Book Read Free

Delphi Complete Works of Pausanias

Page 387

by Pausanias


  [6] ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν: ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.

  [49.6] Although so seriously impeded, he bent in his knees and forced himself forward, so that he actually broke the spear by the movement of his legs. After the defeat of the Lacedaemonians under Cleomenes, Philopoemen returned to the camp, where the surgeons pulled out from one thigh the spike, from the other the blade. When Antigonus learned of his valor and saw it, he was anxious to take Philepoemen to Macedonia.

  [7] τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε: περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην — πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος — ἐπετέτακτο ἡγεμὼν μισθοφόροις: ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν καὶ τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν. Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.

  [49.7] But Philopoemen was not likely to care much about Antigonus. Sailing across to Crete, where a civil war was raging, he put himself at the head of a band of mercenaries. Going back to Megalopolis, he was at once chosen by the Achaeans to command the cavalry, and he turned them into the finest cavalry in Greece. In the battle at the river Larisus between the Achaeans with their allies and the Eleans with the Aetolians, who were helping the Eleans on grounds of kinship, Philopoemen first killed with his own hand Demophantus, the leader of the opposing cavalry, and then turned to flight all the mounted troops of Aetolia and Elis.

  50. ἅτε δὲ ἤδη τῶν Ἀχαιῶν ἀφορώντων ἐς αὐτὸν καὶ τὰ πάντα ἐκεῖνον ποιουμένων, τοῖς τεταγμένοις αὐτῶν ἐν τῷ πεζῷ μετέβαλε τῶν ὅπλων τὴν σκευήν: φοροῦντας γὰρ μικρὰ δοράτια καὶ ἐπιμηκέστερα ὅπλα κατὰ τοὺς Κελτικοὺς θυρεοὺς ἢ τὰ γέρρα τὰ Περσῶν, ἔπεισε θώρακάς τε ἐνδύεσθαι καὶ ἐπιτίθεσθαι κνημῖδας, πρὸς δὲ ἀσπίσιν Ἀργολικαῖς χρῆσθαι καὶ τοῖς δόρασι μεγάλοις.

  [50.1] L. As the Achaeans now turned their gaze on Philopoemen and placed in him all their hopes, he succeeded in changing the equipment of those serving in their infantry. They had been carrying short javelins and oblong shields after the fashion of the Celtic “door” or the Persian “wicker” Philopoemen, however, persuaded them to put on breast-plates and greaves, and also to use Argolic shields and long spears.

  [2] Μαχανίδου δὲ ἐν Λακεδαίμονι ἀναφύντος τυράννου καὶ αὖθις πολέμου τοῖς Ἀχαιοῖς πρὸς Λακεδαιμονίους καὶ Μαχανίδαν συνεστηκότος, ἡγεῖτο μὲν τοῦ Ἀχαϊκοῦ Φιλοποίμην: γινομένης δὲ πρὸς Μαντινείᾳ μάχης Λακεδαιμονίων μὲν οἱ ψιλοὶ τοὺς ἀσκεύους τῶν Ἀχαιῶν νικῶσι καὶ φεύγουσιν αὐτοῖς ἐπέκειτο ὁ Μαχανίδας, τῇ δὲ φάλαγγι ὁ Φιλοποίμην τῶν πεζῶν τρέπεται τῶν Λακεδαιμονίων τοὺς ὁπλίτας καὶ ἀναχωροῦντι ἀπὸ τῆς διώξεως Μαχανίδᾳ συντυχὼν ἀποκτίννυσιν αὐτόν. Λακεδαιμονίοις δὲ ἠτυχηκόσι τῇ μάχῃ περιεγεγόνει μείζων ἢ κατὰ τὸ πταῖσμα εὐτυχία, γεγονόσιν ἐλευθέροις ἀπὸ τοῦ τυράννου.

