐν τῇ Μεγαρίδι ἐν Ἀθηνᾶς Αἰθυίας καλουμένῳ σκοπέλῳ:
[5.3] I saw also among the eponymoi statues of Cecrops and Pandion, but I do not know who of those names are thus honored. For there was an earlier ruler Cecrops who took to wife the daughter of Actaeus, and a later – he it was who migrated to Euboea — son of Erechtheus, son of Pandion, son of Erichthonius. And there was a king Pandion who was son of Erichthonius, and another who was son of Cecrops the second. This man was deposed from his kingdom by the Metionidae, and when he fled to Megara – for he had to wife the daughter of Pylas king of Megara – his children were banished with him. And Pandion is said to have fallen ill there and died, and on the coast of the Megarid is his tomb, on the rock called the rock of Athena the Gannet.
[4] οἱ δὲ παῖδες κατίασί τε ἐκ τῶν Μεγάρων ἐκβαλόντες Μητιονίδας, καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων Αἰγεὺς πρεσβύτατος ὢν ἔσχεν. θυγατέρας δὲ οὐ σὺν ἀγαθῷ δαίμονι ἔθρεψεν ὁ Πανδίων, οὐδέ οἱ τιμωροὶ παῖδες ἀπ᾽ αὐτῶν ἐλείφθησαν: καίτοι δυνάμεώς γε ἕνεκα πρὸς τὸν Θρᾷκα τὸ κῆδος ἐποιήσατο. ἀλλ᾽ οὐδεὶς πόρος ἐστὶν ἀνθρώπῳ παραβῆναι τὸ καθῆκον ἐκ τοῦ θεοῦ: λέγουσιν ὡς Τηρεὺς συνοικῶν Πρόκνῃ Φιλομήλαν ᾔσχυνεν, οὐ κατὰ νόμον δράσας τὸν Ἑλλήνων, καὶ τὸ σῶμα ἔτι λωβησάμενος τῇ παιδὶ ἤγαγεν ἐς ἀνάγκην δίκης τὰς γυναῖκας. Πανδίονι δὲ καὶ ἄλλος ἀνδριάς ἐστιν ἐν ἀκροπόλει θέας ἄξιος.
[5.4] But his children expelled the Metionidae, and returned from banishment at Megara, and Aegeus, as the eldest, became king of the Athenians. But in rearing daughters Pandion was unlucky, nor did they leave any sons to avenge him. And yet it was for the sake of power that he made the marriage alliance with the king of Thrace. But there is no way for a mortal to overstep what the deity thinks fit to send. They say that Tereus, though wedded to Procne, dishonored Philomela, thereby transgressing Greek custom, and further, having mangled the body of the damsel, constrained the women to avenge her. There is another statue, well worth seeing, of Pandion on the Acropolis.
[5] οἵδε μέν εἰσιν Ἀθηναίοις ἐπώνυμοι τῶν ἀρχαίων: ὕστερον δὲ καὶ ἀπὸ τῶνδε φυλὰς ἔχουσιν, Ἀττάλου τοῦ Μυσοῦ καὶ Πτολεμαίου τοῦ Αἰγυπτίου καὶ κατ᾽ ἐμὲ ἤδη βασιλέως Ἀδριανοῦ τῆς τε ἐς τὸ θεῖον τιμῆς ἐπὶ πλεῖστο
ν ἐλθόντος καὶ τῶν ἀρχομένων ἐς εὐδαιμονίαν τὰ μέγιστα ἑκάστοις παρασχομένου. καὶ ἐς μὲν πόλεμον οὐδένα ἑκούσιος κατέστη, Ἑβραίους δὲ τοὺς ὑπὲρ Σύρων ἐχειρώσατο ἀποστάντας: ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.
[5.5] These are the Athenian eponymoi who belong to the ancients. And of later date than these they have tribes named after the following, Attalus the Mysian and Ptolemy the Egyptian, and within my own time the emperor Hadrian, who was extremely religious in the respect he paid to the deity and contributed very much to the happiness of his various subjects. He never voluntarily entered upon a war, but he reduced the Hebrews beyond Syria, who had rebelled. As for the sanctuaries of the gods that in some cases he built from the beginning, in others adorned with offerings and furniture, and the bounties he gave to Greek cities, and sometimes even to foreigners who asked him, all these acts are inscribed in his honor in the sanctuary at Athens common to all the gods.
PTOLEMY THE GREAT, HISTORY
6. τὰ δὲ ἐς Ἄτταλον καὶ Πτολεμαῖον ἡλικίᾳ τε ἦν ἀρχαιότερα, ὡς μὴ μένειν ἔτι τὴν φήμην αὐτῶν, καὶ οἱ συγγενόμενοι τοῖς βασιλεῦσιν ἐπὶ συγγραφῇ τῶν ἔργων καὶ πρότερον ἔτι ἠμελήθησαν: τούτων ἕνεκά μοι καὶ τὰ τῶνδε ἐπῆλθε δηλῶσαι ἔργα τε ὁποῖα ἔπραξαν καὶ ὡς ἐς τοὺς πατέρας αὐτῶν περιεχώρησεν Αἰγύπτου καὶ ἡ Μυσῶν καὶ τῶν προσοίκων ἀρχή.
