Complete Works of Euripides
Page 124
ΠΡΕΣΒΥΣ
πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
ΗΛΕΚΤΡΑ
δέχ’ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
ΠΡΕΣΒΥΣ
καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
ΗΛΕΚΤΡΑ
ἥξει κλύουσα λόχιά μου νοσήματα.
ΠΡΕΣΒΥΣ
πόθεν; τί δ’ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
ΗΛΕΚΤΡΑ
ναί· καὶ δακρύσει γ’ ἀξίωμ’ ἐμῶν τόκων.
ΠΡΕΣΒΥΣ
ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
ΗΛΕΚΤΡΑ
ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. 660
ΠΡΕΣΒΥΣ
καὶ μὴν ἐπ’ αὐτάς γ’ εἶσι σῶν δόμων πύλας.
ΗΛΕΚΤΡΑ
οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
ΠΡΕΣΒΥΣ
εἰ γὰρ θάνοιμι τοῦτ’ ἰδὼν ἐγώ ποτε.
{Ηλ.} πρώτιστα μέν νυν τῷδ’ ὑφήγησαι, γέρον . . .
ΠΡΕΣΒΥΣ
Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
{Ηλ.} ἔπειτ’ ἀπαντῶν μητρὶ τἀπ’ ἐμοῦ φράσον.
ΠΡΕΣΒΥΣ
ὥστ’ αὐτά γ’ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
ΗΛΕΚΤΡΑ
σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
ΟΡΕΣΤΗΣ
στείχοιμ’ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ’ ὁδοῦ.
ΠΡΕΣΒΥΣ
καὶ μὴν ἐγὼ πέμποιμ’ ἂν οὐκ ἀκουσίως. 670
ΟΡΕΣΤΗΣ
ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ’ ἐχθρῶν γενοῦ . . .
ΗΛΕΚΤΡΑ
οἴκτιρέ θ’ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν . . .
ΠΡΕΣΒΥΣ
οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
ΗΛΕΚΤΡΑ
Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς . . .
ΟΡΕΣΤΗΣ
νίκην δὸς ἡμῖν, εἰ δίκαι’ αἰτούμεθα.
ΠΡΕΣΒΥΣ
δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
ΟΡΕΣΤΗΣ
σύ τ’, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ . . .
ΗΛΕΚΤΡΑ
καὶ Γαῖ’ ἄνασσα, χεῖρας ᾗ δίδωμ’ ἐμὰς . . .
ΠΡΕΣΒΥΣ
ἄμυν’ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
ΟΡΕΣΤΗΣ
νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. 680
ΗΛΕΚΤΡΑ
οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ . . .
ΠΡΕΣΒΥΣ
χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
ΗΛΕΚΤΡΑ
ἤκουσας, ὦ δείν’ ἐξ ἐμῆς μητρὸς παθών;
ΠΡΕΣΒΥΣ
πάντ’, οἶδ’, ἀκούει τάδε πατήρ· στείχειν δ’ ἀκμή.
ΗΛΕΚΤΡΑ
καί σοι προφωνῶ πρὸς τάδ’ Αἴγισθον θανεῖν·
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
δόμων ἔσω βᾶσ’ εὐτρεπὲς ποήσομαι.
ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
τἀναντί’ ἔσται τῶνδε· ταῦτά σοι λέγω.
ΟΡΕΣΤΗΣ
πάντ’ οἶδα.
ΗΛΕΚΤΡΑ
πρὸς τάδ’ ἄνδρα γίγνεσθαί σε χρή.
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ’ ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσ’ ἐμῇ.
οὐ γάρ ποτ’ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμ’ ἐμὸν καθυβρίσαι.
