Book Read Free

Complete Works of Euripides

Page 126

by Euripides

σκῆψιν προτείνουσ’, ὡς ὑπὲρ τέκνου πόσιν

  ἔκτεινας· οὐ γάρ σ’ ὡς ἔγωγ’ ἴσασιν εὖ.

  ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,

  νέον τ’ ἀπ’ οἴκων ἀνδρὸς ἐξωρμημένου, 1070

  ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.

  γυνὴ δ’, ἀπόντος ἀνδρός, ἥτις ἐκ δόμων

  ἐς κάλλος ἀσκεῖ, διάγραφ’ ὡς οὖσαν κακήν.

  οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς

  φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.

  μόνη δὲ πασῶν οἶδ’ ἐγὼ σ’ Ἑλληνίδων,

  εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,

  εἰ δ’ ἥσσον’ εἴη, συννεφοῦσαν ὄμματα,

  Ἀγαμέμνον’ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.

  καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· 1080

  ἄνδρ’ εἶχες οὐ κακίον’ Αἰγίσθου πόσιν,

  ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·

  Ἑλένης δ’ ἀδελφῆς τοιάδ’ ἐξειργασμένης

  ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ

  παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ’ ἔχει.

  εἰ δ’, ὡς λέγεις, σὴν θυγατέρ’ ἔκτεινεν πατήρ,

  ἐγὼ τί σ’ ἠδίκησ’ ἐμός τε σύγγονος;

  πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους

  ἡμῖν προσῆψας, ἀλλ’ ἐπηνέγκω λέχει

  τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; 1090

  κοὔτ’ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,

  οὔτ’ ἀντ’ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ

  κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ’ ἀμείψεται

  φόνον δικάζων φόνος, ἀποκτενῶ σ’ ἐγὼ

  καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·

  εἰ γὰρ δίκαι’ ἐκεῖνα, καὶ τάδ’ ἔνδικα.

  [ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν

  γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ

  μεγάλων ἀμείνω σώφρον’ ἐν δόμοις λέχη.

  ΧΟΡΟΣ

  τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, 1100

  τὰ δ’ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·

  ἔστιν δὲ καὶ τόδ’· οἳ μέν εἰσιν ἀρσένων,

  οἳ δ’ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.

  συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν

  χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.

  σὺ δ’ ὧδ’ ἄλουτος καὶ δυσείματος χρόα

  λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;

  οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·

  ὡς μᾶλλον ἢ χρῆν ἤλασ’ εἰς ὀργὴν πόσιν. 1110

  ΗΛΕΚΤΡΑ

  ὀψὲ στενάζεις, ἡνίκ’ οὐκ ἔχεις ἄκη.

  πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ’ ἔξω χθονὸς

  πῶς οὐ κομίζῃ παῖδ’ ἀλητεύοντα σόν;

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  δέδοικα· τοὐμὸν δ’, οὐχὶ τοὐκείνου, σκοπῶ.

  πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.

  ΗΛΕΚΤΡΑ

  τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  τρόποι τοιοῦτοι· καὶ σὺ δ’ αὐθάδης ἔφυς.

  ΗΛΕΚΤΡΑ

  ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  καὶ μὴν ἐκεῖνος οὐκέτ’ ἔσται σοι βαρύς.

  ΗΛΕΚΤΡΑ

  φρονεῖ μέγ’· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. 1120

  {ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ὁρᾷς; ἀν’ αὖ σὺ ζωπυρεῖς νείκη νέα.

  ΗΛΕΚΤΡΑ

  σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ’ ἐγώ.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ’ ἐκάλεις, τέκνον;

  ΗΛΕΚΤΡΑ

  ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·

  τούτων ὕπερ μοι θῦσον-οὐ γὰρ οἶδ’ ἐγώ-

  δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται·

  τρίβων γὰρ οὐκ εἴμ’, ἄτοκος οὖσ’ ἐν τῷ πάρος.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ἄλλης τόδ’ ἔργον, ἥ σ’ ἔλυσεν ἐκ τόκων.

  ΗΛΕΚΤΡΑ

  αὐτὴ ‘λόχευον κἄτεκον μόνη βρέφος.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; 1130

  ΗΛΕΚΤΡΑ

  πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ἀλλ’ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον

  θύσω θεοῖσι· σοὶ δ’ ὅταν πράξω χάριν

  τήνδ’, εἶμ’ ἐπ’ ἀγρὸν οὗ πόσις θυηπολεῖ

  Νύμφαισιν. ἀλλὰ τούσδ’ ὄχους, ὀπάονες,

  φάτναις ἄγοντες πρόσθεθ’· ἡνίκ’ ἂν δέ με

  δοκῆτε θυσίας τῆσδ’ ἀπηλλάχθαι θεοῖς,

  πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

  ΗΛΕΚΤΡΑ

  χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι

  μή σ’ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. 1140

  θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.

