Book Read Free

Complete Works of Euripides

Page 94

by Euripides


  Χορός

  [535] Φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον

  κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;

  Τούτων τίς ἂν λέξειε γενναίους λόγους

  μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

  Ἰόλαος

  [539] Ὦ τέκνον, οὐκ ἔστ’ ἄλλοθεν τὸ σὸν κάρα

  [540] ἀλλ’ ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς

  πέφυκας Ἡράκλειον· οὐδ’ αἰσχύνομαι

  τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ’ ἀλγύνομαι.

  Ἀλλ’ ᾗ γένοιτ’ ἂν ἐνδικωτέρως φράσω·

  πάσας ἀδελφὰς δεῦρο χρὴ τὰς σὰς καλεῖν,

  [545] κᾆθ’ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·

  σὲ δ’ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

  Παρθένος

  Οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ’ ἐγώ·

  χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.

  Ἀλλ’, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι

  [550] χρῆσθαι προθύμῳ, τὴν ἐμὴν ψυχὴν ἐγὼ

  δίδωμ’ ἑκοῦσα τοῖσδ’, ἀναγκασθεῖσα δ’ οὔ.

  Ἰόλαος

  Φεῦ·

  ὅδ’ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·

  κἀκεῖνος ἦν ἄριστος· ἀλλ’ ὑπερφέρεις

  [555] τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.

  Οὐ μὴν κελεύω γ’ οὐδ’ ἀπεννέπω, τέκνον,

  θνῄσκειν σ’· ἀδελφοὺς <δ’> ὠφελεῖς θανοῦσα σούς.

  Παρθένος

  Σοφῶς σε λύεις· μὴ τρέσῃς μιάσματος

  τοὐμοῦ μετασχεῖν, ἀλλ’ ἐλευθερῶ σ’ <ἐγώ> θάνω.

  [560] Ἕπου δέ, πρέσβυ σῇ γὰρ ἐνθανεῖν χερὶ

  θέλω, πέπλοις δὲ σῶμ’ ἐμὸν κρύψον παρών·

  ἕπου σφαγῆς γὰρ πρὸς τὸ δεινὸν εἶμ’ ἐγώ,

  εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

  Ἰόλαος

  Οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.

  Παρθένος

  [565] Σὺ δ’ ἀλλὰ τοῦδε χρῇζε, μή μ’ ἐν ἀρσένων

  ἀλλ’ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

  Δημοφῶν

  Ἔσται τάδ’, ὦ τάλαινα παρθένων, ἐπεὶ

  κἀμοὶ τόδ’ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,

  πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας

  [570] καὶ τοῦ δικαίου. Τλημονεστάτην δέ σε

  πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.

  Ἀλλ’, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε

  χώρει προσειποῦσ’ ὑστάτοις προσφθέγμασιν.

  Παρθένος

  [574] Ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

  [575] τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,

  ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.

  Πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·

  σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.

  Ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου

  [580] διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.

  Ὑμεῖς τ’, ἀδελφῶν ἡ παροῦσ’ ὁμιλία,

  εὐδαιμονοῖτε, καὶ γένοιθ’ ὑμῖν ὅσων

  ἡμὴ πάροιθε καρδία σφαλήσεται.

  Καὶ τὸν γέροντα τήν τ’ ἔσω γραῖαν δόμων

  [585] τιμᾶτε πατρὸς μητέρ’ Ἀλκμήνην ἐμοῦ

  ξένους τε τούσδε. Κἂν ἀπαλλαγὴ πόνων

  καὶ νόστος ὑμῖν εὑρεθῇ ποτ’ ἐκ θεῶν,

  μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών·

  κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς

  [590] ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.

  Τάδ’ ἀντὶ παίδων ἐστί μοι κειμήλια

  καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·

  εἴη γε μέντοι μηδέν. Εἰ γὰρ ἕξομεν

  κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,

  [595] οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν

  κακῶν μέγιστον φάρμακον νομίζεται.

  Ἰόλαος

  Ἀλλ’, ὦ μέγιστον ἐκπρέπουσ’ εὐψυχίᾳ

  πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη

  καὶ ζῶσ’ ὑφ’ ἡμῶν καὶ θανοῦσ’ ἔσῃ πολύ·

  [600] καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν

  ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

  Ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη

  λύπῃ· λάβεσθε κἀς ἕδραν μ’ ἐρείσατε

  αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες κάρα.

