Complete Works of Euripides
Page 121
δείσας δὲ μή τῳ παῖδ’ ἀριστέων τέκοι
Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις
Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίῳ τινί.
ἐπεὶ δὲ καὶ τοῦτ’ ἦν φόβου πολλοῦ πλέων,
μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ ὀλωλότα,
παίδων δ’ ἔδεισε μὴ φθονηθείη φόνῳ. 30
ἐκ τῶνδε δὴ τοιόνδ’ ἐμηχανήσατο
Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ’ ὃς ἂν κτάνῃ,
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
γεγῶσιν-οὐ δὴ τοῦτό γ’ ἐξελέγχομαι·
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
πένητες, ἔνθεν ηὑγένει’ ἀπόλλυται-
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ ἔχων ἀνήρ, 40
εὕδοντ’ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
φόνον δίκη τ’ ἂν ἦλθεν Αἰγίσθῳ τότε.
ἣν οὔποθ’ ἁνὴρ ὅδε-σύνοιδέ μοι Κύπρις-
ᾔσχυνεν εὐνῇ· παρθένος δ’ ἔτ’ ἐστὶ δή.
αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
στένω δὲ τὸν λόγοισι κηδεύοντ’ ἐμοὶ
ἄθλιον Ὀρέστην, εἴ ποτ’ εἰς Ἄργος μολὼν
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
ὅστις δέ μ’ εἶναί φησι μῶρον, εἰ λαβὼν 50
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
τὸ σῶφρον, ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
ΗΛΕΚΤΡΑ
ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
ἐν ᾗ τόδ’ ἄγγος τῷδ’ ἐφεδρεῦον κάρᾳ
φέρουσα πηγὰς ποταμίας μετέρχομαι-
οὐ δή τι χρείας ἐς τοσόνδ’ ἀφιγμένη,
ἀλλ’ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς-
γόους τ’ ἀφίημ’ αἰθέρ’ ἐς μέγαν πατρί.
ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, 60
ἐξέβαλέ μ’ οἴκων, χάριτα τιθεμένη πόσει·
τεκοῦσα δ’ ἄλλους παῖδας Αἰγίσθῳ πάρα
πάρεργ’ Ὀρέστην κἀμὲ ποιεῖται δόμων . . .
ΑΥΤΟΥΡΓΟΣ
τί γὰρ τάδ’, ὦ δύστην’, ἐμὴν μοχθεῖς χάριν
πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
καὶ ταῦτ’ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
ΗΛΕΚΤΡΑ
ἐγώ σ’ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. 70
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
μόχθου ‘πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
συνεκκομίζειν σοι πόνους. ἅλις δ’ ἔχεις
τἄξωθεν ἔργα· τἀν δόμοις δ’ ἡμᾶς χρεὼν
ἐξευτρεπίζειν. εἰσιόντι δ’ ἐργάτῃ
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
ΑΥΤΟΥΡΓΟΣ
εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
πηγαὶ μελάθρων τῶνδ’. ἐγὼ δ’ ἅμ’ ἡμέρᾳ
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα 80
βίον δύναιτ’ ἂν ξυλλέγειν ἄνευ πόνου.
ΟΡΕΣΤΗΣ
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
πιστὸν νομίζω καὶ φίλον ξένον τ’ ἐμοί·
μόνος δ’ Ὀρέστην τόνδ’ ἐθαύμαζες φίλων,
πράσσονθ’ ἃ πράσσω δείν’ ὑπ’ Αἰγίσθου παθών,
ὅς μου κατέκτα πατέρα . . . χἡ πανώλεθρος
μήτηρ. ἀφῖγμαι δ’ ἐκ θεοῦ μυστηρίων
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς 90
δάκρυά τ’ ἔδωκα καὶ κόμης ἀπηρξάμην
πυρᾷ τ’ ἐπέσφαξ’ αἷμα μηλείου φόνου,
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
δυοῖν δ’ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδ’, ἵν’ ἐκβάλω ποδὶ
ἄλλην ἐπ’ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τ’ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·
ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν 100
λαβὼν τά γ’ εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν-Ἕως γὰρ λευκὸν ὄμμ’ ἀναίρεται-
ἔξω τρίβου τοῦδ’ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
φανήσεται νῷν, ἥντιν’ ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλ’-εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
φέρουσαν-ἑζώμεσθα κἀκπυθώμεθα
δούλης γυναικός, ἤν τι δεξώμεσθ’ ἔπος 110
ἐφ’ οἷσι, Πυλάδη, τήνδ’ ἀφίγμεθα χθόνα.
