Book Read Free

Complete Works of Euripides

Page 95

by Euripides


  Θεράπων

  Εἴθ’ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

  Ἰόλαος

  Ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

  Θεράπων

  Σύ τοι βραδύνειν, οὐκ ἐγώ, δοκεῖς τι δρᾶν.

  Ἰόλαος

  Οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;

  Θεράπων

  [735] Ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

  Ἰόλαος

  Οὐ ταῦτα λέξεις, ἡνίκ’ ἂν λεύσσῃς μ’ ἐκεῖ...

  Θεράπων

  Τί δρῶντα; Βουλοίμην δ’ ἂν εὐτυχοῦντά γε.

  Ἰόλαος

  Δι’ ἀσπίδος θείνοντα πολεμίων τινά.

  Θεράπων

  Εἰ δή ποθ’ ἥξομέν γε· τοῦτο γὰρ φόβος.

  Ἰόλαος

  Φεῦ·

  [740] εἴθ’, ὦ βραχίων, οἷον ἡβήσαντά σε

  μεμνήμεθ’ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ

  Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι

  τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως

  θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.

  [745] Ἔστιν δ’ ἐν ὄλβῳ καὶ τόδ’ οὐκ ὀρθῶς ἔχον,

  εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ

  τὸν εὐτυχοῦντα πάντ’ ἐπίστασθαι καλῶς.

  Χορός

  [748] Γᾶ καὶ παννύχιος σελά-

  να καὶ λαμπρόταται θεοῦ

  [750] φαεσιμβρότου αὐγαί,

  ἀγγελίαν μοι ἐνέγ-

  καιτ’· ἰαχήσατε δ’ οὐρανῷ

  καὶ παρὰ θρόνον ἀρχέταν

  γλαυκᾶς τ’ ἐν Ἀθάνας.

  [755] Μέλλω τᾶς πατριώτιδος

  γᾶς, μέλλω καὶ ὑπὲρ δόμων

  ἱκέτας ὑποδεχθεὶς

  κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.

  Δεινὸν μὲν πόλιν ὡς Μυκή-

  [760] νας εὐδαίμονα καὶ δορὸς

  πολυαίνετον ἀλκᾷ

  μῆνιν ἐμᾷ χθονὶ κεύ-

  θειν· κακὰ δ’, ὦ πόλις, εἰ ξένους

  ἱκτῆρας παραδώσομεν

  [765] κελεύσμασιν Ἄργους.

  Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-

  μαι, Ζεύς μοι χάριν ἐνδίκως

  ἔχει· οὔποτε θνατῶν

  ἥσσους <δαίμονες> ἔκ γ’ ἐμοῦ φανοῦνται.

  [770] Ἀλλ’, ὦ πότνια, σὸν γὰρ οὖ-

  δας γᾶς, καὶ πόλις, ἇς σὺ μά-

  τηρ δέσποινά τε καὶ φύλαξ

  πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως

  τᾷδ’ ἐπάγοντα δορυσσοῦν

  [775] στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γ’ ἀρετᾷ

  δίκαιός εἰμ’ ἐκπεσεῖν μελάθρων.

  Ἐπεί σοι πολύθυτος ἀεὶ

  τιμὰ κραίνεται, οὐδὲ λά-

  θει μηνῶν φθινὰς ἁμέρα,

  [780] νέων τ’ ἀοιδαὶ χορῶν τε μολπαί.

  Ἀνεμόεντι δ’ ἐπ’ ὄχθῳ

  ὀλολύγματα παννυχίοις ὑπὸ παρ-

  θένων ἰαχεῖ ποδῶν κρότοισιν.

  Ἄγγελος

  [784] Δέσποινα, μύθους σοί τε συντομωτάτους·

  [785] κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω·

  νικῶμεν ἐχθροὺς καὶ τροπαῖ’ ἱδρύεται

  παντευχίαν ἔχοντα πολεμίων σέθεν.

  Ἀλκμήνη

  Ὦ φίλταθ’, ἥδε σ’ ἡμέρα διώλβισεν·

  ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.

  [790] Μιᾶς δ’ ἔμ’ οὔπω συμφορᾶς ἐλευθεροῖς·

  φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

  Ἄγγελος

  Ζῶσιν, μέγιστόν γ’ εὐκλεεῖς κατὰ στρατόν.

  Ἀλκμήνη

  Ὁ μὲν γέρων οὖν ἔστιν Ἰόλεως ἔτι;

  Ἄγγελος

  Μάλιστα, πράξας γ’ ἐκ θεῶν κάλλιστα δή.

  Ἀλκμήνη

  [795] Τί δ’ ἔστι; Μῶν τι κεδνὸν ἠγωνίζετο;

  Ἄγγελος

  Νέος μεθέστηκ’ ἐκ γέροντος αὖθις αὖ.

