Delphi Complete Works of Pausanias
Page 276
[13.8] Not far from the Dionysus is a sanctuary of Zeus of Fair Wind, on the right of which is a hero-shrine of Pleuron. The sons of Tyndareus were descended on their mother’s side from Pleuron, for Asius in his poem says that Thestius the father of Leda was the son of Agenor the son of Pleuron. Not far from the hero-shrine is a hill, and on the hill a temple of Argive Hera, set up, they say, by Eurydice, the daughter of Lacedaemon and the wife of Acrisius the son of Abas. An oracular utterance caused to be built a sanctuary of Hera Hyperchemia (she whose hand is above) at a time when the Eurotas was flooding a great part of the land.
[9] ξόανον δὲ ἀρχαῖον καλοῦσιν Ἀφροδίτης Ἥρας: ἐπὶ δὲ θυγατρὶ γαμουμένῃ νενομίκασι τὰς μητέρας τῇ θεῷ θύειν. τοῦ λόφου δὲ κατὰ τὴν ἐς δεξιὰν ὁδὸν Ἑτοιμοκλέους ἐστὶν εἰκών: τῷ δὲ Ἑτοιμοκλεῖ καὶ αὐτῷ καὶ Ἱπποσθένει τῷ πατρὶ πάλης εἰσὶν Ὀλυμπικαὶ νῖκαι, καὶ συναμφοτέροις μὲν μία τε καὶ δέκα, τῷ δὲ Ἱπποσθένει μιᾷ νίκῃ τὸν υἱὸν παρελθεῖν ὑπῆρξεν.
[13.9] An old wooden image they call that of Aphrodite Hera. A mother is wont to sacrifice to the goddess when a daughter is married. On the road to the right of the hill is a statue of Hetoemocles. Both Hetoemocles himself and his father Hipposthenes won Olympic victories for wrestling the two together won eleven, but Hipposthenes succeeded in beating his son by one victory.
SPARTA
14. ἐκ δὲ τῆς ἀγορᾶς πρὸς ἥλιον ἰόντι δυόμενον τάφος κενὸς Βρασίδᾳ τῷ Τέλλιδος πεποίηται: ἀπέχει δὲ οὐ πολὺ τοῦ τάφου τὸ θέατρον, λίθου λευκοῦ, θέας ἄξιον. τοῦ θεάτρου δὲ ἀπαντικρὺ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου μνῆμά ἐστι, τὸ δὲ ἕτερον Λεωνίδου — καὶ λόγους κατὰ ἔτος ἕκαστον ἐπ᾽ αὐτοῖς λέγουσι καὶ τιθέασιν ἀγῶνα, ἐν ᾧ πλὴν Σπαρτιατῶν ἄλλῳ γε οὐκ ἔστιν ἀγωνίζεσθαι — , τὰ δὲ ὀστᾶ τοῦ Λεωνίδου τεσσαράκοντα ἔτεσιν ὕστερον ἀνελομένου ἐκ Θερμοπυλῶν τοῦ Παυσανίου. κεῖται δὲ καὶ στήλη πατρόθεν τὰ ὀνόματα ἔχουσα οἳ πρὸς Μήδους τὸν ἐν Θερμοπύλαις ἀγῶνα ὑπέμειναν.
[14.1] XIV. On going westwards from the market-place is a cenotaph of Brasidas the son of Tellis. Not far from it is the theater, made of white marble and worth seeing. Opposite the theater are two tombs; the first is that of Pausanias, the general at Plataea, the second is that of Leonidas. Every year they deliver speeches over them, and hold a contest in which none may compete except Spartans. The bones of Leonidas were taken by Pausanias from Thermopylae forty years after the battle. There is set up a slab with the names, and their fathers’ names, of those who endured the fight at Thermopylae against the Persians.