  [50.2] When Machanidas the upstart became despot of Lacedaemon, and war began once again between that city under Machanidas and the Achaeans, Philopoemen commanded the Achaean forces. A battle took place at Mantineia. The light troops of the Lacedaemonians overcame the light-armed of the Achaeans, and Machanidas pressed hard on the fugitives. Philopoemen, however, with the phalanx of infantry put to flight the Lacedaemonian men-at-arms, met Machanidas returning from the pursuit and killed him. The Lacedaemonians were unfortunate in the battle, but their good fortune more than compensated for their defeat, for they were delivered from their despot.

  [3] μετὰ δὲ οὐ πολὺ ἀγόντων Νέμεια Ἀργείων ἔτυχε μὲν τῶν κιθαρῳδῶν τῷ ἀγῶνι ὁ Φιλοποίμην παρών: Πυλάδου δὲ Μεγαλοπολίτου μὲν ἀνδρὸς γένος, κιθαρῳδοῦ δὲ τῶν ἐφ᾽ αὑτοῦ δοκιμωτάτου καὶ ἀνῃρημένου Πυθικὴν νίκην, τότε δὲ ᾁδοντος Τιμοθέου νόμον τοῦ Μιλησίου Πέρσας καὶ καταρξαμένου τῆς ᾠδῆς “Κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον,

  “Timotheus, unknown location.ἀπεῖδεν ἐς τὸν Φιλοποίμενα τὸ Ἑλληνικὸν καὶ ἐπεσημήναντο τῷ κρότῳ φέρειν ἐς ἐκεῖνον τὸ ᾆσμα. τοιοῦτο ἐς Θεμιστοκλέα ἄλλο ἐν Ὀλυμπίᾳ πυνθάνομαι συμβῆναι: καὶ γὰρ Θεμιστοκλέους ἐς τιμὴν ἐπανέστη τὸ ἐν Ὀλυμπίᾳ θέατρον.

  [50.3] Not long afterwards the Argives celebrated the Nemean games, and Philopoemen chanced to be present at the competition of the harpists. Pylades, a man of Megalopolis, the most famous harpist of his time, who had won a Pythian victory, was then singing the Persians, an ode of Timotheus the Milesian. When he had begun the song:

  Who to Greece gives the great and glorious jewel of freedom, Timotheus, unknown location.

  The audience of Greeks looked at Philopoemen and by their clapping signified that the song applied to him. I am told that a similar thing happened to Themistocles at Olympia, for the audience there rose to do him honor.

  [4] Φίλιππος δὲ ὁ Δημητρίου Μακεδόνων βασιλεύς, ὃς καὶ Ἄρατον φαρμάκῳ τὸν Σικυώνιον ἀπέκτεινεν, ἀπέστειλεν ἄνδρας ἐς Μεγάλην πόλιν φονεῦσαί σφισι Φιλοποίμενα ἐντειλάμενος: ἁμαρτὼν δὲ ἀνὰ τὴν Ἑλλάδα ἐμισήθη πᾶσαν.

  Θηβαῖοι δὲ κεκρατηκότες μάχῃ Μεγαρέας καὶ ἤδη τοῦ Μεγαρικοῦ τείχους ἐπιβαίνοντες, ἀπάτῃ τῶν Μεγαρέων μετελθόντων αὐτοὺς ὡς ἥκοι Φιλοποίμην σφίσιν ἐς τὴν πόλιν, ἐς τοσοῦτο εὐλαβείας προῆλθον ὡς οἴκαδε ἀποχωρῆσαι καταλιπόντες ἄπρακτον τοῦ πολέμου τὸ ἔργον.

  [50.4] But Philip, the son of Demetrius, kin
g of Macedonia, who poisoned Aratus of Sicyon, sent men to Megalopolis with orders to murder Philopoemen. The attempt failed, and Philip incurred the hatred of all Greece. The Thebans had defeated the Megarians in battle, and were already climbing the wall of Megara, when the Megarians deceived them into thinking that Philopoemen had come to Megara. This made the Thebans so cautious that they went away home, and abandoned their military operation.

