Complete Works of Euripides
Page 122
ΟΡΕΣΤΗΣ
ἡ δ’ εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
ΗΛΕΚΤΡΑ
οὐπώποτ’ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
ΟΡΕΣΤΗΣ
ἅγνευμ’ ἔχων τι θεῖον ἤ σ’ ἀπαξιῶν;
ΗΛΕΚΤΡΑ
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
ΟΡΕΣΤΗΣ
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
ΗΛΕΚΤΡΑ
οὐ κύριον τὸν δόντα μ’ ἡγεῖται, ξένε.
ΟΡΕΣΤΗΣ
ξυνῆκ’· Ὀρέστῃ μή ποτ’ ἐκτείσῃ δίκην. 260
{ΗΛΕΚΤΡΑ
τοῦτ’ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
ΟΡΕΣΤΗΣ
φεῦ·
γενναῖον ἄνδρ’ ἔλεξας, εὖ τε δραστέον.
ΗΛΕΚΤΡΑ
εἰ δή ποθ’ ἥξει γ’ ἐς δόμους ὁ νῦν ἀπών.
ΟΡΕΣΤΗΣ
μήτηρ δέ σ’ ἡ τεκοῦσα ταῦτ’ ἠνέσχετο;
ΗΛΕΚΤΡΑ
γυναῖκες ἀνδρῶν, ὦ ξέν’, οὐ παίδων φίλαι.
ΟΡΕΣΤΗΣ
τίνος δέ σ’ οὕνεχ’ ὕβρισ’ Αἴγισθος τάδε;
ΗΛΕΚΤΡΑ
τεκεῖν μ’ ἐβούλετ’ ἀσθενῆ, τοιῷδε δούς.
ΟΡΕΣΤΗΣ
ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
ΗΛΕΚΤΡΑ
τοιαῦτ’ ἐβούλευσ’· ὧν ἐμοὶ δοίη δίκην.
ΟΡΕΣΤΗΣ
οἶδεν δέ σ’ οὖσαν παρθένον μητρὸς πόσις; 270
ΗΛΕΚΤΡΑ
οὐκ οἶδε· σιγῇ τοῦθ’ ὑφαιρούμεσθά νιν.
ΟΡΕΣΤΗΣ
αἵδ’ οὖν φίλαι σοι τούσδ’ ἀκούουσιν λόγους;
ΗΛΕΚΤΡΑ
ὥστε στέγειν γε τἀμὰ καὶ σ’ ἔπη καλῶς.
ΟΡΕΣΤΗΣ
τί δῆτ’ Ὀρέστης πρὸς τόδ’, Ἄργος ἢν μόλῃ;
ΗΛΕΚΤΡΑ
ἤρου τόδ’; αἰσχρόν γ’ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
ΟΡΕΣΤΗΣ
ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
ΗΛΕΚΤΡΑ
τολμῶν ὑπ’ ἐχθρῶν οἷ’ ἐτολμήθη πατήρ.
ΟΡΕΣΤΗΣ
ἦ καὶ μετ’ αὐτοῦ μητέρ’ ἂν τλαίης κτανεῖν;
ΗΛΕΚΤΡΑ
ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
ΟΡΕΣΤΗΣ
λέγω τάδ’ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; 280
ΗΛΕΚΤΡΑ
θάνοιμι μητρὸς αἷμ’ ἐπισφάξασ’ ἐμῆς.
ΟΡΕΣΤΗΣ
φεῦ·
εἴθ’ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
ΗΛΕΚΤΡΑ
ἀλλ’, ὦ ξέν’, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
ΟΡΕΣΤΗΣ
νέα γάρ, οὐδὲν θαῦμ’, ἀπεζεύχθης νέου.