  Ἀλκμήνη

  Θαυμάστ’ ἔλεξας· ἀλλά σ’ εὐτυχῆ φίλων

  μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

  Ἄγγελος

  [799] Εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.

  [800] Ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν

  κατὰ στόμ’ ἐκτείνοντες ἀντετάξαμεν,

  ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα

  ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.

  Κἄπειτ’ ἔλεξεν· “Ὦ” στρατήγ’ ὃς Ἀργόθεν

  [805] ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν

  [806] καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν

  ἀνδρῶν στερήσας· ἀλλ’ ἐμοὶ μόνος μόνῳ

  μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν

  τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ

  [810] τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.

  Στρατὸς δ’ ἐπῄνεσ’ ἔς τ’ ἀπαλλαγὰς πόνων

  καλῶς λελέχθαι μῦθον ἔς τ’ εὐψυχίαν.

  Ὁ δ’ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων

  οὔτ’ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν

  [815] ἐλθεῖν ἐτόλμησ’ ἐγγὺς ἀλκίμου δορός,

  ἀλλ’ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς

  τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;

  Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·

  μάντεις δ’, ἐπειδὴ μονομάχου δι’ ἀσπίδος

  [820] διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,

  ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ’ ἀφίεσαν

  λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.

  Οἱ δ’ ἅρματ’ εἰσέβαινον, οἱ δ’ ὑπ’ ἀσπίδων

  πλευροῖς ἔχριμπτον πλεύρ’· Ἀθηναίων δ’ ἄναξ

  [825] στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ· />
  “Ὦ” ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ

  καὶ τῇ τεκούσῃ νῦν τιν’ ἀρκέσαι χρεών.

  Ὁ δ’ αὖ τό τ’ Ἄργος μὴ καταισχῦναι θέλειν

  καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

  Ἐπεὶ δ’ ἐσήμην’ ὄρθιον Τυρσηνικῇ

  σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,

  πόσον τιν’ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,

  πόσον τινὰ στεναγμὸν οἰμωγήν θ’ ὁμοῦ;

  Τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς

  [835] ἐρρήξαθ’ ἡμᾶς, εἶτ’ ἐχώρησαν πάλιν.

  Τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,

  ἀνὴρ δ’ ἐπ’ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·

  πολλοὶ δ’ ἔπιπτον. Ἦν δὲ δύο κελεύματα

  “Ὦ” τὰς Ἀθήνας “Ὦ” τὸν Ἀργείων γύην

  [840] σπείροντες οὐκ ἀρήξετ’ αἰσχύνην πόλει;

  Μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων

  ἐτρεψάμεσθ’ Ἀργεῖον ἐς φυγὴν δόρυ.

  Κἀνταῦθ’ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον

  ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν

  [845] Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.

  Λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως

  πώλοις ἐπεῖχε. Τἀπὸ τοῦδ’ ἤδη κλύων

  λέγοιμ’ ἂν ἄλλων, δεῦρο γ’ αὐτὸς εἰσιδών.

  Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον

  [850] δίας Ἀθάνας, ἅρμ’ ἰδὼν Εὐρυσθέως,

  ἠράσαθ’ Ἥβῃ Ζηνί θ’ ἡμέραν μίαν

  νέος γενέσθαι κἀποτείσασθαι δίκην

  ἐχθρούς. Κλύειν δὴ θαύματος πάρεστί σοι.

  Δισσὼ γὰρ ἀστέρ’ ἱππικοῖς ἐπὶ ζυγοῖς

  [855] σταθέντ’ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·

  σὸν δὴ λέγουσι παῖδά γ’ οἱ σοφώτεροι

  Ἥβην θ’· ὁ δ’ ὄρφνης ἐκ δυσαιθρίου νέων

  βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.

  Αἱρεῖ δ’ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως

  [860] τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,

  δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον

  κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων

  τὸν ὄλβιον πάροιθε. Τῇ δὲ νῦν τύχῃ

  βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,

  [865] τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν

  θανόντ’ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.

  Χορός

  Ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου

  ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

  Ἀλκμήνη

  [869] Ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,

  [870] χάριν δ’ ὅμως σοι τῶν πεπραγμένων ἔχω·

  καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ’ ἐγὼ

  θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

  Ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,

  ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου

  [875] Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς

  ὄψεσθε, κλήρους δ’ ἐμβατεύσετε χθονὸς

  καὶ θεοῖς πατρῴοις θύσεθ’, ὧν ἀπειργμένοι

  ξένοι πλανήτην εἴχετ’ ἄθλιον βίον.

  Ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε

  [880] Εὐρυσθέως ἐφείσαθ’ ὥστε μὴ κτανεῖν;

  Λέξον· παρ’ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,

  ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

  Ἄγγελος

  [883] Τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις

  ταρβοῦντα καὶ σῇ δεσποτούμενον χερί.