  [5] ἐν δὲ Λακεδαίμονι αὖθις ἐπανέστη τύραννος Νάβις, ὃς Πελοποννησίων πρώτοις ἐπέθετο Μεσσηνίοις: ἐπελθὼν δέ σφισιν ἐν νυκτὶ καὶ οὐδαμῶς τὴν ἔφοδον ἐλπίζουσιν εἷλε μὲν πλὴν τῆς ἀκροπόλεως τὸ ἄστυ, ἀφικομένου δὲ ἐς τὴν ὑστεραίαν στρατιᾷ Φιλοποίμενος ἐξέπεσεν ὑπόσπονδος ἐκ Μεσσήνης.

  [50.5] In Lacedaemon another despot arose, Nabis, and the first of the Peloponnesians to be attacked by him were the Messenians. Coming upon them by night, when they by no means were expecting an assault, he took the city except the citadel; but when on the morrow Philopoemen arrived with an army, he evacuated Messene under a truce.

  [6] Φιλοποίμην δέ, ὡς ἐξῆκέν οἱ στρατηγοῦντι ὁ χρόνος καὶ ἄρχειν ἄλλοι τῶν Ἀχαιῶν ᾕρηντο, αὖθις ἐς Κρήτην διέβη καὶ ἐπεκούρησε Γορτυνίοις πολέμῳ πιεζομένοις. ποιουμένων δὲ ἐν ὀργῇ διὰ τὴν ἀποδημίαν τῶν Ἀρκάδων αὐτόν, ἐπάνεισί τε ἐκ Κρήτης καὶ Ῥωμαίους πόλεμον κατελάμβανεν ἐπανῃρημένους πρὸς Νάβιν.

  [50.6] When Philopoemen’s term of office as general expired, and others were chosen to be generals of the Achaeans, he again crossed to Crete and sided with the Gortynians, who were hard pressed in war. The Arcadians were wroth with him for his absence; so he returned from Crete and found that the Romans had begun a war against Nabis.

  [7] παρεσκευασμένων δὲ ἐπὶ τὸν Νάβιν ναυτικὸν τῶν Ῥωμαίων, ὁ Φιλοποίμην ὑπὸ προθυμίας μεθέξειν ἔμελλε τοῦ ἀγῶνος: ἅτε δὲ ἐς ἅπαν ἀπείρως θαλάσσης ἔχων τριήρους ἔλαθεν ἐπιβὰς ῥεούσης, ὥστε καὶ ἐσῆλθε Ῥωμαίους καὶ τὸ ἄλλο συμμαχικὸν μνήμη τῶν ἐπῶν ὧν ἐν καταλόγῳ πεποίηκεν Ὅμηρος ἐπὶ τῇ Ἀρκάδων ἀμαθίᾳ τῇ ἐς θάλασσαν.

  [50.7] The Romans had equipped a fleet against Nabis, and Philopoemen was too enthusiastic to keep out of the quarrel. But being entirely ignorant of nautical affairs he unwittingly embarked on a leaky trireme, so that the Romans and their allies were reminded of the verses of Homer, where in the Catalogue he remarks on the ignorance of the Arcadians of nautical matters.

  [8] ἡμέραις δὲ ὕστερον τῆς ναυμαχίας οὐ πολλαῖς Φιλοποίμην καὶ ὁ σὺν αὐτῷ λόχος φυλάξαντες νύκτα ἀσέληνον τὸ στρατόπεδον τῶν Λακεδαιμονίων κατεμπιπρᾶσιν ἐν Γυθίῳ. ἐνταῦθα ἀπέλαβεν ἐν δυσχωρίαις Νάβις Φιλοποίμενά τε αὐτὸν καὶ ὅσοι περὶ αὐτὸν τῶν Ἀρκάδων ἦσαν: ἦσαν δὲ ἄλλως μὲν ἀγαθοὶ τὰ ἐς πόλεμον, ἀριθμὸν δὲ οὐ πολλοί.