ΗΛΕΚΤΡΑ
εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
ΟΡΕΣΤΗΣ
ἆρ’ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
ΗΛΕΚΤΡΑ
πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
ΟΡΕΣΤΗΣ
ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
ΗΛΕΚΤΡΑ
ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
ΟΡΕΣΤΗΣ
οἴμοι, τόδ’ οἷον εἶπας· . . . αἴσθησις γὰρ οὖν 290
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δ’, ἵν’ εἰδὼς σῷ κασιγνήτῳ φέρω
λόγους ἀτερπεῖς, ἀλλ’ ἀναγκαίους κλύειν.
ἔνεστι δ’ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
σοφοῖσι δ’ ἀνδρῶν· καὶ γὰρ οὐδ’ ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
ΧΟΡΟΣ
κἀγὼ τὸν αὐτὸν τῷδ’ ἔρον ψυχῆς ἔχω.
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
ΗΛΕΚΤΡΑ
λέγοιμ’ ἄν, εἰ χρή-χρὴ δὲ πρὸς φίλον λέγειν- 300
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλ’ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
πίνῳ θ’ ὅσῳ βέβριθ’, ὑπὸ στέγαισί τε
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. 310
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
ἀναίνομαι δὲ Κάστορ’, ᾧ πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμ’ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
μήτηρ δ’ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
θρόνῳ κάθηται, πρὸς δ’ ἕδραισιν Ἀσίδες
δμωαὶ στατίζουσ’, ἃς ἔπερσ’ ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δ’ ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δ’ ἐκεῖνον ἔκτανεν,
ἐς ταὐτὰ βαίνων ἅρματ’ ἐκφοιτᾷ πατρί, 320
καὶ σκῆπτρ’ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτ’ οὐδὲ κλῶνα μυρσίνης
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς 330
παρὼν ἀμύνει; -ταῦτ’ ἀπὼν ὑβρίζεται.
ἀλλ’, ὦ ξέν’, ἱκ�
�τεύω σ’, ἀπάγγειλον τάδε.
πολλοὶ δ’ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ’ ἐγώ,
αἱ χεῖρες ἡ γλῶσσ’ ἡ ταλαίπωρός τε φρήν,
κάρα τ’ ἐμὸν ξυρῆκες, ὅ τ’ ἐκεῖνον τεκών.
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
ὁ δ’ ἄνδρ’ ἕν’ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
ΧΟΡΟΣ
καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. 340
ΑΥΤΟΥΡΓΟΣ
ἔα· τίνας τούσδ’ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δ’ ἕκατι τάσδ’ ἐπ’ ἀγραύλους πύλας
προσῆλθον; ἦ ‘μοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετ’ ἀνδρῶν ἑστάναι νεανιῶν.
ΗΛΕΚΤΡΑ
ὦ φίλτατ’, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·
τὸν ὄντα δ’ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσ’ Ὀρέστου πρός με κήρυκες λόγων.
ἀλλ’, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
ΑΥΤΟΥΡΓΟΣ
τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
ΗΛΕΚΤΡΑ
ἔστιν λόγῳ γοῦν, φασὶ δ’ οὐκ ἄπιστ’ ἐμοί. 350
ΑΥΤΟΥΡΓΟΣ
ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
ΗΛΕΚΤΡΑ
ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ.
ΑΥΤΟΥΡΓΟΣ
ἦλθον δ’ Ὀρέστου τίν’ ἀγορεύοντες λόγον;
ΗΛΕΚΤΡΑ
σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
ΑΥΤΟΥΡΓΟΣ
οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
ΗΛΕΚΤΡΑ
ἴσασιν, οὐδὲν τῶνδ’ ἔχουσιν ἐνδεές.
ΑΥΤΟΥΡΓΟΣ
οὐκοῦν πάλαι χρῆν τοῖσδ’ ἀνεπτύχθαι πύλας;
χωρεῖτ’ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθ’, οἷ’ ἐμὸς κεύθει δόμος.
αἴρεσθ’, ὀπαδοί, τῶνδ’ ἔσω τεύχη δόμων. 360
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γ’ ἦθος δυσγενὲς παρέξομαι.