  [885] Οὐ μὴν ἑκόντα γ’ αὐτόν, ἀλλὰ πρὸς βίαν

  ἔζευξ’ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο

  ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

  Ἀλλ’, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι

  ὃ πρῶτον εἶπας, ἡνίκ’ ἠρχόμην λόγου,

  [890] ἐλευθερώσειν μ’· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ

  ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

  Χορός

  [892] Ἐμοὶ χορὸς μὲν ἡδὺ καὶ λίγεια λω-

  τοῦ χάρις ἀμφὶ δαῖτα·

  εἴη δ’ <ἂν> εὔχαρις Ἀφροδίτα·

  [895] τερπνὸν δέ τι καὶ φίλων ἆρ’

  εὐτυχίαν ἰδέσθαι

  τῶν πάρος οὐ δοκούντων.

  Πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ-

  [900] τειρ’ Αἰών τε Χρόνου παῖς.

  Ἔχεις ὁδόν τιν’, ὦ πόλις, δίκαιον· οὐ

  χρή ποτε τοῦδ’ ἀφέσθαι, -

  τιμᾶν θεούς· ὁ <δὲ> μή σε φάσκων

  ἐγγὺς μανιῶν ἐλαύνει,

  [905] δεικνυμένων ἐλέγχων

  τῶνδ’· ἐπίσημα γάρ τοι

  θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι-

  ρῶν φρονήματος αἰεί.

  [910] Ἔστιν ἐν οὐρανῷ βεβα-

  κὼς ὁ σὸς γόνος, ὦ γεραι-

  ά· φεύγει λόγον ὡς τὸν Ἅι-

  δα δόμον κατέβα, πυρὸς

  δεινᾷ φλογὶ σῶμα δαισθείς·

  [915] Ἥβας τ’ ἐρατὸν χροί¨-

  ζει λέχος χρυσέαν κατ’ αὐλάν.

  Ὦ Ὑμέναιε, δισ-

  σοὺς παῖδας Διὸς ἠξίωσας.

  Συμφέρεται δὲ πολλὰ πολ-

  [920] λοῖς· καὶ γὰρ πατρὶ τῶνδ’ Ἀθά-

  ναν λέγουσ’ ἐπίκουρον εἶ-

  ναι, καὶ τούσδε θεᾶς πόλις

  καὶ λαὸς ἔσωσε κείνας·

  ἔσχεν δ’ ὕβριν ἀνδρὸς ᾧ

  [925] θυμὸς ἦν πρὸ δίκας βίαιος.

  Μήποτ’ ἐμοὶ φρόνη-

  μα ψυχά τ’ ἀκόρεστος εἴη.

  Θεράπων

  [928] Δέσποιν’, ὁρᾷς μέν, ἀλλ’ ὅμως εἰρ
ήσεται,

  Εὐρυσθέα σοι τόνδ’ ἄγοντες ἥκομεν,

  [930] ἄελπτον ὄψιν, τῷδέ τ’ οὐχ ἧσσον τύχην·

  οὐ γάρ ποτ’ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,

  ὅτ’ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι

  ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν

  πέρσων Ἀθάνας. Ἀλλὰ τὴν ἐναντίαν

  [935] δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.

  Ὕλλος μὲν οὖν ὅ τ’ ἐσθλὸς Ἰόλεως βρέτας

  Διὸς τροπαίου καλλίνικον ἵστασαν·

  ἐμοὶ δὲ πρὸς σὲ τόνδ’ ἐπιστέλλουσ’ ἄγειν,

  τέρψαι θέλοντες σὴν φρέν’· ἐκ γὰρ εὐτυχοῦς

  [940] ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ’ ὁρᾶν.

  Ἀλκμήνη

  [939] Ὦ μῖσος, ἥκεις; Εἷλέ σ’ ἡ Δίκη χρόνῳ;

  Πρῶτον μὲν οὖν μοι δεῦρ’ ἐπίστρεψον κάρα

  καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον

  ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.

  [945] Ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,

  ὃς πολλὰ μὲν τὸν ὄνθ’ ὅπου ‘στὶ νῦν ἐμὸν

  παῖδ’ ἀξιώσας, ὦ πανοῦργ’, ἐφυβρίσαι

  [950] ὕδρας λέοντάς τ’ ἐξαπολλύναι λέγων

  ἔπεμπες; Ἄλλα δ’ οἷ’ ἐμηχανῶ κακὰ

  σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.

  [948] Τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι

  ὃς καὶ παρ’ Ἅιδην ζῶντά νιν κατήγαγες;

  [953] Κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,

  ἀλλ’ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν’ Ἑλλάδος

  [955] ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,

  τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.

  Ἀλλ’ ηὗρες ἄνδρας καὶ πόλισμ’ ἐλεύθερον,

  οἵ σ’ οὐκ ἔδεισαν. Δεῖ σε κατθανεῖν κακῶς,

 

‹ Prev