ΗΛΕΚΤΡΑ
σύντειν’-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[στρ.}
ἔμβα, ἔμβα κατακλαίουσα·
ἰώ μοί μοι.
ἐγενόμαν Ἀ
γαμέμνονος
καί μ’ ἔτεκεν Κλυταιμήστρα
στυγνὰ Τυνδάρεω κόρα,
κικλήσκουσι δέ μ’ ἀθλίαν
Ἠλέκτραν πολιῆται.
φεῦ φεῦ σχετλίων πόνων 120
καὶ στυγερᾶς ζόας.
ὦ πάτερ, σὺ δ’ ἐν Ἀΐδα
κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
Αἰγίσθου τ’, Ἀγάμεμνον.
ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
ἄναγε πολύδακρυν ἁδονάν.
σύντειν’-ὥρα-ποδὸς ὁρμάν· ὤ, {[ἀντ.}
ἔμβα, ἔμβα, κατακλαίουσα·
ἰώ μοί μοι.
τίνα πόλιν, τίνα δ’ οἶκον, ὦ 130
τλᾶμον σύγγον’, ἀλατεύεις
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
πατρῴοις ἐπὶ συμφοραῖς
ἀλγίσταισιν ἀδελφάν;
ἔλθοις τῶνδε πόνων ἐμοὶ
τᾷ μελέᾳ λυτήρ,
ὦ Ζεῦ Ζεῦ, πατρί θ’ αἱμάτων
ἐχθίστων ἐπίκουρος, Ἄρ-
γει κέλσας πόδ’ ἀλάταν.
θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- {[στρ.}
λοῦσ’, ἵνα πατρὶ γόους νυχίους 141
ἐπορθροβοάσω,
ἰαχάν, Ἀΐδα μέλος,
Ἀΐδα, πάτερ, σοι
κατὰ γᾶς ἐνέπω γόους
οἷς ἀεὶ τὸ κατ’ ἦμαρ
διέπομαι, κατὰ μὲν φίλαν
ὄνυχι τεμνομένα δέραν
χέρα τε κρᾶτ’ ἐπὶ κούριμον
τιθεμένα θανάτῳ σῷ.
αἶ αἶ, δρύπτε κάρα· 150
οἷα δέ τις κύκνος ἀχέτας
ποταμίοις παρὰ χεύμασιν
πατέρα φίλτατον καλεῖ,
ὀλόμενον δολίοις βρόχων
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
πάτερ, ἐγὼ κατακλαίομαι,
λουτρὰ πανύσταθ’ ὑδρανάμενον χροῒ {[ἀντ.}
κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
ἰώ μοι, <ἰώ> μοι
πικρᾶς μὲν πελέκεως τομᾶς 160
σᾶς, πάτερ, πικρᾶς δ’ ἐκ
Τροΐας ὁδίου βουλᾶς·
οὐ μίτραισι γυνή σε
δέξατ’ οὐδ’ ἐπὶ στεφάνοις,
ξίφεσι δ’ ἀμφιτόμοις λυγρὰν
Αἰγίσθου λώβαν θεμένα
δόλιον ἔσχεν ἀκοίταν.
ΧΟΡΟΣ
Ἀγαμέμνονος ὦ κόρα, {[στρ.}
ἤλυθον, Ἠλέκτρα, ποτὶ
σὰν ἀγρότειραν αὐλάν.
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
Μυκηναῖος ὀρειβάτας· 170
ἀγγέλλει δ’ ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρ’ Ἥ-
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
ΗΛΕΚΤΡΑ
οὐκ ἐπ’ ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδ’ ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαιν’, οὐδ’ ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
εἱλικτὸν κρούσω πόδ’ ἐμόν. 180
δάκρυσι νυχεύ-
ω, δακρύων δέ μοι μέλει
δειλαίᾳ τὸ κατ’ ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
καὶ τρύχη τάδ’ ἐμῶν πέπλων,
εἰ πρέποντ’ Ἀγαμέμνονος
κούρᾳ ‘σται βασιλείᾳ
τᾷ Τροίᾳ θ’, ἃ ‘μοῦ πατέρος
μέμναταί ποθ’ ἁλοῦσα.