  [605] Ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις,

  χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·

  μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

  Χορός

  [608] Οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,

  ἄνδρα γενέσθαι·

  [610] οὐδὲ τὸν αὐτὸν ἀεὶ ‘μβεβάναι δόμον

  εὐτυχίᾳ· παρὰ δ’ ἄλλαν ἄλλα

  μοῖρα διώκει.

  Τὸν μὲν ἀφ’ ὑψηλῶν βραχὺν ᾤκισε,

  τὸν δ’ ἀλήταν εὐδαίμονα τεύχει.

  [615] Μόρσιμα δ’ οὔτι φυγεῖν θέμις, οὐ σοφί-

  ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν

  ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.

  Ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν στένε, μηδ’ ὑπεράλγει

  [620] φροντίδα λύπᾳ·

  εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος

  ἁ μελέα πρό τ’ ἀδελφῶν καὶ γᾶς·

  οὐδ’ ἀκλεής νιν

  δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·

  [625] ἁ δ’ ἀρετὰ βαίνει διὰ μόχθων.

  Ἄξια μὲν πατρός, ἄξια δ’ εὐγενί-

  ας τάδε γίγνεται· εἰ δὲ σέβεις

  θανάτους ἀγαθῶν, μετέχω σοι.


  Θεράπων

  [630] Ὦ τέκνα, χαίρετ’· Ἰόλεως δὲ ποῦ γέρων

  μήτηρ τε πατρὸς τῆσδ’ ἕδρας ἀποστατεῖ;

  Ἰόλαος

  Πάρεσμεν, οἵα δή γ’ ἐμοῦ παρουσία.

  Θεράπων

  Τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ’ ἔχεις;

  Ἰόλαος

  Φροντίς τις ἦλθ’ οἰκεῖος, ᾗ συνειχόμην.

  Θεράπων

  [635] Ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

  Ἰόλαος

  Γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

  Θεράπων

  Ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

  Ἰόλαος

  Τίς δ’ εἶ σύ; Ποῦ σοι συντυχὼν ἀμνημονῶ;

  Θεράπων

  Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

  Ἰόλαος

  [640] Ὦ φίλταθ’, ἥκετ’ ἆρα σῷ κἄτερ βλάβης;

  Θεράπων

  Μάλιστα· καὶ πρός γ’ εὐτυχεῖς τὰ νῦν τάδε.

  Ἰόλαος

  Ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,

  ἔξελθ’, ἄκουσον τοῦδε φιλτάτους λόγους.

  Πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων

  [645] ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

  Ἀλκμήνη

  [646] Τί χρῆμ’ ἀυ¨τῆς πᾶν τόδ’ ἐπλήσθη στέγος,

  Ἰόλαε; Μῶν τίς σ’ αὖ βιάζεται παρὼν

  κῆρυξ ἀπ’ Ἄργους; Ἀσθενὴς μὲν ἥ γ’ ἐμὴ

  ῥώμη, τοσόνδε δ’ εἰδέναι σε χρή, ξένε,

  [650] οὐκ ἔστ’ ἄγειν σε τούσδ’ ἐμοῦ ζώσης ποτέ.

  Ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ

  μήτηρ ἔτ’· εἰ δὲ τῶνδε προσθίξῃ χερί,

  δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.

  Ἰόλαος

  Θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν

  [655] κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

  Ἀλκμήνη

  Τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

  Ἰόλαος

  Σὺ πρόσθε ναοῦ τοῦδ’ ὅπως βαίης πέλας.

  Ἀλκμήνη

  Οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ’ ὅδε;

  Ἰόλαος

  Ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

  Ἀλκμήνη

  [660] Ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.

  ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα

  [662] ποῦ νῦν ἄπεστι; Τίς νιν εἶργε συμφορὰ

  σὺν σοὶ φανέντα δεῦρ’ ἐμὴν τέρψαι φρένα;

  Θεράπων

  Στρατὸν καθίζει τάσσεταί θ’ ὃν ἦλθ’ ἔχων.

  Ἀλκμήνη

  [665] Τοῦδ’ οὐκέθ’ ἡμῖν τοῦ λόγου μέτεστι δή.

  Ἰόλαος

  Μέτεστιν· ἡμῶν δ’ ἔργον ἱστορεῖν τάδε.

  Θεράπων

  Τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;

  Ἰόλαος

  Πόσον τι πλῆθος συμμάχων πάρεστ’ ἔχων;

  Θεράπων

  Πολλούς· ἀριθμὸν δ’ ἄλλον οὐκ ἔχω φράσαι.

  Ἰόλαος

  [670] Ἴσασιν, οἶμαι, ταῦτ’ Ἀθηναίων πρόμοι.