  [50.8] A few days after the sea-fight, Philopoemen and his band, waiting for a moonless night, burnt down the camp of the Lacedaemonians at Gythium. Thereupon Nabis caught Philopoemen himself and the Arcadians with him in a disadvantageous position. The Arcadians, though few in number, were good soldiers,

  [9] Φιλοποίμην δὲ τὴν τάξιν, ἣν τεταγμένους ἀπῆγεν ὀπίσω, ταύτην ὑπαλλάξας τὰ μάλιστα ἰσχυρὰ τῶν χωρίων πρὸς αὑτοῦ καὶ οὐ πρὸς τῶν πολεμίων ἐποίησεν εἶναι: κρατήσας δὲ τῇ μάχῃ Νάβιν καὶ τῶν Λακεδαιμονίων ἐν τῇ νυκτὶ καταφονεύσας πολλούς, δόξης ἔτι ἐς πλέον παρὰ τοῖς Ἕλλησιν ἤρθη.

  [50.9] and Philopoemen, by changing the order of his line of retreat, caused the strongest positions to be to his advantage and not to that of his enemy. He overcame Nabis in the battle and massacred during the night many of the Lacedaemonians, so raising yet higher his reputation among the Greeks.

  [10] μετὰ δὲ ταῦτα Νάβις μὲν ἐς εἰρημένον χρόνον σπονδὰς παρὰ Ῥωμαίων εὑράμενος τελευτᾷ, πρὶν ἤ οἱ τοῦ πολέμου τὰς ἀνοχὰς ἐξήκειν, ὑπὸ ἀνδρὸς Καλυδωνίου κατὰ δὴ συμμαχίας πρόφασιν ἥκοντος, πολεμίου δὲ τῷ ἔργῳ καὶ ἐπ᾽ αὐτὸ ἐσταλμένου τοῦτο ὑπὸ τῶν Αἰτωλῶν.

  [50.10] After this Nabis secured from the Romans a truce for a fixed period, but died before this period came to an end, being assassinated by a man of Calydon, who pretended that he had come about an alliance, but was in reality an enemy who had been sent for this very purpose of assassination by the Aetolians.

  51. Φιλοποίμην δὲ ὑπὸ τὸν καιρὸν ἐσπεσὼν τοῦτον ἐς τὴν Σπάρτην ἠνάγκασεν ἐς τὸ Ἀχαϊκὸν Λακεδαιμονίους συντελέσαι. μετὰ δὲ οὐ πολὺν χρόνον Τίτος μὲν Ῥωμαίων τῶν περὶ τὴν Ἑλλάδα ἡγεμὼν καὶ Διοφάνης ὁ Διαίου Μεγαλοπολίτης, ἄρχειν ἐν τῷ τότε ᾑρημένος τῶν Ἀχαιῶν, ἤλαυνον ἐπὶ τὴν Λακεδαίμονα, ἐπενεγκόντες αἰτίαν Λακεδαιμονίοις βουλεύειν σφᾶς νεώτερα ἐς Ῥωμαίους: Φιλοποίμην δέ, καίπερ ἐν τῷ παρόντι ἰδιώτης ὤν, ἀπέκλεισαν ὅμως ἐπιοῦσιν αὐτοῖς τὰς πύλας.

  [51.1] LI. At this time Philopoemen flung himself into Sparta and forced her to join the Achaean League. Shortly afterwards Titus, the Roman commander in Greece, and Diophanes, the son of Diaeus, a Megalopolitan who had been elected general of the Achaeans, attacked Lacedaemon, accusing the Lacedaemonians of rebellion against the Romans. But Philopoemen, though at the time holding no office, shut the gates against them.