[6.1] VI. But as to the history of Attalus and Ptolemy, it is more ancient in point of time, so that tradition no longer remains, and those who lived with these kings for the purpose of chronicling their deeds fell into neglect even before tradition failed. Where fore it occurred to me to narrate their deeds also, and how the sovereignty of Egypt, of the Mysians and of the neighboring peoples fell into the hands of their fathers.
[2] Πτολεμαῖον Μακεδόνες Φιλίππου παῖδα εἶναι τοῦ Ἀμύντου, λόγῳ δὲ Λάγου νομίζουσι: τὴν γάρ οἱ μητέρα ἔχουσαν ἐν γαστρὶ δοθῆναι γυναῖκα ὑπὸ Φιλίππου Λάγῳ. Πτολεμαῖον δὲ λέγουσιν ἄλλα τε ἐν τῇ Ἀσίᾳ λαμπρὰ ἀποδείξασθαι καὶ Ἀλεξάνδρῳ κινδύνου ξυμβάντος ἐν Ὀξυδράκαις μάλιστά οἱ τῶν ἑταίρων ἀμῦναι. τελευτήσαντος δὲ Ἀλεξάνδρου τοῖς ἐς Ἀριδαῖον τὸν Φιλίππου τὴν πᾶσαν ἄγουσιν ἀρχὴν ἀντιστὰς αὐτὸς μάλιστα ἐγένετο ἐς τὰς βασιλείας αἴτιος τὰ ἔθνη νεμηθῆναι.
[6.2] The Macedonians consider Ptolemy to be the son of Philip, the son of Amyntas, though putatively the son of Lagus, asserting that his mother was with child when she was married to Lagus by Philip. And among the distinguished acts of Ptolemy in Asia they mention that it was he who, of Alexander’s companions, was foremost in succoring him when in danger among the Oxydracae. After the death of Alexander, by withstanding those who would have conferred all his empire upon Aridaeus, the son of Philip, he became chiefly responsible for the division of the various nations into the kingdoms.
[3] αὐτὸς δὲ ἐς Αἴγυπτον διαβὰς Κλεομένην τε ἀπέκτεινεν, ὃν σατραπεύειν Αἰγύπτου κατέστησεν Ἀλέξανδρος, Περδίκκᾳ νομίζων εὔνουν καὶ δι᾽ αὐτὸ οὐ πιστὸν αὑτῷ, καὶ Μακεδόνων τοὺς ταχθέντας τὸν Ἀλεξάνδρου νεκρὸν ἐς Αἰγὰς κομίζειν ἀνέπεισεν αὑτῷ παραδοῦναι: καὶ τὸν μὲν νόμῳ τῷ Μακεδόνων ἔθαπτεν ἐν Μέμφει, οἷα δὲ ἐπιστάμενος πολεμήσοντα Περδίκκαν Αἴγυπτον εἶχεν ἐν φυλακῇ. Περδίκκας δὲ ἐς μὲν τὸ εὐπρεπὲς τῆς στρατείας ἐπήγετο Ἀριδαῖον τὸν Φιλίππου καὶ παῖδα Ἀλέξανδρον ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου γεγονότα καὶ Ἀλεξάνδρου, τῷ δὲ ἔργῳ Πτολεμαῖον ἐπεβούλευεν ἀφελέσθαι τὴν ἐν Αἰγύπτῳ βασιλείαν: ἐξωσθεὶς δὲ Αἰγύπτου καὶ τὰ ἐς πόλεμον ἔτι οὐχ ὁμοίως θαυμαζόμενος, διαβεβλημένος δὲ καὶ ἄλλως ἐς τοὺς Μακεδόνας, ἀπέθανεν ὑπὸ τῶν σωματοφυλάκων.
[6.3] He crossed over to Egypt in person, and killed Cleomenes, whom Alexander had appointed satrap of that country, considering him a friend of Perdiccas, and therefore not faithful to himself; and the Macedonians who had been entrusted with the task of carrying the corpse of Alexander to Aegae, he persuaded to hand it over to him. And he proceeded to bury it with Macedonian rites in Memphis, but, knowing that Perdiccas would make war, he kept Egypt garrisoned. And Perdiccas took Aridaeus, son of Philip, and the boy Alexander, whom Roxana, daughter of Oxyartes, had borne to Alexander, to lend color to the campaign, but really he was plotting to take from Ptolemy his kingdom in Egypt. But being expelled from Egypt, and having lost his reputation as a soldier, and being in other respects unpopular with the Macedonians, he was put to death by his body guard.