ΧΟΡΟΣ
ἀταλᾶς ὑπὸ ματρὸς <ἄρν’> {[στρ.}
Ἀργείων
ὀρέων ποτὲ κληδὼν ἐν 700
πολιαῖσι μένει φήμαις
εὐαρμόστοις ἐν καλάμοις
Πᾶνα μοῦσαν ἡδύθροον
πνέοντ’, ἀγρῶν ταμίαν,
χρυσέαν καλλιπλόκαμον
πορεῦσαι. πετρίνοις δ’ ἐπι-
στὰς κᾶρυξ ἰάχει βάθροις·
Ἀγορὰν ἀγοράν, Μυκη-
ναῖοι, στείχετε μακαρίων
ὀψόμενοι τυράννων 710
φάσματα † δείματα. . . . χοροὶ δ’ Ἀτρει-
δᾶν † ἐγέραιρον οἴκους·
θυμέλαι δ’ ἐπίτναντο χρυ- {[ἀντ.}
σήλατοι,
σελαγεῖτο δ’ ἀν’ ἄστυ πῦρ
ἐπιβώμιον Ἀργείων·
λωτὸς δὲ φθόγγον κελάδει
κάλλιστον, Μουσᾶν θεράπων·
μολπαὶ δ’ ηὔξοντ’ ἐραταί,
χρυσέας ἀρνὸς ἐπίλογοι,
Θυέστου· κρυφίαις γὰρ εὐ-
ναῖς πείσας ἄλοχον φίλαν 720
Ἀτρέως, τέρας ἐκκομί-
ζει πρὸς δώματα· νεόμενος δ’
εἰς ἀγόρους ἀυτεῖ
τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ-
λον κατὰ δῶμα ποίμναν.
τότε δὴ τότε φαεν- {[στρ.}
νὰς ἄστρων μετέβασ’ ὁδοὺς
Ζεὺς καὶ φέγγος ἀελίου
λευκόν τε πρόσωπον ἀ- 730
οῦς, τὰ δ’ ἕσπερα νῶτ’ ἐλαύ-
νει θερμᾷ φλογὶ θεοπύρῳ,
νεφέλαι δ’ ἔνυδροι πρὸς ἄρ-
κτον, ξηραί τ’ Ἀμμωνίδες ἕ-
δραι φθίνουσ’ ἀπειρόδροσοι,
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
λέγεται, τὰν δὲ πί- {[ἀντ.}
στιν σμικρὰν παρ’ ἔμοιγ’ ἔχει,
στρέψαι θερμὰν ἀέλιον
χρυσωπὸν ἕδραν ἀλλά- 740
ξαντα δυστυχίᾳ βροτεί-
ῳ θνατᾶς ἕνεκεν δίκας.
φοβεροὶ δὲ βροτοῖσι μῦ-
θοι κέρδος πρὸς θεῶν θεραπεί-
αν. ὧν ο
ὐ μνασθεῖσα πόσιν
κτείνεις, κλεινῶν συγγενέτειρ’ ἀδελφῶν.
{-} ἔα ἔα·
φίλαι, βοῆς ἠκούσατ’-ἢ δοκὼ κενὴ
ὑπῆλθέ μ’; -ὥστε νερτέρα βροντὴ Διός;
ἰδού, τάδ’ οὐκ ἄσημα πνεύματ’ αἴρεται·
δέσποιν’, ἄμειψον δώματ’, Ἠλέκτρα, τάδε. 750
ΗΛΕΚΤΡΑ
φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
ΧΟΡΟΣ
οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
ΗΛΕΚΤΡΑ
ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ’ ὅμως.
ΧΟΡΟΣ
μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
ΗΛΕΚΤΡΑ
Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;
ΧΟΡΟΣ
οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
ΗΛΕΚΤΡΑ
σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;
ΧΟΡΟΣ
ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
ΗΛΕΚΤΡΑ
οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
ΧΟΡΟΣ
ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν. 760
ΑΓΓΕΛΟΣ
ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντ’ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
ΗΛΕΚΤΡΑ
τίς δ’ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
ΑΓΓΕΛΟΣ
οὐκ οἶσθ’ ἀδελφοῦ μ’ εἰσορῶσα πρόσπολον;
ΗΛΕΚΤΡΑ
ὦ φίλτατ’, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
ΑΓΓΕΛΟΣ
τέθνηκε· δίς σοι ταὔθ’, ἃ γοῦν βούλῃ, λέγω. 770
ΗΛΕΚΤΡΑ
ὦ θεοί, Δίκη τε πάνθ’ ὁρῶσ’, ἦλθές ποτε.