  [2] Λακεδαιμόνιοι δὲ τούτων τε ἕνεκα καὶ ὧν ἐς ἀμφοτέρους τοὺς τυράννους ἐτόλμησεν, ἐδίδοσαν οἶκον αὐτῷ τὸν Νάβιδος ἐς πλέον ἢ τάλαντα ἑκατόν: ὁ δὲ ὑπερεφρόνησέ τε τῶν χρημάτων καὶ ἐκέλευε τοὺς Λακεδαιμονίους θεραπεύειν δόσεσιν ἀνθ᾽ αὑτοῦ τοὺς ἐν τῷ συλλόγῳ τῶν Ἀχαιῶν πιθανοὺς τῷ πλήθει, ταῦτα δὲ ἐς Τιμόλαον αὐτῷ λέγουσιν ὑποσημαίνεσθαι. ἀπεδείχθη δὲ καὶ αὖθις Ἀχαιῶν στρατηγῆσαι.

  [51.2] For this reason, and because of his courage shown against both the despots, the Lacedaemonians offered him the house of Nabis, worth more than a hundred talents. But he scorned the wealth, and bade the Lacedaemonians court with gifts, not himself, but those who could persuade the many in the meeting of the Achaeans — a suggestion, it is said, directed against Timolaus. He was again appointed general of the Achaeans.

  [3] Λακεδαιμονίων δὲ τηνικαῦτα ἐς ἔμφυλον προηγμένων στάσιν, τριακοσίους μὲν τῆς στάσεως μάλιστα αἰτίους ἐξέβαλεν ἐκ Πελοποννήσου καὶ τῶν εἱλώτων τε ἀπέδοτο ὅσον τρισχιλίους, τείχη δὲ π�
�ριεῖλε τῆς Σπάρτης καὶ τοῖς ἐφήβοις προεῖπε μὴ τὰ ἐκ τῶν νόμων τῶν Λυκούργου μελετᾶν, ἐφήβοις δὲ τοῖς Ἀχαιῶν κατὰ ταὐτὰ ἀσκεῖσθαι. καὶ τοῖς μὲν ὕστερον ἀποδώσειν ἔμελλον Ῥωμαῖοι παιδείαν τὴν ἐπιχώριον:

  [51.3] At this time the Lacedaemonians were involved in civil war, and Philopoemen expelled from the Peloponnesus three hundred who were chiefly responsible for the civil war, sold some three thousand Helots, razed the walls of Sparta, and forbade the youths to train in the manner laid down by the laws of Lycurgus, ordering them to follow the training of the Achaean youths. The Romans, in course of time, were to restore to the Lacedaemonians the discipline of their native land.

  [4] Ἀντίοχον δὲ ἀπόγονον Σελεύκου τοῦ ὀνομασθέντος Νικάτορος καὶ Σύρων τὴν σὺν αὐτῷ στρατιὰν Μανίου καὶ Ῥωμαίων ἐν Θερμοπύλαις νικησάντων καὶ Ἀρισταίνου τοῖς Ἀχαιοῖς τοῦ Μεγαλοπολίτου παραινοῦντος ἐπαινεῖν τὰ Ῥωμαίοις ἀρέσκοντα ἐπὶ παντὶ μηδὲ ἀνθίστασθαί σφισιν ὑπὲρ μηδενός, ὁ Φιλοποίμην ἀπεῖδεν ἐς τὸν Ἀρίσταινον σὺν ὀργῇ καὶ αὐτὸν τῇ Ἑλλάδι ἔφη τὴν πεπρωμένην ἐπιταχύνειν: Λακεδαιμονίων δὲ τοὺς φεύγοντας Μανίου καταδέξασθαι θέλοντος τῷ μὲν ἀντέπραξεν ἐς τὸ βούλευμα, ἐκείνου δὲ ἀπελθόντος τότε ἤδη κατελθεῖν τοὺς φυγάδας ἐφίησιν ἐς Σπάρτην.

 

‹ Prev