[4] Πτολεμαῖον δὲ αὐτίκα ἐς τὰ πράγματα ὁ Περδίκκου θάνατος ἐπέστησε: καὶ τοῦτο μὲν Σύρους καὶ Φοινίκην εἷλε, τοῦτο δὲ ἐκπεσόντα ὑπὸ Ἀντιγόνου καὶ φεύγοντα ὑπεδέξατο Σέλευκον τὸν Ἀντιόχου, καὶ αὐτὸς παρεσκευάζετο ὡς ἀμυνούμενος Ἀντίγονον. καὶ Κάσσανδρον τὸν Ἀντιπάτρου καὶ Λυσίμαχον βασιλεύοντα ἐν Θρᾴκῃ μετασχεῖν ἔπεισε τοῦ πολέμου, φυγὴν λέγων τὴν Σελεύκου καὶ τὸν Ἀντίγονον φοβερόν σφισιν εἶναι πᾶσιν αὐξηθέντα.
[6.4] The death of Perdiccas immediately raised Ptolemy to power, who both reduced the Syrians and Phoenicia, and also welcomed Seleucus, son of Antiochus, who was in exile, having been expelled by Antigonus; he further himself prepared to attack Antigonus. He prevailed on Cassander, son of Anti pater, and Lysimachus, who was king in Thrace, to join in the war, urging that Seleucus was in exile and that the growth of the power of Antigonus was dangerous to them all.
[5] Ἀντίγονος δὲ τέως μὲν ἦν ἐν παρασκευῇ πολέμου καὶ τὸν κίνδυνον οὐ παντάπασιν ἐθάρρει: ἐπεὶ δὲ ἐς Λιβύην ἐπύθετο στρατεύειν Πτολεμαῖον ἀφεστηκότων Κυρηναίων, αὐτίκα Σύρους καὶ Φοίνικας εἷλεν ἐξ ἐπιδρομῆς, παραδοὺς δὲ Δημητρίῳ τῷ παιδί, ἡλικίαν μὲν νέῳ φρονεῖν δὲ ἤδη δοκοῦντι, καταβαίνει ἐπὶ τὸν Ἑλλήσποντον. πρὶν δὲ ἢ διαβῆναι πάλιν ἦγεν ὀπίσω τὴν στρατιάν, Δημήτριον ἀκούων ὑπὸ Πτολεμαίου μάχῃ κεκρατῆσθαι: Δημήτριος δὲ οὔτε παντάπασιν ἐξειστήκει Πτολεμαίῳ τῆς χώρας καί τινας τῶν Αἰγυπτίων λοχήσας διέφθειρεν οὐ πολλούς. τότε δ�
� ἥκοντα Ἀντίγονον οὐχ ὑπομείνας Πτολεμαῖος ἀνεχώρησεν ἐς Αἴγυπτον.
[6.5] For a time Antigonus pre pared for war, and was by no means confident of the issue; but on learning that the revolt of Cyrene had called Ptolemy to Libya, he immediately reduced the Syrians and Phoenicians by a sudden inroad, handed them over to Demetrius, his son, a man who for all his youth had already a reputation for good sense, and went down to the Hellespont. But he led his army back without crossing, on hearing that Demetrius had been overcome by Ptolemy in battle. But Demetrius had not altogether evacuated the country before Ptolemy, and having surprised a body of Egyptians, killed a few of them. Then on the arrival of Antigonus Ptolemy did not wait for him but returned to Egypt.
[6] διελθόντος δὲ τοῦ χειμῶνος Δημήτριος πλεύσας ἐς Κύπρον Μενέλαον σατράπην Πτολεμαίου ναυμαχίᾳ καὶ αὖθις αὐτὸν Πτολεμαῖον ἐπιδιαβάντα ἐνίκησε: φυγόντα δὲ αὐτὸν ἐς Αἴγυπτον Ἀντίγονός τε κατὰ γῆν καὶ ναυσὶν ἅμα ἐπολιόρκει καὶ Δημήτριος. Πτολεμαῖος δὲ ἐς πᾶν ἀφικόμενος κινδύνου διέσωσεν ὅμως τὴν ἀρχὴν στρατιᾷ τε
ἀντικαθήμενος ἐπὶ Πηλουσίῳ καὶ τριήρεσιν ἀμυνόμενος ἅμα ἐκ τοῦ ποταμοῦ. Ἀντίγονος δὲ Αἴγυπτον μὲν αἱρήσειν ἐκ τῶν παρόντων οὐδεμίαν ἔτι εἶχεν ἐλπίδα, Δημήτριον δὲ ἐπὶ Ῥοδίους στρατιᾷ πολλῇ καὶ ναυσὶν ἔστειλεν, ὡς εἴ οἱ προσγένοιτο ἡ νῆσος ὁρμητηρίῳ χρήσεσθαι πρὸς τοὺς Αἰγυπτίους ἐλπίζων: ἀλλὰ αὐτοί τε οἱ Ῥόδιοι τολμήματα καὶ ἐπιτεχνήσεις παρέσχοντο ἐς τοὺς πολιορκοῦντας καὶ Πτολεμαῖός σφισιν ἐς ὅσον δυνάμεως ἧκε συνήρατο ἐς τὸν πόλεμον.