Delphi Complete Works of Pausanias
Page 275
[4] οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντες φορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲ οὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι.
τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν: Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸ ἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳ νικήσας. ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπ᾽ ἀλλήλων.
[12.4] Those who sail to India say that the natives give other merchandise in exchange for Greek cargoes, knowing nothing about coinage, and that though they have plenty of gold and of bronze.
On the opposite side of the office of the Bidiaeans is a sanctuary of Athena. Odysseus is said to have set up the image and to have named it Keleuthea (Lady of the Road), when he had beaten the suitors of Penelope in the foot-race. Of Keleuthea he set up sanctuaries, three in number, at some distance from each other.
[5] προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους: τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι: καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος Ταιναρίου — Ταινάριον δὲ ἐπονομάζουσιν —
[12.5] Farther along the Aphetaid Road are hero-shrines, of Iops, who is supposed to have been born in the time of Lelex or. Myles, and of Amphiaraus the son of Oicles. The last they think was made by the sons of Tyndareus, for that Amphiaraus was their cousin. There is a hero-shrine of Lelex himself. Not far from these is a precinct of Poseidon of Taenarum, which is the surname given him, and near by an image of Athena, which is said to have been dedicated by the colonists
[6] οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, ὃ τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθέντας ἀναθεῖναι λέγουσι. τὸ δὲ χωρίον, ὃ καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶν Ἑλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο ἀμυνούμενοι, κατὰ τοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν. ὁ δὲ ἕτερος τῶν λόγων τοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπως ἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένης ἁρπαγῆς.
[12.6] who left for Tarentum in Italy. As to the place they call the HeIlenium, it has been stated that those of the Greeks who were preparing to repel Xerxes when he was crossing into Europe deliberated at this place how they should resist. The other story is that those who made the expedition against Troy to please Menelaus deliberated here how they could sail out to Troy and exact satisfaction from Alexander for carrying off Helen.
[7] τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι: δεικνύουσι δὲ καὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι. Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείου γῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲν ἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸς κατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος: ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐς τὴν Ἀττικὴν ὁ Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων.
[12.7] Near the Hellenium they point out the tomb of Talthybius. The Achaeans of Aegium too say that a tomb which they show on their market-place belongs to Talthybius. It was this Talthybius whose wrath at the murder of the heralds, who were sent to Greece by king Dareius to demand earth and water, left its mark upon the whole state of the Lacedaemonians, but in Athens fell upon individuals, the members of the house of one man, Miltiades the son of Cimon. Miltiades was responsible for the death at the hands of the Athenians of those of the heralds who came to Attica.
[8] Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δ᾽ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς: Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν: παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶ γυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς. πρὸς δὲ τοῖς Φρουρίοις καλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξ Ἤλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις.
[12.8] The Lacedaemonians have an altar of Apollo Acritas, and a sanctuary, surnamed Gasepton, of Earth. Above it is set up Maleatian Apollo. At the end of the Aphetaid Road, quite close to the wall, are a sanctuary of Dictynna and the royal graves of those called the Eurypontidae. Beside the Hellenium is a sanctuary of Arsinoe, daughter of Leucippus and sister of the wives of Polydeuces and Castor. At the place called the Forts is a temple of Artemis, and a little further on has been built a tomb for the diviners from Elis, called the Iamidae.
[9] καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ: Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίως μαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν. τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸν ἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴν τηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες. τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸς τιμᾶται περισσῶς δή τι. μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶ Αὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους: Τλησιμένην δὲ Παρθενοπαίου τοῦ Μελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν.