  Θεράπων

  Ἴσασι, καὶ δὴ <‘ς> λαιὸν ἔστησαν κέρας.

  Ἰόλαος

  Ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

  Θεράπων

  Καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.

  Ἰόλαος

  Πόσον τι δ’ ἔστ’ ἄπωθεν Ἀργεῖον δόρυ;

  Θεράπων

  [675] Ὥστ’ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

  Ἰόλαος

  Τί δρῶντα; Μῶν τάσσοντα πολεμίων στίχας;

  Θεράπων

  ᾘκάζομεν ταῦτ’· οὐ γὰρ ἐξηκούομεν.

  Ἀλλ’ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος

  οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

  Ἰόλαος

  [680] Κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,

  φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

  Θεράπων

  Ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

  Ἰόλαος

  Καὶ μὴ μετασχεῖν γ’ ἀλκίμου μάχης φίλοις.

  Θεράπων

  [688] Οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ’ ἦν ῥώμη σέθεν.

  Ἰόλαος

  Ἀλλ’ οὖν μαχοῦμαί γ’ ἀριθμὸν οὐκ ἐλάσσοσιν.

  Θεράπων

  [690] Σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

  Ἰόλαος

  [687] Οὐδεὶς ἔμ’ ἐχθρῶν προσβλέπων ἀνέξεται.

  Θεράπων

  [684] Οὐκ ἔστ’ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

  Ἰόλαος

  [685] Τί δ’; Οὐ θένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;

  Θεράπων

  Θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

  Ἰόλαος

  [691] Μή τοί μ’ ἔρυκε δρᾶν παρεσκευασμένον.

  Θεράπων

  Δρᾶν μὲν σύ γ’ οὐχ οἷός τε, βούλεσθαι δ’ ἴσως.

  Ἰόλαος

  Ὡς μὴ μενοῦντος τἄλλα σοι λέγειν πάρα.

  Θεράπων

  Πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῇ;

  Ἰόλαος

  [695]Ἔστ’ ἐν δόμοισιν ἔνδον αἰχμάλωθ’ ὅπλα

  τοῖσδ’, οἷσι χρησόμεσθα· κἀποδώσομεν

  ζῶντες, θανόντας δ’ οὐκ ἀπαιτήσει θεός.

  Ἀλλ’ εἴσιθ’ εἴσω κἀπὸ πασσάλων ἑλὼν

  ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

  [700] Αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,

  τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

  Χορός

  Λῆμα μὲν οὔπω στόρνυσι χρόνος

  τὸ σόν, ἀλλ’ ἡβᾷ, σῶμα δὲ φροῦδον.

  Τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψ�
�ι,

  [705] σμικρὰ δ’ ὀνήσει πόλιν ἡμετέραν;

  Χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,

  τὰ δ’ ἀμήχαν’ ἐᾶν· οὐκ ἔστιν ὅπως

  ἥβην κτήσῃ πάλιν αὖθις.

  Ἀλκμήνη

  [709] Τί χρῆμα; Μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν

  [710] λιπεῖν μ’ ἔρημον σὺν <τέκνου> τέκνοις ἐμοῖς;

  Ἰόλαος

  Ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.

  Ἀλκμήνη

  Τί δ’; Ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;

  Ἰόλαος

  Παιδὸς μελήσει παισὶ τῶν λελειμμένων.

  Ἀλκμήνη

  Ἢν δ’ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;

  Ἰόλαος

  [715] Οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.

  Ἀλκμήνη

  Τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ’, ἔχω.

  Ἰόλαος

  Καὶ Ζηνὶ τῶν σῶν, οἶδ’ ἐγώ, μέλει πόνων.

  Ἀλκμήνη

  Φεῦ·

  Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·

  εἰ δ’ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

  Θεράπων

  [720] Ὅπλων μὲν ἤδη τήνδ’ ὁρᾷς παντευχίαν,

  φθάνοις δ’ ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·

  ὡς ἐγγὺς ἁγών, καὶ μάλιστ’ Ἄρης στυγεῖ

  μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,

  νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν

  [725] κόσμῳ πυκάζου τῷδ’· ἐγὼ δ’ οἴσω τέως.

  Ἰόλαος

  [726] Καλῶς ἔλεξας· ἀλλ’ ἐμοὶ πρόχειρ’ ἔχων

  τεύχη κόμιζε, χειρὶ δ’ ἔνθες ὀξύην,

  λαιόν τ’ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

  Θεράπων

  Ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

  Ἰόλαος

  [730] Ὄρνιθος οὕνεκ’ ἀσφαλῶς πορευτέον.

 

‹ Prev