[2] καλεῖται δὲ ἐν τῇ Σπάρτῃ Θεομηλίδα χωρίον: κατὰ τοῦτο τῆς πόλεως τάφοι τῶν
Ἀγιαδῶν βασιλέων εἰσὶ καὶ πλησίον ὀνομαζομένη λέσχη Κροτανῶν: εἰσὶ δὲ οἱ Κροτανοὶ Πιτανατῶν μοῖρα. Ἀσκληπιοῦ δὲ οὐ πόρρω τῆς λέσχης ἐστὶν ἱερὸν, ἐν Ἀγιαδῶν καλούμενον. προελθοῦσι δὲ Ταινάρου μνῆμά ἐστι, καὶ τὴν ἄκραν τὴν ἐς θάλασσαν ἐσέχουσαν ἀπὸ τούτου φασὶν ὀνομασθῆναι: θεῶν δὲ ἱερὰ Ποσειδῶνός ἐστιν Ἱπποκουρίου καὶ Ἀρτέμιδος Αἰγιναίας. ἐπανελθοῦσι δὲ ὀπίσω πρὸς τὴν λέσχην ἐστὶν Ἀρτέμιδος Ἰσσωρίας ἱερόν: ἐπονομάζουσι δὲ αὐτὴν καὶ Λιμναίαν, οὖσαν οὐκ Ἄρτεμιν, Βριτόμαρτιν δὲ τὴν Κρητῶν: τὰ δὲ ἐς αὐτὴν ὁ Αἰγιναῖος ἔχει μοι λόγος.
[14.2] There is a place in Sparta called Theomelida. In this part of the city are the graves of the Agiad kings, and near is what is called the lounge of the Crotani, who form a part of the Pitanatans. Not far from the lounge is a sanctuary of Asclepius, called “in the place of the Agiadae.” Farther on is the tomb of Taenarus, after whom they say the headland was named that juts out into the sea. Here are sanctuaries of Poseidon Hippocurius (Horse-tending) and of Artemis Aiginaea (Goat-goddess?). On returning to the lounge you see a sanctuary of Artemis Issoria. They surname her also Lady of the Lake, though she is not really Artemis hut Britomartis of Crete. I deal with her in my account of Aegina.
[3] ἐγγυτάτω δὲ τῶν μνημάτων ἃ τοῖς Ἀγιάδαις πεποίηται στήλην ὄψει, γεγραμμέναι δέ εἰσιν ἃς Χίονις ἀνὴρ Λακεδαιμόνιος δρόμου νίκας ἀνείλετο ἄλλας τε καὶ Ὀλυμπίασιν: ἐνταῦθα δὲ ἑπτὰ ἐγένοντό οἱ νῖκαι, τέσσαρες μὲν σταδίου, διαύλου δὲ αἱ λοιπαί: τὸν δὲ σὺν τῇ ἀσπίδι δρόμον ἐπὶ ἀγῶνι λήγοντι οὐ συνέβαινεν εἶναί πω. Χίονιν δὲ καὶ τοῦ στόλου μετασχεῖν τῷ Θηραίῳ Βάττῳ καὶ Κυρήνην οἰκίσαι σὺν ἐκείνῳ καὶ Λιβύων καταστρέψασθαι τοὺς προσχώρους λέγουσιν.
[14.3] Very near to the tombs which have been built for the Agiadae you will see a slab, on which are written the victories in the foot-race won, at Olympia and elsewhere, by Chionis, a Lacedaemonian. The Olympian victories were seven, four in the single-stade race and three in the double-stade race. The race with the shield, that takes place at the end of the contest, was not at that time one of the events. It is said that Chionis also took part in the expedition of Battus of Thera, helped him to found Cyrene and to reduce the neighboring Libyans.
[4] τὸ δὲ ἱερὸν τῆς Θέτιδος κατασκευασθῆναί φασιν ἐπ᾽ αἰτίᾳ τοιαύτῃ: πολεμεῖν μὲν πρὸς Μεσσηνίους ἀφεστηκότας, τὸν δὲ βασιλέα σφῶν Ἀνάξανδρον ἐσβαλόντα ἐς τὴν Μεσσηνίαν λαβεῖν αἰχμαλώτους γυναῖκας, ἐν δὲ αὐταῖς εἶναι Κλεώ, Θέτιδος δὲ αὐτὴν ἱέρειαν εἶναι. ταύτην ἡ τοῦ Ἀναξάνδρου γυνὴ τὴν Κλεὼ παρὰ τοῦ Ἀναξάνδρου αἰτεῖ, καὶ τό τε ξόανον τῆς Θέτιδος ἀνεῦρεν ἔχουσαν καὶ ναὸν μετ᾽ αὐτῆς ἱδρύσατο τῇ θεῷ: ἐποίει δὲ ταῦτα ἡ Λεανδρὶς κατὰ ὄψιν ὀνείρατος.