[12.9] There is also a sanctuary of Maron and of Alpheius. Of the Lacedaemonians who served at Thermopylae they consider that these men distinguished themselves in the fighting more than any save Leonidas himself. The sanctuary of Zeus Tropaean (He who turns to flight) was made by the Dorians, when they had conquered in war the Amyclaeans, as well as the other Achaeans, who at that time occupied Laconia. The sanctuary of the Great Mother has paid to it the most extraordinary honors. After it come the hero-shrines of Hippolytus, son of Theseus, and of the Arcadian Aulon, son of Tlesimenes. Some say that Tlesimenes was a brother, others a son of Parthenopaeus, son of Melanion.
[10] ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθ᾽ ἣν πεπο�
�ηταί σφισιν ἡ καλουμένη Σκιάς, ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι. ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπ᾽ αὐτοῦ πλάσαι. ἐνταῦθα ἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς.
[12.10] Leading from the market-place is another road, on which they have built what is called Scias (Canopy), where even at the present day they hold their meetings of the Assembly. This Canopy was made, they say, by Theodorus of Samos, who discovered the melting of iron and the moulding of images from it. Here the Lacedaemonians hung the harp of Timotheus of Miletus, to express their disapproval of his innovation in harping, the addition of four strings to the seven old ones.
[11] πρὸς δὲ τῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων: τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους.
[12.11] By the Canopy is a circular building, and in it images of Zeus and Aphrodite surnamed Olympian. This, they say, was set up by Epimenides, but their account of him does not agree with that of the Argives, for the Lacedaemonians deny that they ever fought with the Cnossians.
13. πλησίον δὲ ἔστι μὲν Κυνόρτου τοῦ Ἀμύκλα τάφος, ἔστι δὲ καὶ Κάστορος μνῆμα, ἐπὶ δὲ αὐτῷ καὶ ἱερὸν πεποίηται: τεσσαρακοστῷ γὰρ ὕστερον ἔτει τῆς μάχης τῆς πρὸς Ἴδαν καὶ Λυγκέα θεοὺς τοὺς Τυνδάρεω παῖδας καὶ οὐ πρότερον νομισθῆναί φασι. δείκνυται δὲ πρὸς τῇ Σκιάδι καὶ Ἴδα καὶ Λυγκέως τάφος. κατὰ μὲν δὴ τοῦ λόγου τὸ εἰκὸς ἐτάφησαν ἐν τῇ Μεσσηνίᾳ καὶ οὐ ταύτῃ:
[13.1] XIII. Hard by is the grave of Cynortas son of Amyclas, together with the tomb of Castor, and over the tomb there has also been made a sanctuary, for they say that it was not before the fortieth year after the fight with Idas and Lynceus that divine honors were paid to the sons of Tyndareus. By the Canopy is also shown the grave of Idas and Lynceus. Now it fits in best with their history to hold that they were buried not here but in Messenia.
[2] Μεσσηνίων δὲ αἱ συμφοραὶ καὶ ὁ χρόνος, ὅσον ἔφυγον ἐκ Πελοποννήσου, πολλὰ τῶν ἀρχαίων καὶ κατελθοῦσιν ἐποίησεν ἄγνωστα, ἅτε δὲ ἐκείνων οὐκ εἰδότων ἔστιν ἤδη τοῖς ἐθέλουσιν ἀμφισβητεῖν.
Λακεδαιμονίοις δὲ ἀπαντικρὺ τῆς Ὀλυμπίας Ἀφροδίτης ἐστὶ ναὸς Κόρης Σωτείρας: ποιῆσαι δὲ τὸν Θρᾷκα Ὀρφέα λέγουσιν, οἱ δὲ Ἄβαριν ἀφικόμενον ἐξ Ὑπερβορέων.
[13.2] But the disasters of the Messenians, and the length of their exile from the Peloponnesus, even after their return wrapped in darkness much of their ancient history, and their. ignorance makes it easy for any who wish to dispute a claim with them.
Opposite the Olympian Aphrodite the Lacedaemonians have a temple of the Saviour Maid. Some say that it was made by Orpheus the Thracian, others by Abairis when he had come from the Hyperboreans.