ΟΡΕΣΤΗΣ
πρὸς θεῶν, ὅδ’ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
ΗΛΕΚΤΡΑ
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
ΟΡΕΣΤΗΣ
φεῦ·
οὐκ ἔστ’ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
τὸ μηδὲν ὄντα, χρηστά τ’ ἐκ κακῶν τέκνα, 370
λιμόν τ’ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην τε μεγάλην ἐν πένητι σώματι.
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ’ ἔχει νόσον
πενία, διδάσκει δ’ ἄνδρα τῇ χρείᾳ κακόν.
ἀλλ’ εἰς ὅπλ’ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
μάρτυς γένοιτ’ ἂν ὅστις ἐστὶν ἁγαθός;
κράτιστον εἰκῇ ταῦτ’ ἐᾶν ἀφειμένα.
οὗτος γὰρ ἁνὴρ οὔτ’ ἐν Ἀργείοις μέγας 380
οὔτ’ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ φρονήσεθ’, οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῇ δ’ ὁμιλίᾳ βροτοὺς
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθ’· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματ’ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. 390
ἀλλ’-ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ’ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ’ ἥκομεν-
δεξώμεθ’ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδ’ ἐντός. ὡς ἐμοὶ πένης
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδ’ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δ’ ἄν, εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δ’ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ. 400
ΧΟΡΟΣ
νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
μόλις προβαίνουσ’ ἡ τύχη σταίη καλῶς.
ΗΛΕΚΤΡΑ
ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
τί τούσδ’ ἐδέξω μείζονας σαυτοῦ ξένους;
ΑΥΤΟΥΡΓΟΣ
τί δ’; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ’ ὁμῶς;
ΗΛΕΚΤΡΑ
ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθ’ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους 410
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
κέλευε δ’ αὐτὸν τῶνδ’ ἐμοὐσαφιγμένων
ἐλθεῖν, ξένων τ’ ἐς δαῖτα πορσῦναί τινα.
ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντ’ εἰσακούσας παῖδ’ ὃν ἐκσῴζει ποτέ.
/> οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι· πικρὰ δ’ ἀγγείλαιμεν ἄν,
εἰ ζῶντ’ Ὀρέστην ἡ τάλαιν’ αἴσθοιτ’ ἔτι.
ΑΥΤΟΥΡΓΟΣ
ἀλλ’, εἰ δοκεῖ σοι, τούσδ’ ἀπαγγελῶ λόγους 420
γέροντι· χώρει δ’ ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρῄζουσ’ ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γ’ ἐν δόμοις ἔτι,
ὥσθ’ ἕν γ’ ἐπ’ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δ’ ἡνίκ’ ἂν γνώμης πέσω,
σκοπῶ τὰ χρήμαθ’ ὡς ἔχει μέγα σθένος,
ξένοις τε δοῦναι σῶμά τ’ ἐς νόσους πεσὸν
δαπάναισι σῷσαι· τῆς δ’ ἐφ’ ἡμέραν βορᾶς
ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ 430
ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
ΧΟΡΟΣ
κλειναὶ νᾶες, αἵ ποτ’ ἔβατε Τροίαν {[στρ.}
τοῖς ἀμετρήτοις ἐρετμοῖς
πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρῴραις κυανεμβόλοι-
σιν εἱλισσόμενος,
πορεύων τὸν τᾶς Θέτιδος
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
σὺν Ἀγαμέμνονι Τρωίας 440
ἐπὶ Σιμουντίδας ἀκτάς.
Νηρῇδες δ’ Εὐβοῖδας ἄκρας λιποῦσαι {[ἀντ.}
μόχθους ἀσπιστὰς ἀκμόνων
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
ἀνά τε Πήλιον ἀνά τε πρυ-
μνὰς Ὄσσας ἱερᾶς νάπας
† Νυμφαίας σκοπιὰς
κόρας μάτευσ’, † ἔνθα πατὴρ
ἱππότας τρέφεν Ἑλλάδι φῶς
Θέτιδος εἰνάλιον γόνον 450
ταχύπορον πόδ’ Ἀτρείδαις.