Book Read Free

Complete Works of Euripides

Page 125

by Euripides


  καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.

  ΗΛΕΚΤΡΑ

  ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

  ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,

  νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ’ ἐλεύθεροι,

  ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.

  φέρ’, οἷα δὴ ‘´χω καὶ δόμοι κεύθουσί μου 870

  κόμης ἀγάλματ’ ἐξενέγκωμαι, φίλαι,

  στέψω τ’ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.

  ΧΟΡΟΣ

  σὺ μέν νυν ἀγάλματ’ ἄειρε {[ἀντ.}

  κρατί· τὸ δ’ ἁμέτερον

  χωρήσεται Μούσαισι χόρευμα φίλον.

  νῦν οἱ πάρος ἁμέτεροι

  γαίας τυραννεύσουσι φίλοι βασιλῆες,

  δικαίως . . . τοὺς δ’ ἀδίκως καθελόντες.

  ἀλλ’ ἴτω ξύναυλος βοὰ χαρᾷ.

  ΗΛΕΚΤΡΑ

  ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου 880

  γεγώς, Ὀρέστα, τῆς ὑπ’ Ἰλίῳ μάχης,

  δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.

  ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν

  ἀγῶν’ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν

  Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.

  σύ τ’, ὦ παρασπίστ’, ἀνδρὸς εὐσεβεστάτου

  παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς

  δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδ’ ἴσον μέρος

  ἀγῶνος· αἰεὶ δ’ εὐτυχεῖς φαίνοισθέ μοι.

  ΟΡΕΣΤΗΣ

  θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης 890

  ἀρχηγέτας τῆσδ’, εἶτα κἄμ’ ἐπαίνεσον

  τὸν τῶν θεῶν τε τῆς τύχης θ’ ὑπηρέτην.

  ἥκω γὰρ οὐ λόγοισιν ἀλλ’ ἔργοις κτανὼν

  Αἴγισθον· ὡς δὲ τῷ σάφ’ εἰδέναι τάδε

  προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,

  ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,

  ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,

  πήξασ’ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν

  [δοῦλος, πάροιθε δεσπότης κεκλημένος.]

  ΗΛΕΚΤΡΑ

  αἰσχύνομαι μέν, βούλομαι δ’ εἰπεῖν ὅμως. 900

  ΟΡΕΣΤΗΣ

  τί χρῆμα; λέξον· ὡς φόβου γ’ ἔξωθεν εἶ.

  ΗΛΕΚΤΡΑ

  νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.

  ΟΡΕΣΤΗΣ

  οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.

  ΗΛΕΚΤΡΑ

  δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

  ΟΡΕΣΤΗΣ

  λέγ’, εἴ τι χρῄζεις, σύγγον’· ἀσπόνδοισι γὰρ

  νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.

  ΗΛΕΚΤΡΑ

  εἶἑν· τίν’ ἀρχὴν πρῶτά σ’ ἐξείπω κακῶν,

  ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;

  καὶ μὴν δι’ ὄρθρων γ’ οὔποτ’ ἐξελίμπανον

  θρυλοῦσ’ ἅ γ’ εἰπεῖν ἤθελον κατ’ ὄμμα σόν, 910

  εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα

  τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι

  ἐκεῖν’ ἅ σε ζῶντ’ ἤθελον λέξαι κακά.

  ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς

  καὶ τόνδ’ ἔθηκας, οὐδὲν ἠδικημένος,

  κἄγημας αἰσχρῶς μητέρ’ ἄνδρα τ’ ἔκτανες

  στρατηλατοῦνθ’ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.

  ἐς τοῦτο δ’ ἦλθες ἀμαθίας ὥστ’ ἤλπισας

  ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ’ οὐχ ἕξοις κακὴν

  γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. 920

  ἴστω δ’, ὅταν τις διολέσας δάμαρτά του

  κρυπταῖσιν εὐναῖς εἶτ’ ἀναγκασθῇ λαβεῖν,

  δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν

  ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ’ οἷ δ’ ἔχειν.

  ἄλγιστα δ’ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς·

  ᾔδησθα γὰρ δῆτ’ ἀνόσιον γήμας γάμον,

  μήτηρ δὲ σ’ ἄνδρα δυσσεβῆ κεκτημένη.

  ἄμφω πονηρὼ δ’ ὄντ’ ἀφαιρεῖσθον τύχην

  † κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. †

  πᾶσιν δ’ ἐν Ἀργείοισιν ἤκουες τάδε· 930

  Ὁ τῆς γυναικός-οὐχὶ τἀνδρὸς ἡ γυνή.