[3] ὁ δὲ Καρνειός, ὃν Οἰκέταν ἐπονομάζουσι, τιμὰς εἶχεν ἐν Σπάρτῃ καὶ πρὶν Ἡρακλείδας κατελθεῖν, ἵδρυτο δὲ ἐν οἰκίᾳ Κριοῦ τοῦ Θεοκλέους, ἀνδρὸς μάντεως: τούτου δὲ τοῦ Κριοῦ γεμιζούσῃ τῇ θυγατρὶ ὕδωρ συντυχόντες κατάσκοποι τῶν Δωριέων αὐτῇ τε ἀφίκοντο ἐς λόγους καὶ παρὰ τὸν Κριὸν ἐλθόντες διδάσκονται τὴν ἅλωσιν τῆς Σπάρτης.
[13.3] Carneus, whom they surname “of the House,” had honors in Sparta even before the return of the Heracleidae, his seat being in the house of a seer, Crius (Ram) the son of Theocles. The daughter of this Crius was met as she was filling her pitcher by spies of the Dorians, who entered into conversation with her, visited Crius and learned from him how to capture Sparta.
[4] Κάρνειον δὲ Ἀπόλλωνα Δωριεῦσι μὲν τοῖς πᾶσι σέβεσθαι καθέστηκεν ἀπὸ Κάρνου γένος ἐξ Ἀκαρνανίας, μαντευομένου δὲ ἐξ Ἀπόλλωνος: τοῦτον γὰρ τὸν Κάρνον ἀποκτείναντος Ἱππότου τοῦ Φύλαντος ἐνέπεσεν ἐς τὸ στρατόπεδον τοῖς Δωριεῦσι μήνιμα Ἀπόλλωνος, καὶ Ἱππότης τε ἔφυγεν ἐπὶ τῷ φόνῳ καὶ Δωριεῦσιν ἀπὸ τούτου τὸν Ἀκαρνᾶνα μάντιν καθέστηκεν ἱλάσκεσθαι. ἀλλὰ γὰρ Λακεδαιμονίοις οὐχ οὗτος ὁ Οἰκέτας ἐστὶ
Καρνειός, ὁ δὲ ἐν τοῦ μάντεως Κριοῦ τιμώμενος Ἀχαιῶν ἔτι ἐχόντων τὴν Σπάρτην.
[13.4] The cult of Apollo Carneus has been established among all the Dorians ever since Carnus, an Acarnanian by birth, who was a seer of Apollo. When he was killed by Hippotes the son of Phylas, the wrath of Apollo fell upon the camp of the Dorians Hippotes went into banishment because of the bloodguilt, and from this time the custom was established among the Dorians of propitiating the Acarnanian seer. But this Carnus is not the Lacedaemonian Carneus of the House, who was worshipped in the house of Crius the seer while the Achaeans were still in possession of Sparta.
[5] Πραξίλλῃ μὲν δὴ πεποιημένα ἐστὶν ὡς Εὐρώπης εἴη καὶ Διὸς ὁ Κάρνειος καὶ αὐτὸν ἀνεθρέψατο Ἀπόλλων καὶ Λητώ: λέγεται δὲ καὶ ἄλλος ἐπ᾽ αὐτῷ λόγος, ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ κρανείας ἐν Ἀπόλλωνος ἄλσει πεφυκυίας τοὺς Ἕλληνας ἐκτεμεῖν ἐς τοῦ ἵππου τοῦ δουρείου τὴν ποίησιν: μαθόντες δὲ ὀργήν σφισιν ἔχειν τὸν θεὸν θυσίαις ἱλάσκονται καὶ Ἀπόλλωνα ὀνομάζουσι Κάρνειον ἀπὸ τῶν κρανειῶν, ὑπερθέντες τὸ ῥῶ κατὰ δή τι ἀρχαῖον.