[14.4] The sanctuary of Thetis was set up, they say, for the following reason. The Lacedaemonians were making war against the Messenians, who had revolted, and their king Anaxander, having invaded Messenia, took prisoners certain women, and among them Cleo, priestess of Thetis. This Cleo the wife of Anaxander asked for from her husband, and discovering that she had the wooden image of Thetis, she set up with her a temple for the goddess. This Leandris did because of a vision in a dream,
[5] τὸ μὲν δὴ ξόανον τῆς Θέτιδος ἐν ἀπορρήτῳ φυλάσσουσι: Δήμητρα δὲ Χθονίαν Λακεδαιμόνιοι μὲν σέβειν φασὶ παραδόντος σφίσιν Ὀρφέως, δόξῃ δὲ ἐμῇ διὰ τὸ ἱερὸν τὸ ἐν Ἑρμιόνῃ κατέστη καὶ τούτοις Χθονίαν νομίζειν Δήμητρα. ἔστι δὲ καὶ Σαράπιδος νεώτατον τοῦτο Σπαρτιάταις ἱερὸν καὶ Διὸς ἐπίκλησιν Ὀλυμπί�
�υ.
[14.5] but the wooden image of Thetis is guarded in secret. The cult of Demeter Chthonia (of the Lower World) the Lacedaemonians say was handed on to them by Orpheus, but in my opinion it was because of the sanctuary in Hermione that the Lacedaemonians also began to worship Demeter Chthonia. The Spartans have also a sanctuary of Serapis, the newest sanctuary in the city, and one of Zeus surnamed Olympian.
[6] καλοῦσι δὲ Λακεδαιμόνιοι Δρόμον, ἔνθα τοῖς νέοις καὶ ἐφ᾽ ἡμῶν ἔτι δρόμου μελέτη καθέστηκεν. ἐς τοῦτον τὸν Δρόμον ἰόντι ἀπὸ τοῦ τάφου τῶν Ἀγιαδῶν ἔστιν ἐν ἀριστερᾷ μνῆμα Εὐμήδους, Ἱπποκόωντος δὲ καὶ οὗτος ἦν ὁ Εὐμήδης: ἔστι δὲ ἄγαλμα ἀρχαῖον Ἡρακλέους, ᾧ θύουσιν οἱ Σφαιρεῖς: οἱ δέ εἰσιν οἱ ἐκ τῶν ἐφήβων ἐς ἄνδρας ἀρχόμενοι συντελεῖν. πεποίηται δὲ καὶ γυμνάσια ἐν τῷ Δρόμῳ, τὸ ἕτερον Εὐρυκλέους ἀνάθημα ἀνδρὸς Σπαρτιάτου: τοῦ Δρόμου δὲ ἐκτὸς κατὰ τοῦ Ἡρακλέους τὸ ἄγαλμα ἔστιν οἰκία τὰ ἐφ᾽ ἡμῶν ἰδιώτου, Μενελάου τὸ ἀρχαῖον. προελθόντι δὲ ἀπὸ τοῦ Δρόμου Διοσκούρων ἱερὸν καὶ Χαρίτων, τὸ δὲ Εἰλειθυίας ἐστὶν Ἀπόλλωνός τε Καρνείου καὶ Ἀρτέμιδος Ἡγεμόνης:
[14.6] The Lacedaemonians give the name Running Course to the place where it is the custom for the young men even down to the present day to practise running. As you go to this Course from the grave of the Agiadae, you see on the left the tomb of Eumedes – this Eumedes was one of the children of Hippocoon – and also an old image of Heracles, to whom sacrifice is paid by the Sphaereis. These are those who are just passing from youth to manhood. In the Course are two gymnastic schools, one being a votive gift of Eurycles, a Spartan. Outside the Course, over against the image of Heracles, there is a house belonging now to a private individual, but in olden times to Menelaus. Farther away from the Course are sanctuaries of the Dioscuri, of the Graces, of Eileithyia, of Apollo Carneus, and of Artemis Leader.