  κανοῦν δ’ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,

  ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ

  πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις

  ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ’ ἐγὼ

  δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.

  ΧΟΡΟΣ

  ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- {[στρ.}

  σιν αὖραι δόμων. τότε μὲν <ἐν> λουτροῖς

  ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,

  ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, 1150

  τάδ’ ἐνέπ
οντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν

  πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ’ ἐμάν;

  {-} . . . . . . . .

  . . . . . . . .

  παλίρρους δὲ τάνδ’ ὑπάγεται δίκαν {[ἀντ.}

  διαδρόμου λέχους μέλεον, ἃ πόσιν

  χρόνιον ἱκόμενον εἰς οἴκους

  Κυκλώπειά τ’ οὐράνια τείχε’ ὀξυθήκτου βέλους

  ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ’· ἆ τλάμων 1160

  πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν;

  {-} ὀρεία τις ὡς λέαιν’ ὀργάδων

  δρύοχα νεμομένα, τάδε κατήνυσεν.

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  {<ἔσωθεν>}

  ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.

  ΧΟΡΟΣ

  κλύεις ὑπώροφον βοάν;

  ΚΛΥΤΑΙΜΗΣΤΡΑ

  ἰώ μοί μοι.

  ΧΟΡΟΣ

  ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.

  {-} νέμει τοι δίκαν θεός, ὅταν τύχῃ·

  σχέτλια μὲν ἔπαθες, ἀνόσια δ’ εἰργάσω, 1170

  τάλαιν’, εὐνέταν.

  {-} ἀλλ’ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι

  πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,

  τροπαῖα δείγματ’ ἀθλίων προσφθεγμάτων.

  οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος

  τῶν Τανταλείων οὐδ’ ἔφυ ποτ’ ἐκγόνων.

  ΟΡΕΣΤΗΣ

  ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα {[στρ.}

  βροτῶν, ἴδετε τάδ’ ἔργα φόνι-

  α μυσαρά, δίγονα σώματ’ ἐν

  χθονὶ κείμενα πλαγᾷ 1180

  χερὸς ὑπ’ ἐμᾶς, ἄποιν’ ἐμῶν

  πημάτων. . . .

  . . . . .

  ΗΛΕΚΤΡΑ

  δακρύτ’ ἄγαν, ὦ σύγγον’, αἰτία δ’ ἐγώ.

  διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδ’,

  ἅ μ’ ἔτικτε κούραν.

  ΧΟΡΟΣ

  ἰὼ τύχας, σᾶς τύχας,

  μᾶτερ τεκοῦσ’ <ἄλαστα>,

  ἄλαστα μέλεα καὶ πέρα

  παθοῦσα σῶν τέκνων ὑπαί.

  πατρὸς δ’ ἔτεισας φόνον δικαίως. 1190

  ΟΡΕΣΤΗΣ

  ἰὼ Φοῖβ’, ἀνύμνησας δίκαι’ {[ἀντ.}

  ἄφαντα, φανερὰ δ’ ἐξέπρα-

  ξας ἄχεα, φόνια δ’ ὤπασας

  λάχε’ ἀπὸ γᾶς [τᾶς] Ἑλλανίδος.

  τίνα δ’ ἑτέραν μόλω πόλιν;

  τίς ξένος, τίς εὐσεβὴς

  ἐμὸν κάρα προσόψεται

  ματέρα κτανόντος;

  ΗΛΕΚΤΡΑ

  ἰὼ ἰώ μοι. ποῖ δ’ ἐγώ, τίν’ ἐς χορόν,

  τίνα γάμον εἶμι; τίς πόσις με δέξεται

  νυμφικὰς ἐς εὐνάς; 1200

  ΧΟΡΟΣ

  πάλιν, πάλιν φρόνημα σὸν

  μετεστάθη πρὸς αὔραν·

  φρονεῖς γὰρ ὅσια νῦν, τότ’ οὐ

  φρονοῦσα, δεινὰ δ’ εἰργάσω,

  φίλα, κασίγνητον οὐ θέλοντα.

  ΟΡΕΣΤΗΣ

  κατεῖδες, οἷον ἁ τάλαιν’ ἔξω πέπλων {[στρ.}

  ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,

  ἰώ μοι, πρὸς πέδῳ

  τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ’ ἐγὼ . . .

  ΧΟΡΟΣ

  σάφ’ οἶδα, δι’ ὀδύνας ἔβας,

  ἰήιον κλύων γόον 1210

  ματρός, ἅ σ’ ἔτικτε.

