Complete Works of Euripides
Page 133
Θησεύς
Ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. 1240
῾Ηρακλῆς
Τοιγὰρ παρεσκευάσμεθ’ ὥστε κατθανεῖν.
Θησεύς
Δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
῾Ηρακλῆς
Αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θησεύς
Ἴσχε στόμ’, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
῾Ηρακλῆς
Γέμω κακῶν δή, κοὐκέτ’ ἔσθ’ ὅπῃ τεθῇ. 1245
Θησεύς
Δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
῾Ηρακλῆς
Θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θησεύς
Εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
῾Ηρακλῆς
Σὺ δ’ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
Θησεύς
Ὁ πολλὰ δὴ τλὰς ῾Ηρακλῆς λέγει τάδε; 1250
῾Ηρακλῆς
Οὐκ οὖν τοσαῦτά γ’, εἰ μέτρῳ μοχθητέον.
Θησεύς
Εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
῾Ηρακλῆς
Οἱ δ’ οὐδὲν ὠφελοῦσί μ’, ἀλλ’ ῞Ηρα κρατεῖ.
Θησεύς
Οὐκ ἄν ἀνάσχοιθ’ ῾Ελλὰς ἀμαθίᾳ θανεῖν.
῾Ηρακλῆς
Ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις 1255
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
Πρῶτον μὲν ἐκ τοῦδ’ ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
ἔγημε τὴν τεκοῦσαν ᾿Αλκμήνην ἐμέ. 1260
Ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δ’ ὅστις ὁ Ζεύς, πολέμιόν μ’ ἐγείνατο
῞Ηρᾳ - σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ. - 1265
Ἔτ’ ἐν γάλακτί τ’ ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
Ἐπεὶ δὲ σαρκὸς περιβόλαι’ ἐκτησάμην
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; 1270
ποίους ποτ’ ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τ’ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
ὕδραν φονεύσας μυρίων τ’ ἄλλων πόνων 1275
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
῞Αιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμ’ ἐντολαῖς Εὐρυσθέως.
Τὸν λοίσθιον δὲ τόνδ’ ἔτλην τάλας πόνον,
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. 1280
Ἥκω δ’ ἀνάγκης ἐς τόδ’· οὔτ’ ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμ’; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
Ἀλλ’ ῎Αργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; 1285
φέρ’ ἀλλ’ ἐς ἄλλην δή τιν’ ὁρμήσω πόλιν;
κἄπειθ’ ὑποβλεπώμεθ’ ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
Οὐχ οὗτος ὁ Διός, ὃς τέκν’ ἔκτεινέν ποτε
δάμαρτά τ’; οὐ γῆς τῆσδ’ ἀποφθαρήσεται; 1290
[Κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
αἱ μεταβολαὶ λυπηρόν· ᾧ δ’ ἀεὶ κακῶς
ἔστ’, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
Ἐς τοῦτο δ’ ἥξειν συμφορᾶς οἶμαί ποτε·
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με 1295
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
᾿Ιξίον’ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
καὶ ταῦτ’ ἄριστα μηδέν’ ῾Ελλήνων μ’ ὁρᾶν,
ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.] 1300
Τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον γ’ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
Χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
κρόουσ’ ᾿Ολύμπου ξεστὸς ἀρβύλῃ πέδον.
Ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, 1305
ἄνδρ’ ῾Ελλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. Τοιαύτῃ θεῷ
τίς ἂν προσεύχοιθ’; ἣ γυναικὸς οὕνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
῾Ελλάδος ἀπώλεσ’ οὐδὲν ὄντας αἰτίους. 1310
Θησεύς
Οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ’ αἰσθάνῃ.
. . . . . . .
παραινέσαιμ’ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
Οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. 1315
Οὐ λέκτρ’ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
πατέρας ἐκηλίδωσαν; ἀλλ’ οἰκοῦσ’ ὅμως
῎Ολυμπον ἠνέσχοντό θ’ ἡμαρτηκότες.
Καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς 1320
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δ’ ἅμ’ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
Ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
δόμους τε δώσω χρημάτων τ’ ἐμῶν μέρος. 1325
Ἃ δ’ ἐκ πολιτῶν δῶρ’ ἔχ�
� σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται· ταῦτ’ ἐπωνομασμένα
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται 1330
ζῶντος· θανόντα δ’, εὖτ’ ἂν εἰς ῞Αιδου μόλῃς,
θυσίαισι λαΐνοισί τ’ ἐξογκώμασι
τίμιον ἀνάξει πᾶσ’ ᾿Αθηναίων πόλις.