  καίτοι τόδ’ αἰσχρόν, προστατεῖν γε δωμάτων

  γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ

  τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς

  οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.

  ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη

  τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.

  ὃ δ’ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,

  ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·

  τὰ δ’ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. 940

  ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.

  ἣ μὲν γὰρ αἰεὶ παραμένουσ’ αἴρει κακά·

  ὁ δ’ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν

  ἐξέπτατ’ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.

  ἃ δ’ ἐς γυναῖκας-παρθένῳ γὰρ οὐ καλὸν

  λέγειν-σιωπῶ, γνωρίμως δ’ αἰνίξομαι.

  ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους

  κάλλει τ’ ἀραρώς. ἀλλ’ ἔμοιγ’ εἴη πόσις

  μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.

  τὰ γὰρ τέκν’ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, 950

  τὰ δ’ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.

  ἔρρ’, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ

  δίκην δέδωκας. -ὧδέ τις κακοῦργος ὢν

  μή μοι τὸ πρῶτον βῆμ’ ἐὰν δράμῃ καλῶς,

  ν
ικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας

  γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.

  ΧΟΡΟΣ

  ἔπραξε δεινά, δεινὰ δ’ ἀντέδωκε σοὶ

  καὶ τῷδ’· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.

  ΗΛΕΚΤΡΑ

  εἶἑν· κομίζειν τοῦδε σῶμ’ ἔσω χρεὼν

  σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ 960

  μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.

  ΟΡΕΣΤΗΣ

  ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.

  ΗΛΕΚΤΡΑ

  τί δ’; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;

  ΟΡΕΣΤΗΣ

  οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ’ ἐγείνατο.

  ΗΛΕΚΤΡΑ

  καλῶς ἄρ’ ἄρκυν ἐς μέσην πορεύεται . . .

  καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.

  ΟΡΕΣΤΗΣ

  τί δῆτα δρῶμεν μητέρ’; ἦ φονεύσομεν;

  ΗΛΕΚΤΡΑ

  μῶν σ’ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;

  ΟΡΕΣΤΗΣ

  φεῦ·

  πῶς γὰρ κτάνω νιν, ἥ μ’ ἔθρεψε κἄτεκεν;

  ΗΛΕΚΤΡΑ

  ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. 970

  ΟΡΕΣΤΗΣ

  ὦ Φοῖβε, πολλήν γ’ ἀμαθίαν ἐθέσπισας . . .

  ΗΛΕΚΤΡΑ

  ὅπου δ’ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;

  ΟΡΕΣΤΗΣ

  ὅστις μ’ ἔχρησας μητέρ’, ἣν οὐ χρῆν, κτανεῖν.

  {ΗΛΕΚΤΡΑ

  βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;

  ΟΡΕΣΤΗΣ

  μητροκτόνος νῦν φεύξομαι, τόθ’ ἁγνὸς ὤν.

  ΗΛΕΚΤΡΑ

  καὶ μή γ’ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.

  ΟΡΕΣΤΗΣ

  ἐγὼ δὲ μητρὸς-; τῷ φόνου δώσω δίκας;

  ΗΛΕΚΤΡΑ

  τῷ δ’ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;

  ΟΡΕΣΤΗΣ

  ἆρ’ αὔτ’ ἀλάστωρ εἶπ’ ἀπεικασθεὶς θεῷ;

  ΗΛΕΚΤΡΑ

  ἱερὸν καθίζων τρίποδ’; ἐγὼ μὲν οὐ δοκῶ. 980

  ΟΡΕΣΤΗΣ

  οὐδ’ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.

  ΗΛΕΚΤΡΑ

  οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.

  ΟΡΕΣΤΗΣ

  ἀλλ’ ἦ τὸν αὐτὸν τῇδ’ ὑποστήσω δόλον;

  ΗΛΕΚΤΡΑ

  ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.

  ΟΡΕΣΤΗΣ

  ἔσειμι· δεινοῦ δ’ ἄρχομαι προβλήματος

  καὶ δεινὰ δράσω γε-εἰ θεοῖς δοκεῖ τάδε,

  ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.