  ΟΡΕΣΤΗΣ

  βοὰν δ’ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν {[ἀντ.}

  τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·

  παρῄδων τ’ ἐξ ἐμᾶν

  ἐκρίμναθ’, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.

  ΧΟΡΟΣ

  τάλαινα· πῶς ἔτλας φόνον

  δι’ ὀμμάτων ἰδεῖν σέθεν

  ματρὸς ἐκπνεούσας; 1220

  ΟΡΕΣΤΗΣ

  ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς {[στρ.}

  φασγάνῳ κατηρξάμαν

  ματέρος ἔσω δέρας μεθείς.

  ΗΛΕΚΤΡΑ

  ἐγὼ δ’ ἐπεγκέλευσά σοι

  ξίφους τ’ ἐφηψάμαν ἅμα.

  ΧΟΡΟΣ

  δεινότατον παθέων ἔρεξας.

  ΟΡΕΣΤΗΣ

  λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις {[ἀντ.}

  <καὶ> καθάρμοσον σφαγάς.

  φονέας ἔτικτες ἆρά σοι.

  ΗΛΕΚΤΡΑ

  ἰδού, φίλᾳ τε κοὐ φίλᾳ 1230

  φάρεα τάδ’ ἀμφιβάλλομεν.

  ΧΟΡΟΣ

  τέρμα κακῶν μεγάλων δόμοισιν.

  {-} ἀλλ’ οἵδε δόμων ὑπὲρ ἀκροτάτων

  φαίνουσι τίνες-δαίμονες ἢ θεῶν

  τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ’

  ἥδε κέλευθος· τί ποτ’ ἐς φανερὰν

  ὄψιν βαίνουσι βροτοῖσιν;

  ΔΙΟΣΚΟΥΡΟΙ

  Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε

  καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,

  Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. 1240

  δεινὸν δὲ ναὸς ἀρτίως πόντου σάλον

  παύσαντ’ ἀφίγμεθ’ Ἄργος, ὡς ἐσείδομεν

  σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.

  δίκαια μέν νυν ἥδ’ ἔχει, σὺ δ’ οὐχὶ δρᾷς·

  Φοῖβός τε, Φοῖβος-ἀλλ’ ἄναξ γάρ ἐστ’ ἐμός,

  σιγῶ· σοφὸς δ’ ὢν οὐκ ἔχρησέ σοι σοφά.

  αἰνεῖν δ’ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ

  πράσσειν ἃ Μοῖρα Ζεύς τ’ ἔκρανε σοῦ πέρι.

  Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,

  σὺ δ’ Ἄργος ἔκλιπ’· οὐ γὰρ ἔστι σοι πόλιν 1250

  τήνδ’ ἐμβατεύειν, μητέρα κτείναντι σήν.

  δειναὶ δὲ κῆρές <σ’> αἱ κυνώπιδες θεαὶ

  τροχηλατήσουσ’ ἐμμανῆ πλανώμενον.

  ἐ
λθὼν δ’ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας

  πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας

  δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,

  γοργῶφ’ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.

  ἔστιν δ’ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ

  ἕζοντ’ ἐπὶ ψήφοισιν αἵματος πέρι,

  Ἁλιρρόθιον ὅτ’ ἔκταν’ ὠμόφρων Ἄρης, 1260

  μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,

  πόντου κρέοντος παῖδ’, ἵν’ εὐσεβεστάτη

  ψῆφος βεβαία τ’ ἐστὶν † ἔκ τε τοῦ † θεοῖς.

  ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.

  ἴσαι δέ σ’ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ

  ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν

  ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.

  καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,

  νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ ἀεί.

  δειναὶ μὲν οὖν θεαὶ τῷδ’ ἄχει πεπληγμέναι 1270

  πάγον παρ’ αὐτὸν χάσμα δύσονται χθονός,

  σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·

  σὲ δ’ Ἀρκάδων χρὴ πόλιν ἐπ’ Ἀλφειοῦ ῥοαῖς

  οἰκεῖν Λυκαίου πλησίον σηκώματος·

  ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.

  σοὶ μὲν τάδ’ εἶπον· τόνδε δ’ Αἰγίσθου νέκυν

  Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.

  μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν

  Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,

  Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων 1280

  ἥκει λιποῦσ’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγας·

  Ζεὺς δ’, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,

  εἴδωλον Ἑλένης ἐξέπεμψ’ ἐς Ἴλιον.

  Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων

  Ἀχαιίδος γῆς οἴκαδ’ ἐσπορευέτω,

 

‹ Prev