Καλὸς γὰρ ἀστοῖς στέφανος ῾Ελλήνων ὕπο
ἄνδρ’ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. 1335
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδ’ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
θεοὶ δ’ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
Ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
῾Ηρακλῆς
Οἴμοι· πάρεργα <μὲν> τάδ’ ἔστ’ ἐμῶν κακῶν, 1340
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ’ ἃ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ’ ἐξάπτειν χεροῖν
οὔτ’ ἠξίωσα πώποτ’ οὔτε πείσομαι,
οὐδ’ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
Δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός, 1345
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
Ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
μὴ δειλίαν ὄφλω τιν’ ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
οὐδ’ ἀνδρὸς ἂν δύναιθ’ ὑποστῆναι βέλος. 1350
Ἐγκαρτερήσω βίοτον· εἶμι δ’ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
Ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
ὧν οὔτ’ ἀπεῖπον οὐδέν’ οὔτ’ ἀπ’ ὀμμάτων
ἔσταξα πηγάς, οὐδ’ ἂν ᾠόμην ποτὲ 1355
ἐς τοῦθ’ ἱκέσθαι, δάκρυ’ ἀπ’ ὀμμάτων βαλεῖν·
νῦν δ’, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
Εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
ὁρᾷς δὲ παίδων ὄντα μ’ αὐθέντην ἐμῶν·
δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς 1360
δακρύοισι τιμῶν - ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος -
πρὸς στέρν’ ἐρείσας μητρὶ δούς τ’ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ’ ἄκων. Γῇ δ’ ἐπὴν κρύψῃς νεκρούς,
οἴκει πόλιν τήνδ’, ἀθλίως μέν, ἀλλ’ ὅμως 1365
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
Ὦ τέκν’, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ’, οὐδ’ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. 1370
Σέ τ’ οὐχ ὁμοίως, ὦ τάλαιν’, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ’ ἔσῳζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ’ ἐν δόμοις οἰκουρίας.
Οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ’ ἐμοῦ,
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι 1375
τέκνων γυναικός τ’· ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ’ ὅπλων κοινωνίαι.
Ἀμηχανῶ γὰρ πότερ’ ἔχω τάδ’ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ’ ἐρεῖ τάδε·
῾Ημῖν τέκν’ εἷλες καὶ δάμαρθ’· ἡμᾶς ἔχεις 1380
παιδοκτόνους σούς. εἶτ’ ἐγὼ τάδ’ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
ξὺν οἷς τὰ κάλλιστ’ ἐξέπραξ’ ἐν ῾Ελλάδι,
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
Οὐ λειπτέον τάδ’, ἀθλίως δὲ σῳστέον. 1385
Ἕν μοί τι, Θησεῦ, σύγκαμ’· ἀθλίου κυνὸς
κόμιστρ’ ἐς ῎Αργος συγκατάστησον μολών,
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
Ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
κείρασθε, συμπενθήσατ’, ἔλθετ’ ἐς τάφον 1390
παίδων· ἅπαντας δ’ ἑνὶ λόγῳ πενθήσετε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
῞Ηρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησεύς
Ἀνίστασ’, ὦ δύστηνε· δακρύων δ’ ἅλις.
῾Ηρακλῆς
Οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. 1395
Θησεύς
Καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
῾Ηρακλῆς
Φεῦ·
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησεύς
Παῦσαι· δίδου δὲ χεῖρ’ ὑπηρέτῃ φίλῳ.
῾Ηρακλῆς
Ἀλλ’ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησεύς
Ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. 1400
῾Ηρακλῆς
Παίδων στερηθεὶς παῖδ’ ὅπως ἔχω σ’ ἐμόν.
Θησεύς
Δίδου δέρῃ σὴν χεῖρ’, ὁδηγήσω δ’ ἐγώ.
῾Ηρακλῆς
Ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
Ὦ πρέσβυ, τοιόνδ’ ἄνδρα χρὴ κτᾶσθαι φίλον.
᾿Αμφιτρύων
Ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. 1405
῾Ηρακλῆς
Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
Θησεύς
Ὡς δὴ τί; φίλτρον τοῦτ’ ἔχων ῥᾴων ἔσῃ;
῾Ηρακλῆς
Ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω.
᾿Αμφιτρύων
Ἰδοὺ τάδ’, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.
Θησεύς
Οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; 1410
῾Ηρακλῆς
Ἅπαντ’ ἐλάσσω κεῖνα τῶνδ’ ἔτλην κακά.
&
nbsp; Θησεύς
Εἴ σ’ ὄψεταί τις θῆλυν ὄντ’, οὐκ αἰνέσει.
῾Ηρακλῆς
Ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θησεύς
Ἄγαν γ’· ὁ κλεινὸς ῾Ηρακλῆς οὐκ εἶ νοσῶν.
῾Ηρακλῆς
Σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; 1415
Θησεύς
Ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
῾Ηρακλῆς
Πῶς οὖν ἔμ’ εἶπaς ὅτι συνέσταλμαι κακοῖς;
Θησεύς
Πρόβαινε.
῾Ηρακλῆς
Χαῖρ’, ὦ πρέσβυ.
᾿Αμφιτρύων
Καὶ σύ μοι, τέκνον.
῾Ηρακλῆς
Θάφθ’ ὥσπερ εἶπον παῖδας.
᾿Αμφιτρύων
Ἐμὲ δὲ τίς, τέκνον;
῾Ηρακλῆς
Ἐγώ.
᾿Αμφιτρύων
Πότ’ ἐλθών;
῾Ηρακλῆς
Ἡνίκ’ ἂν θάψῃς τέκνα. 1420
᾿Αμφιτρύων
Πῶς;
῾Ηρακλῆς
Εἰς ᾿Αθήνας πέμψομαι Θηβῶν ἄπο.
Ἀλλ’ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ·
ἡμεῖς δ’ ἀναλώσαντες αἰσχύναις δόμον,
Θησεῖ πανώλεις ἑψόμεσθ’ ἐφολκίδες.
Ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων 1425
ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.
Χορός
Στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
τὰ μέγιστα φίλων ὀλέσαντες.
THE TROJAN WOMEN
Ποσειδῶν
Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
Ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
[5] Φοῖβός τε κἀγὼ λαί¨νους πύργους πέριξ