[13.5] The poetess Praxilla represents Carneus as the son of Europa, Apollo and Leto being his nurses. There is also another account of the name; in Trojan Ida there grew in a grove of Apollo cornel-trees, which the Greeks cut down to make the Wooden Horse. Learning that the god was wroth with them they propitiated him with sacrifices and named Apollo Carneus from the cornel-tree (craneia), a custom prevalent in the olden time making them transpose the r and the a.
[6] τοῦ Καρνείου δὲ οὐ πόρρω καλούμενόν ἐστιν ἄγαλμα Ἀφεταίου: τοῖς δὲ Πηνελόπης μνηστῆρσί φασιν ἐντεῦθεν γενέσθαι τοῦ δρόμου τὴν ἀρχήν. ἔστι δέ τι χωρίον ἔχον στοὰς ἐν τετραγώνῳ τῷ σχήματι, ἔνθα σφίσιν ἐπιπράσκετο ὁ ῥῶπος τὸ ἀρχαῖον: πρὸς τούτῳ Διὸς Ἀμβουλίου καὶ Ἀθηνᾶς ἐστιν Ἀμβουλίας βωμὸς καὶ Διοσκούρων καὶ τούτων Ἀμβουλίων.
[13.6] Not far from Carneus is what is called the image of Aphetaeus. Here they
say was the starting-place of the race run by the suitors of Penelope. There is a place having its porticoes in the form of a square, where of old stuff used to be sold to the people. By this is an altar of Zeus Counsellor and of Athena Counsellor, also of the Dioscuri, likewise surnamed Counsellors.
[7] ἀπαντικρὺ δὲ ἥ τε ὀνομαζομένη Κολώνα καὶ Διονύσου Κολωνάτα ναός, πρὸς αὐτῷ δὲ τέμενός ἐστιν ἥρωος, ὃν τῆς ὁδοῦ τῆς ἐς Σπάρτην Διονύσῳ φασὶ γενέσθαι ἡγεμόνα: τῷ δὲ ἥρωι τούτῳ πρὶν ἢ τῷ θεῷ θύουσιν αἱ Διονυσιάδες καὶ αἱ Λευκιππίδες. τὰς δὲ ἄλλας ἕνδεκα ἃς καὶ αὐτὰς Διονυσιάδας ὀνομάζουσι, ταύταις δρόμου προτιθέασιν ἀγῶνα:
[13.7] Opposite is what is called the Knoll, with a temple of Dionysus of the Knoll, by which is a precinct of the hero who they say guided Dionysus on the way to Sparta. To this hero sacrifices are offered before they are offered to the god by the daughters of Dionysus and the daughters of Leucippus. For the other eleven ladies who are named daughters of Dionysus there is held a footrace; this custom came to Sparta from Delphi.
[8] δρᾶν δὲ οὕτω σφίσιν ἦλθεν ἐκ Δελφῶν. τοῦ Διονύσου δὲ οὐ μακρὰν Διὸς ἱερόν ἐστιν Εὐανέμου, τούτου δὲ ἐν δεξιᾷ Πλευρῶνος ἡρῷον. γεγόνασι δὲ οἱ Τυνδάρεω παῖδες τὰ πρὸς μητρὸς ἀπὸ τοῦ
Πλευρῶνος: Θέστιον γὰρ τὸν Λήδας πατέρα Ἄσιός φησιν ἐν τοῖς ἔπεσιν Ἀγήνορος παῖδα εἶναι τοῦ Πλευρῶνος. τοῦ δὲ ἡρῴου λόφος ἐστὶν οὐ πόρρω καὶ Ἥρας ἐπὶ τῷ λόφῳ ναὸς Ἀργείας: ἱδρύσασθαι δὲ Εὐρυδίκην φασὶ Λακεδαίμονος θυγατέρα, γυναῖκα δὲ Ἀκρισίου τοῦ Ἄβαντος. Ἥρας δὲ ἱερὸν Ὑπερχειρίας κατὰ μαντείαν ἐποιήθη, τοῦ Εὐρώτα πολὺ τῆς γῆς σφισιν ἐπικλύζοντος.