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
ΑΓΓΕΛΟΣ
ἐπεὶ μελάθρων τῶνδ’ ἀπήραμεν πόδα,
ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθ’ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
ἰδών τ’ ἀυτεῖ· Χαίρετ’, ὦ ξένοι· τίνες
πόθεν πορεύεσθ’; ἔστε τ’ ἐκ ποίας χθονός; 780
ὁ δ’ εἶπ’ Ὀρέστης· Θεσσαλοί· πρὸς δ’ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθ’ Ὀλυμπίῳ Διί.
κλύων δὲ ταῦτ’ Αἴγισθος ἐννέπει τάδε·
Νῦν μὲν παρ’ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
Νύμφαις· ἑῷοι δ’ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετ’. ἀλλ’ ἴωμεν ἐς δόμους-
καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶς-οὐδ’ ἀπαρνεῖσθαι χρεών·
[ἐπεὶ δ’ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·] 790
λούτρ’ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλ’ εἶπ’ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθ’, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ’, ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ’ ᾖρον κανᾶ, 800
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ’ ἐσχάρας
λέβητας ὤρθουν· πᾶσα δ’ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδ’ ἐννέπων ἔπη·
Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατ’ οἴκους Τυνδαρίδα δάμαρτ’ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δ’ ἐμοὺς ἐχθροὺς κακῶς
-λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ’ ἐμὸς
τἀναντί’ ηὔχετ’, οὐ γεγωνίσκων λόγους,
λαβεῖν πατρῷα δώματ’. ἐκ κανοῦ δ’ ἑλὼν 810
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφ’ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
κἄσφαξ’ ἐπ’ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδ’, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τ’ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
ὁ δ’ εὐκρότητον Δωρίδ’ ἁρπάσας χεροῖν,
ῥίψας ἀπ’ ὤμων εὐπρεπῆ πορπάματα, 820
Πυλάδην μὲν εἵλετ’ ἐν πόνοις ὑπηρέτην,
δμῶας δ’ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
δισσοὺς διαύλους ἵππιος διήνυσε,
κἀνεῖτο λαγόνας. ἱερὰ δ’ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
χὣ μὲν σκυθράζει, δεσπότης δ’ ἀνιστορεῖ· 830
Τί χρῆμ’ ἀθυμεῖς; -Ὦ ξέν’, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δ’ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τ’ ἐμοῖς δόμοις·
ὃ δ’ εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδ’ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδ’, ἀπορρήξω χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δ’ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
ὄνυχας ἐπ’ ἄκρους στὰς κασίγνητος σέθεν 840
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ’ ἄνω κάτω
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
δμῶες δ’ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
πολλοὶ μάχεσθαι πρὸς δύ’· ἀνδρείας δ’ ὕπο
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τ’. εἶπε δ’· Οὐχὶ δυσμενὴς
ἥκω πόλει τῇδ’ οὐδ’ ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, 850
πατρὸς παλαιοὶ δμῶες. οἳ δ’, ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ’ ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δ’ εὐθὺς σοῦ κασιγνήτου κάρα
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
κάρα ‘πιδείξων οὐχὶ Γοργόνος φέρων,
ἀλλ’ ὃν στυγεῖς Αἴγισθον· αἷμα δ’ αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
ΧΟΡΟΣ
θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, {[στρ.}
ὡς νεβρὸς οὐράνιον 860
πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
νικᾷ στεφαναφορίαν
† κρείσσω τοῖς † παρ’ Ἀλφειοῦ ῥεέθροισι τελέσσας
κασίγνητος σέθεν· ἀλλ’ ἐπάειδε