Book Read Free

Complete Works of Euripides

Page 97

by Euripides


  [105] Εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.

  Ἱππόλυτος

  [108] Χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους

  σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας

  [110] τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν

  ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο

  βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.

  Τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.

  Θεράπων

  Ἡμεῖς δέ, τοὺς νέους γὰρ οὐ μιμητέον

  [115] φρονοῦντας οὕτως, ὡς πρέπει δούλοις λέγειν

  προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,

  δέσποινα Κύπρι. Χρὴ δὲ συγγνώμην ἔχειν·

  εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων

  μάταια βάζει, μὴ δόκει τούτων κλύειν.

  [120] Σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.

  Χορός

  [121] Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,

  βαπτὰν κάλπισι πα-

  γὰν ῥυτὰν προιεῖσα κρημνῶν·

  [125] τόθι μοί τις ἦν φίλα

  πορφύρεα φάρεα

  ποταμίᾳ δρόσῳ

  τέγγουσα, θερμᾶς δ’ ἐπὶ νῶτα πέτρας

  εὐαλίου κατέβαλλ’· ὅθεν μοι

  [130] πρώτα φάτις ἦλθε δεσποίνας,

  τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν

  οἴκων, λεπτὰ δὲ φά-

  ρη ξανθὰν κεφαλὰν σκιάζειν·

  [135] τριτάταν δέ νιν κλύω

  τάνδ’ ἀβρωσίᾳ

  στόματος ἁμέραν

  Δάματρος ἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,

  κρυπτῷ πένθει θανάτου θέλουσαν

  [140] κέλσαι ποτὶ τέρμα δύστανον.

  Σύ γὰρ ἔνθεος, ὦ κούρα,

  εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας

  ἢ σεμνῶν Κορυβάντων φοι-

  τᾷς ἢ ματρὸς ὀρείας;

  [145] Σὺ δ’ ἀμφὶ τὰν πολύθη-

  ρον Δίκτυνναν ἀμπλακίαις

  ἀνίερος ἀθύτων πελάνων τρύχῃ;

  Φοιτᾷ γὰρ καὶ διὰ λί-

  μνας χέρσον θ’ ὑπὲρ πελάγους

  [150] δίναις ἐν νοτίαις ἅλμας.

  Ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν

  ἀρχαγόν, τὸν εὐπατρίδαν,

  ποιμαίνει τις ἐν οἴκοις κρυ-

  πτὰ κοίτα λεχέων σῶν;

  [155] Ἢ ναυβάτας τις ἔπλευ-

  σεν Κρήτας ἔξορμος ἀνὴρ

  λιμένα τὸν εὐξεινότατον ναύταις

  φήμαν πέμπων βασιλείᾳ,

  λύπᾳ δ’ ὑπὲρ παθέων

  [160] εὐναία δέδεται ψυχά;

  Φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν

  ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν

  ὠδίνων τε καὶ ἀφροσύνας.

  [165] Δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’

  αὔρα· τὰν δ’ εὔλοχον οὐρανίαν

  τόξων μεδέουσαν ἀύτευν

  Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ

  σὺν θεοῖσι φοιτᾷ.

  [170] Ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν

  τήνδε κομίζουσ’ ἔξω μελάθρων.

  Στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.

  Τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,

  τί δεδήληται

  [175] δέμας ἀλλόχροον βασιλείας.

  Τροφός

  [176] Ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.

  Τί σ’ ἐγὼ δράσω; Τί δὲ μὴ δράσω;

  Τόδε σοι φέγγος, λαμπρὸς ὅδ’ αἰθήρ,

  ἔξω δὲ δόμων ἤδη νοσερᾶς

  [180] δέμνια κοίτης.

  Δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,

  τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.

  Ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,

  οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν

  [185] φίλτερον ἡγῇ.

  Κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·

  τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει

  λύπη τε φρενῶν χερσίν τε πόνος.

  Πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων

  [190] κοὐκ ἔστι πόνων ἀνάπαυσις.

  Ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο

  σκότος ἀμπίσχων κρύπτει νεφέλαις.

  Δυσέρωτες δὴ φαινόμεθ’ ὄντες

  τοῦδ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν

  [195] δι’ ἀπειροσύνην ἄλλου βιότου

  κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,

  μύθοις δ’ ἄλλως φερόμεσθα.

  Φαίδρα

  [198] Αἴρετέ μου δέμας, ὀρθοῦτε κάρα·

  λέλυμαι μελέων σύνδεσμα φίλων.

  [200] Λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.

  Βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν·

  ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.

  Τροφός

  Θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς

  μετάβαλλε δέμας·

  [205] ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας

  καὶ γενναίου λήματος οἴσεις.

  Μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.

  Φαίδρα

  Αἰαῖ·

  πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος

  καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,

  [210] ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ

  λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;

  Τροφός

  Ὦ παῖ, τί θροεῖς;

  Οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ

  μανίας ἔποχον ῥίπτουσα λόγον;

  Φαίδρα

  [215] Πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν

  καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι

  στείβουσι κύνες

  βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι.