[7] τὸ δὲ τοῦ Ἀγνίτα πεποίηται μὲν ἐν δεξιᾷ τοῦ Δρόμου, Ἀσκληπιοῦ δέ ἐστιν ἐπίκλησις ὁ Ἀγνίτας, ὅτι ἦν ἄγνου τῷ θεῷ ξόανον: ἡ δὲ ἄγνος λύγος καὶ αὐτὴ κατὰ ταὐτά ἐστι τῇ ῥάμνῳ. τοῦ Ἀσκληπιοῦ δὲ οὐ πόρρω τρόπαιον ἕστηκε, Πολυδεύκην δὲ ἀναστῆσαί φασιν ἐπὶ Λυγκεῖ: καί μοι κἀμοὶ καὶ τοῦτο ἀποφαίνει τὸν λόγον εἰκότα, οὐ ταφῆναι τοὺς Ἀφαρέως παῖδας ἐν Σπάρτῃ. πρὸς δὲ τοῦ Δρόμου τῇ ἀρχῇ Διόσκουροί τέ εἰσιν Ἀφετήριοι καὶ ὀλίγον προελθόντι ἡρῷον Ἄλκωνος: τὸν δὲ Ἄλκωνα λέγουσιν Ἱπποκόωντας παῖδα εἶναι.
παρὰ δὲ τοῦ Ἄλκωνος τὸ ἡρῷον Ποσειδῶνός ἐστιν ἱερόν, Δωματίτην δὲ ἐπονομάζουσιν.
[14.7] The sanctuary of Agnitas has been made on the right of the Course; Agnitas is a surname of Asclepius, because the god had a wooden image of agnus castus. The agnus is a willow like the thorn. Not far from Asclepius stands a trophy, raised, they say, by Polydeuces to celebrate his victory over Lynceus. This is one of the pieces of evidence that confirm my statement that the sons of Aphareus were not buried in Sparta. At the beginning of the Course are the Dioscuri Starters, and a little farther on a hero-shrine of Alcon, who they say was a son of Hippocoon. Beside the shrine of Alcon is a sanctuary of Poseidon, whom they surname “of the House.”
[8] καὶ χωρίον Πλατανιστᾶς ἐστιν ἀπὸ τῶν δένδρων, αἳ δὴ ὑψηλαὶ καὶ συνεχεῖς περὶ αὐτὸ αἱ πλάτανοι πεφύκασιν. αὐτὸ δὲ τὸ χωρίον, ἔνθα τοῖς ἐφήβοις μάχεσθαι καθέστηκε, κύκλῳ μὲν εὔριπος περιέχει κατὰ ταὐτὰ καὶ εἰ νῆσον θάλασσα, ἔφοδοι δὲ ἐπὶ γεφυρῶν εἰσι. γεφυρῶν δὲ ἐφ᾽ ἑκατέρᾳ τῇ μέν ἐστιν ἄγαλμα Ἡρακλέους, τῇ δὲ εἰκὼν Λυκούργου: νόμους δὲ ἔς τε τὴν ἄλλην πολιτείαν καὶ ἐς τὴν μάχην τῶν ἐφήβων ἔθηκεν ὁ Λυκοῦργος.
[14.8] And there is a place called Platanistas (Plane-tree Grove) from the unbroken ring of tall plane trees growing round it. The place itself, where it is customary for the youths to fight, is surrounded by a moat just like an island in the sea; you enter it by bridges. On each of the two bridges stand images; on one side an image of Heracles, on the other a likeness of Lycurgus. Among the laws Lycurgus laid down for the constitution are those regulating the fighting of the youths.
[9] καὶ τάδε ἄλλα τοῖς ἐφήβοις δρώμενά ἐστι: θύουσι πρὸ τῆς μάχης ἐν τῷ Φοιβαίῳ: τὸ δὲ Φοιβαῖόν ἐστιν ἐκτὸς τῆς πόλεως, Θεράπνης οὐ πολὺ ἀφεστηκός. ἐνταῦθα ἑκατέρα μοῖρα τῶν ἐφήβων σκύλακα κυνὸς τῷ Ἐνυαλίῳ θύουσι, θεῶν τῷ ἀλκιμωτάτῳ κρίνοντες ἱερεῖον κατὰ γνώμην εἶναι τὸ ἀλκιμώτατον ζῷον τῶν ἡμέρων. κυνὸς δὲ σκύλακας οὐδένας ἄλλους οἶδα Ἑλλήνων νομίζοντας θύειν ὅτι μὴ Κολοφωνίους: θύουσι γὰρ καὶ Κολοφώνιοι μέλαιναν τῇ Ἐνοδίῳ σκύλακα. νυκτεριναὶ δὲ ἥ τε Κολοφωνίων θυσία καὶ τῶν ἐν Λακεδαίμονι ἐφήβων καθεστήκασιν.