ΧΟΡΟΣ
μεγάλα θεός· ἀλλ’ ἴθι, {[ἀντ.}
καὶ παρ’ ἐμοῦ χρῆσαι πολύ-
πηνα φάρεα δῦναι, 190
χρύσεά τε-χαρίσαι-προσθήματ’ ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεούς, κρατή-
σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
ἀλλ’ εὐχαῖσι θεοὺς σεβί-
ζουσ’ ἕξεις εὐαμερίαν, ὦ παῖ.
ΗΛΕΚΤΡΑ
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου 200
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει,
μέλεος ἀλαί-
νων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δ’ ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων πατρίων φυγάς,
οὐρείας ἀν’ ἐρίπνας.
μάτηρ δ’ ἐν λέκτροις φονίοις
ἄλλῳ σύγγαμος οἰκεῖ.
ΧΟΡΟΣ
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς
ΗΛΕΚΤΡΑ
οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρ’ οἶκον οἵδ’ ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
φυγῇ σὺ μὲν κατ’ οἶμον, ἐς δόμους δ’ ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
ΟΡΕΣΤΗΣ
μέν’, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. 220
ΗΛΕΚΤΡΑ
ὦ Φοῖβ’ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν.
ΟΡΕΣΤΗΣ
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
ΗΛΕΚΤΡΑ
ἄπελθε, μὴ ψαῦ’ ὧν σε μὴ ψαύειν χρεών.
ΟΡΕΣΤΗΣ
οὐκ ἔσθ’ ὅτου θίγοιμ’ ἂν ἐνδικώτερον.
ΗΛΕΚΤΡΑ
καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
ΟΡΕΣΤΗΣ
μείνασ’ ἄκουσον, καὶ τάχ’ οὐκ ἄλλως ἐρεῖς.
ΗΛΕΚΤΡΑ
ἕστηκα· πάντως δ’ εἰμὶ σή· κρείσσων γὰρ εἶ.
ΟΡΕΣΤΗΣ
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
ΗΛΕΚΤΡΑ
ὦ
φίλτατ’, ἆρα ζῶντος ἢ τεθνηκότος;
ΟΡΕΣΤΗΣ
ζῇ· πρῶτα γάρ σοι τἀγάθ’ ἀγγέλλειν θέλω. 230
ΗΛΕΚΤΡΑ
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
ΟΡΕΣΤΗΣ
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
ΗΛΕΚΤΡΑ
ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
{Ορ.} οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
ΗΛΕΚΤΡΑ
οὔ που σπανίζων τοῦ καθ’ ἡμέραν βίου;
ΟΡΕΣΤΗΣ
ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
ΗΛΕΚΤΡΑ
λόγον δὲ δὴ τίν’ ἦλθες ἐκ κείνου φέρων;
ΟΡΕΣΤΗΣ
εἰ ζῇς, ὅπου τε ζῶσα συμφορᾶς ἔχεις.
ΗΛΕΚΤΡΑ
οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
ΟΡΕΣΤΗΣ
λύπαις γε συντετηκός, ὥστε με στένειν. 240
ΗΛΕΚΤΡΑ
καὶ κρᾶτα πλόκαμόν τ’ ἐσκυθισμένον ξυρῷ.
ΟΡΕΣΤΗΣ
δάκνει σ’ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
ΗΛΕΚΤΡΑ
οἴμοι, τί γάρ μοι τῶνδέ γ’ ἐστὶ φίλτερον;
ΟΡΕΣΤΗΣ
φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
ΗΛΕΚΤΡΑ
ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
ΟΡΕΣΤΗΣ
ἐκ τοῦ δὲ ναίεις ἐνθάδ’ ἄστεως ἑκάς;
ΗΛΕΚΤΡΑ
ἐγημάμεσθ’, ὦ ξεῖνε, θανάσιμον γάμον.
ΟΡΕΣΤΗΣ
ᾤμωξ’ ἀδελφὸν σόν. Μυκηναίων τίνι;
ΗΛΕΚΤΡΑ
οὐχ ᾧ πατήρ μ’ ἤλπιζεν ἐκδώσειν ποτέ.
ΟΡΕΣΤΗΣ
εἴφ’, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. 250
ΗΛΕΚΤΡΑ
ἐν τοῖσδ’ ἐκείνου τηλορὸς ναίω δόμοις.
ΟΡΕΣΤΗΣ
σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
ΗΛΕΚΤΡΑ
πένης ἀνὴρ γενναῖος ἔς τ’ ἔμ’ εὐσεβής.