  Πρὸς θεῶν, ἔραμαι κυσὶ θ
ωύξαι

  [220] καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι

  Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’

  ἐν χειρὶ βέλος.

  Τροφός

  Τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;

  Τί κυνηγεσίων καί σοι μελέτη;

  [225] Τί δὲ κρηναίων νασμῶν ἔρασαι;

  Πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς

  κλειτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.

  Φαίδρα

  Δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας

  καὶ γυμνασίων τῶν ἱπποκρότων,

  [230] εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,

  πώλους Ἐνέτας δαμαλιζομένα.

  Τροφός

  [233] Τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;

  Νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας

  πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις

  [235] ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.

  Τάδε μαντείας ἄξια πολλῆς,

  ὅστις σε θεῶν ἀνασειράζει

  καὶ παρακόπτει φρένας, ὦ παῖ.

  Φαίδρα

  Δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;

  [240] Ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;

  Ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.

  Φεῦ φεῦ, τλήμων.

  Μαῖα, πάλιν μου κρύψον κεφαλήν,

  αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.

  [245] Κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,

  καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.

  Τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ,

  τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ

  μὴ γιγνώσκοντ’ ἀπολέσθαι.

  Τροφός

  [250] Κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος

  σῶμα καλύψει;

  Πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος·

  χρῆν γὰρ μετρίας εἰς ἀλλήλους

  φιλίας θνητοὺς ἀνακίρνασθαι

  [255] καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

  εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν

  ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.

  Τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν

  ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ

  [260] τῆσδ’ ὑπεραλγῶ.

  Βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις

  φασὶ σφάλλειν πλέον ἢ τέρπειν

  τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν·

  οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ

  [265] τοῦ μηδὲν ἄγαν·

  καὶ ξυμφήσουσι σοφοί μοι.

  Χορός

  Γύναι γεραιά, βασιλίδος πιστὴ τροφέ,

  Φαίδρας ὁρῶμεν τάσδε δυστήνους τύχας.

  Ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·

  [270] σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.

  Τροφός

  Ἔληξ’ ἐλέγχουσ’· οὐ γὰρ ἐννέπειν θέλει.

  Χορός

  [272] Οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;

  Τροφός

  Ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.

  Χορός

  Ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.

  Τροφός

  Π275] πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;

  Χορός

  Πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;

  Τροφός

  Θανεῖν; Ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.

  Χορός

  Θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.

  Τροφός

  Κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.

  Χορός

  [280] Ὁ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;

  Τροφός

  Ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.

  Χορός

  Σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη

  νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;

  Τροφός

  [284] Ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον.

  [285] Οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,

  ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς

  οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.

  Ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων

  λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ

  [290] στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,

  ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην

  μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.

  Κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,

  γυναῖκες αἵδε συγκαθιστάναι νόσον·

  [295] εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,

  λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.

  Εἶἑν· τί σιγᾷς; Οὐκ ἐχρῆν σιγᾶν, τέκνον,

  ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,

  ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.

  [300] Φθέγξαι τι, δεῦρ’ ἄθρησον. Ὦ τάλαιν’ ἐγώ.

  Γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,

  ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε

  λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται.

  Ἀλλ’ ἴσθι μέντοι πρὸς τάδ’ αὐθαδεστέρα

  [305] γίγνου θαλάσσης εἰ θανῇ, προδοῦσα σοὺς

  παῖδας, πατρῴων μὴ μεθέξοντας δόμων,

  μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,

  ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο

  νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,

  [310] Ἱππόλυτον . . .

  Φαίδρα

  Οἴμοι.

  Τροφός

  Θιγγάνει σέθεν τόδε;

  Φαίδρα

  Ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν

  τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.

  Τροφός

&nb
sp; Ὁρᾷς; Φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις

  παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.

  Φαίδρα

  [315] Φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.

  Τροφός

  Ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;

  Φαίδρα

  Χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

  Τροφός

  Μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;

  Φαίδρα

  Φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.

  Τροφός

  [320] Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;

  Φαίδρα

  Μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.

  Τροφός

  Τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;

  Φαίδρα

  Ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σ’ ἁμαρτάνω.

  Τροφός

  Οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.

  Φαίδρα

  [325] Τί δρᾷς; Βιάζῃ χειρὸς ἐξαρτωμένη;

  Τροφός

  Καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.

  Φαίδρα

  Κάκ’ ὦ τάλαινά σοι τάδ’, εἰ πεύσῃ, κακά.

  Τροφός

  Μεῖζον γὰρ ἤ σου μὴ τυχεῖν τί μοι κακόν;

  Φαίδρα

  Ὀλῇ. τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.

  Τροφός

  [330] Κἄπειτα κρύπτεις, χρήσθ’ ἱκνουμένης ἐμοῦ;

  Φαίδρα

  Ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.

  Τροφός

  Οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ;

  Φαίδρα

  Ἄπελθε πρὸς θεῶν δεξιάν τ’ ἐμὴν μέθες.

  Τροφός

  Οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.

  Φαίδρα

  [335] Δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.

  Τροφός

  Σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.

  Φαίδρα

 

‹ Prev