[14.9] There are other acts performed by the youths, which I will now describe. Before the fighting they sacrifice in the Phoebaeum, which is outside the city, not far distant from Therapne. Here each company of youths sacrifices a puppy to Enyalius, holding that the most valiant of tame animals is an acceptable victim to the most valiant of the gods. I know of no other Greeks who are accustomed to sacrifice puppies except the people of Colophon; these too sacrifice a puppy, a black bitch, to the Wayside Goddess. Both the sacrifice of the Colophonians and that of the youths at Sparta are appointed to take place at night.
[10] ἐπὶ δὲ τῇ θυσίᾳ κάπρους ἠθάδας οἱ ἔφηβοι συμβάλλουσι μαχουμένους: ὁποτέρων δ᾽ ἂν ὁ κάπρος τύχῃ νικῶν, ἐστιν ἐν τῷ Πλατανιστᾷ κρατῆσαι τούτους ὡς τὰ πλείω συμβαίνει. τοσάδε μὲν δρῶσιν ἐν τῷ Φοιβαίῳ: ἐς δὲ τὴν ἐπιοῦσαν ὀλίγον πρὸ μεσούσης ἡμέρας ἐσίασι κατὰ τὰς γεφύρας ἐς τὸ εἰρημένον χωρίον. τὴν μὲν δὴ ἔσοδον, καθ᾽ ἣν ἐσελθεῖν δεῦρο ἔστιν ἑκατέραν τάξιν, προεδήλωσε κλῆρός σφισιν ἐν τῇ νυκτί: μάχονται δὲ καὶ ἐν χερσὶ καὶ ἐμπηδῶντες λάξ, δάκνουσί τε καὶ τοὺς ὀφθαλμοὺς ἀντορύσσουσιν. ἀνὴρ μὲν δὴ πρὸς ἄνδρα τὸν εἰρημένον τρόπον μάχεται: ἀθρόοι δέ ἐμπίπτουσι βιαίως καὶ ἐς τὸ ὕδωρ ὠθοῦσιν ἀλλήλους.
[14.10] At the sacrifice the youths set trained boars to fight; the company whose boar happens to win generally gains the victory in Plane-tree Grove. Such are the performances in the Phoebaeum. A little before the middle of the next day they enter by the bridges into the place I have mentioned. They cast lots during the night to decide by wh
ich entrance each band is to go in. In fighting they use their hands, kick with their feet, bite, and gouge out the eyes of their opponents. Man to man they fight in the way I have described, but in the melee they charge violently and push one another into the water.
15. πρὸς δὲ τῷ Πλατανιστᾷ καὶ Κυνίσκας ἐστὶν ἡρῷον, θυγατρὸς Ἀρχιδάμου βασιλεύοντος Σπαρτιατῶν: πρώτη δὲ ἱπποτρόφησε γυναικῶν καὶ Ὀλυμπίασι πρώτη νίκην ἀνείλετο ἅρματι. ἔστι δὲ τῆς στοᾶς, ἣ παρὰ τὸν Πλατανιστᾶν πεποίηται, ταύτης ὄπισθεν ἡρῷα, τὸ μὲν Ἀλκίμου, τὸ δὲ Ἐναρσφόρου καὶ ἀφεστηκὸς οὐ πολὺ Δορκέως, τὸ δὲ ἐπὶ τούτῳ Σεβροῦ: παῖδας δὲ Ἱπποκόωντος εἶναι λέγουσιν.
[15.1] XV. At Plane-tree Grove there is also a hero-shrine of Cynisca, daughter of Archidamus king of the Spartans. She was the first woman to breed horses, and the first to win a chariot race at Olympia. Behind the portico built by the side of Plane-tree Grove are other hero-shrines, of Alcimus, of Enaraephorus, at a little distance away one of Dorceus, and close to it one of Sebrus.
[2] ἀπὸ δὲ τοῦ Δορκέως κρήνην τὴν πλησίον τοῦ ἡρῴου Δορκείαν, τὸ δὲ χωρίον τὸ Σέβριον καλοῦσιν ἀπὸ τοῦ Σεβροῦ. τοῦ Σεβρίου δέ ἐστιν ἐν δεξιᾷ μνῆμα Ἀλκμᾶνος, ᾧ ποιήσαντι ᾁσματα οὐδὲν ἐς ἡδονὴν αὐτῶν ἐλυμήνατο τῶν Λακώνων ἡ γλῶσσα, ἥκιστα παρεχομένη τὸ εὔφωνον.