Complete Works of Euripides
Page 98
Ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον.
Τροφός
Ὃν ἔσχε ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
Σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ.
Τροφός
[340] Τέκνον, τί πάσχεις; Συγγόνους κακορροθεῖς;
Φαίδρα
Τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
Ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
Ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός
Οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
Φαίδρα
Φεῦ·
[345] πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός
Οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα
Τί τοῦθ’ ὃ δὴ λέγουσιν ἀνθρώπους ἐρᾶν;
Τροφός
Ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
Φαίδρα
Ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
Τροφός
[350] Τί φῄς; Ἐρᾷς, ὦ τέκνον; Ἀνθρώπων τίνος;
Φαίδρα
Ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος. . .
Τροφός
Ἱππόλυτον αὐδᾷς;
Φαίδρα
Σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
Τροφός
[353] Οἴμοι, τί λέξεις, τέκνον; Ὥς μ’ ἀπώλεσας.
Γυναῖκες, οὐκ ἀνασχέτ’, οὐκ ἀνέξομαι
[355] ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
Ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετ’, οὐκέτ’ εἴμ’ ἐγώ.
Οἱ σώφρονες γάρ, οὐχ ἑκόντες ἀλλ’ ὅμως,
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,
[360] ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χορός
Ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
Ὀλοίμαν ἔγωγε πρὶν σᾶν, φίλα,
[365] κατανύσαι φρενῶν. Ἰώ μοι, φεῦ φεῦ·
ὦ τάλαινα τῶνδ’ ἀλγέων·
ὦ πόνοι τρέφοντες βροτούς.
Ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
Τίς σε παναμέριος ὅδε χρόνος μένει;
[370] Τελευτάσεταί τι καινὸν δόμοις.
Ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαίδρα
[373] Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
[375] ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
Καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
[380] τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δ’, οἱ μὲν ἀργίας ὕπο,
οἱ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν’. Εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
[385] αἰδώς τε. Δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακή,
ἡ δ’ ἄχθος οἴκων. Εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
Ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω προγνοῦσ’ ἐγώ,
οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
[390] ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
Λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
Ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. Ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
[395] Γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.
Τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
[400] Τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον οὐδεὶς ἀντερεῖ βουλευμάτων.
Ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
[405] Τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν. Ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
πρώτη θυραίους. Ἐκ δὲ γενναίων δόμων
[410] τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν·
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
Μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας·
[415] αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
Ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,
[420] ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον·
ἀλλ’ ἐλεύθεροι
παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνε�
�’ εὐκλεεῖς.
Δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
[425] ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
Μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,
γνώμην δικαίαν κἀγαθήν ὅτῳ παρῇ.
Κακοὺς δὲ θνητῶν ἐξέφην’ ὅταν τύχῃ,
προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ,
[430] χρόνος·
παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.
Χορός
Φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός
[433] Δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
[435] νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
Οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου
πέπονθας, ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.
Ἐρᾷς·
τί τοῦτο θαῦμα; Σὺν πολλοῖς βροτῶν.
[440] Κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
Οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών.
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῇ,
ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,
[445] ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.
Φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ
κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον,
[450] οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.
Ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεὶ
ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
[455] ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος οὕνεκ’·
ἀλλ’ ὅμως ἐν οὐρανῷ
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
Σὺ δ’ οὐκ ἀνέξῃ; Χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
[460] πατέρα φυτεύειν, ἢ ‘πὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
Πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν
νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
Πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
[465] συνεκκομίζειν Κύπριν; Ἐν σοφοῖσι γὰρ
τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
Οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
οὐδὲ στέγην γὰρ ᾗ κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσαις ἄν·
ἐς δὲ τὴν τύχην
[470] πεσοῦσ’ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
Ἀλλ’ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα κάρτα γ’ εὖ πράξειας ἄν.
Ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δ’ ὑβρίζουσ’·
οὐ γὰρ ἄλλο πλὴν ὕβρις
[475] τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,
τόλμα δ’ ἐρῶσα·
θεὸς ἐβουλήθη τάδε.
Νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
Εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
[480] Ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορός
Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
Ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
[485] τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.
Φαίδρα
[486] Τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
Οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός
[490] Τί σεμνομυθεῖς; Οὐ λόγων εὐσχημόνων
δεῖ σ’, ἀλλὰ τἀνδρός. Ὡς τάχος διιστέον,
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
Εἰ μὲν γὰρ ἦν σοι μὴ ‘πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
[495] οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς
προῆγον ἄν σε δεῦρο·
νῦν δ’ ἀγὼν μέγας
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φαίδρα
Ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφός
[500] Αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι·
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαίδρα
Ἆ μή σε πρὸς θεῶν εὖ λέγεις γάρ, αἰσχρὰ δέ
πέρα προβῇς τῶνδ’·
ὡς ὑπείργασμαι μὲν εὖ
[505] ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός
[507] Εἴ τοι δοκεῖ σοι χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
εἰ δ’ οὖν, πιθοῦ μοι·
δευτέρα γὰρ ἡ χάρις,
ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
[510] ἔρωτος, ἦλθε δ’ ἄρτι μοι
γνώμης ἔσω,
ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
Δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ πλόκον τιν’ ἢ πέπλων ἄπο,
[515] λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
Φαίδρα
Πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός
Οὐκ οἶδ’·
ὀνάσθαι, μὴ μαθεῖν, βούλου, τέκνον.
Φαίδρα
Δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφός
Πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι·
δειμαίνεις δὲ τί;
Φαίδρα
[520] Μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
Τροφός
Ἔασον, ὦ παῖ·
ταῦτ’ ἐγὼ θήσω καλῶς.
Μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
Χορός
[525] Ἔρως Ἔρως, ὁ κατ’ ὀμμάτων
στάζων πόθον, εἰσάγων γλυκεῖαν
ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
μή μοί ποτε σὺν κακῷ φανείης
μηδ’ ἄρρυθμος ἔλθοις.
[530] Οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,
οἷον τὸ τᾶς Ἀφροδίτας ἵησιν ἐκ χερῶν
Ἔρως ὁ Διὸς παῖς.
[535] Ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ
Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις
βούταν φόνον Ἑλλὰς <αἶ’> ἀέξει·
Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
τὸν τᾶς Ἀφροδίτας
[540] φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
πέρθοντα καὶ διὰ πάσας ἱέντα συμφορᾶς
θνατοὺς ὅταν ἔλθῃ.
[545] Τὰν μὲν Οἰχαλίᾳ