  ΧΟΡΟΣ

  [ἰώ,]

  βασίλεια γύναι χθονὸς Ἀργείας,

  παῖ Τυνδάρεω,

  καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν 990

  Διός, οἳ φλογερὰν αἰθέρ’ ἐν ἄστροις

  ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις

  τιμὰς σωτῆρας ἔχοντες·

  χαῖρε, σεβίζω σ’ ἴσα καὶ μάκαρας

  πλούτου μεγάλης τ’ εὐδαιμονίας.

  τὰς σὰς δὲ τύχας θεραπεύεσθαι

  καιρός. <χαῖρ’,> ὦ βασίλεια.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ἔκβητ’ ἀπήνης, Τρῳάδες, χειρὸς δ’ ἐμῆς

  λάβεσθ’, ἵν’ ἔξω τοῦδ’ ὄχου στήσω πόδα.

  σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι 1000

  Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς

  ἐξαίρετ’, ἀντὶ παιδὸς ἣν ἀπώλεσα

  σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

  ΗΛΕΚΤΡΑ

  οὔκουν ἐγώ-δούλη γὰρ ἐκβεβλημένη

  δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους-

  μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.

  ΗΛΕΚΤΡΑ

  τί δ’; αἰχμάλωτόν τοί μ’ ἀπῴκισας δόμων,

  ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,

  ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. 1010

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα

  ἐς οὓς ἐχρῆν ἥκιστ’ ἐβούλευσεν φίλων.

  λέξω δὲ . . . καίτοι δόξ’ ὅταν λάβῃ κακὴ

  γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.

  ὡς μὲν παρ’ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ

  μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃς,

  στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;

  ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,

  οὐχ ὥστε θνῄσκειν, οὐδ’ ἃ γειναίμην ἐγώ.

  κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως 1020

  λέκτροισι πείσας ᾤχετ’ ἐκ δόμων ἄγων

  πρυμνοῦχον Αὖλιν, ἔνθ’ ὑπερτείνας πυρᾶς

  λευκὴν διήμησ’ Ἰφιγόνης παρηΐδα.

  κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,

  ἢ δῶμ’ ὀνήσων τἄλλα τ’ ἐκσῴζων τέκνα,

  ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ’ ἂν ἦν·

  νῦν δ’ οὕνεχ’ Ἑλένη μάργος ἦν ὅ τ’ αὖ λαβὼν

  ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,

  τούτων ἕκατι παῖδ’ ἐμὴν διώλεσεν.

  ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη 1030

  οὐκ ἠγριώμην οὐδ’ ἂν ἔκτανον πόσιν·

  ἀλλ’ ἦλθ’ ἔχων μοι μαινάδ’ ἔνθεον κόρην

  λέκτροις τ’ ἐπεισέφρηκε, καὶ νύμφα δύο

  ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.

  μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·

  ὅταν δ’, ὑπόντος τοῦδ’, ἁμαρτάνῃ πόσις

  τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει

  γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.

/>   κἄπειτ’ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,

  οἱ δ’ αἴτιοι τῶνδ’ οὐ κλύουσ’ ἄνδρες κακῶς. 1040

  εἰ δ’ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,

  κτανεῖν μ’ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν

  Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ

  ἠνέσχετ’ ἂν ταῦτ’; εἶτα τὸν μὲν οὐ θανεῖν

  κτείνοντα χρῆν τἄμ’, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;

  ἔκτειν’, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον

  πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν

  τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;

  λέγ’, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,

  ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. 1050

  ΧΟΡΟΣ

  δίκαι’ ἔλεξας· ἡ δίκη δ’ αἰσχρῶς ἔχει.

  γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,

  ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,

  οὐδ’ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

  ΗΛΕΚΤΡΑ

  μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους

  λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.

  ΗΛΕΚΤΡΑ

  † ἆρα † κλύουσα, μῆτερ, εἶτ’ ἔρξεις κακῶς;

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  οὐκ ἔστι, τῇ σῇ δ’ ἡδὺ προσθήσω φρενί.

  ΗΛΕΚΤΡΑ

  λέγοιμ’ ἄν· ἀρχὴ δ’ ἥδε μοι προοιμίου· 1060

  εἴθ’ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.

  τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν

  Ἑλένης τε καὶ σοῦ, δύο δ’ ἔφυτε συγγόνω,

  ἄμφω ματαίω Κάστορός τ’ οὐκ ἀξίω.

  ἣ μὲν γὰρ ἁρπασθεῖσ’ ἑκοῦσ’ ἀπώλετο,

  σὺ δ’ ἄνδρ’ ἄριστον Ἑλλάδος διώλεσας,

 

‹ Prev