Book Read Free

Complete Works of Euripides

Page 134

by Euripides

ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ’ ἐκ φρενῶν

  εὔνοι’ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·

  ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς

  ὄλωλε πορθηθεῖσ’· ὁ γὰρ Παρνάσιος

  [10] Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος

  ἐγκύμον’ ἵππον τευχέων ξυναρμόσας,

  πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·

  ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται

  Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.

  [15] Ἔρημα δ’ ἄλση καὶ θεῶν ἀνάκτορα

  φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις

  πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.

  Πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα

  πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ

  [20] πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ

  ἀλόχους τε καὶ τέκν’ εἰσίδωσιν ἄσμενοι,

  οἳ τήνδ’ ἐπεστράτευσαν Ἕλληνες πόλιν.

  Ἐγὼ δέ νικῶμαι γὰρ Ἀργείας θεοῦ

  Ἥρας Ἀθάνας θ’, αἳ συνεξεῖλον Φρύγας

  [25] λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ’ ἐμούς·

  ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,

  νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.

  Πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων

  βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.

  [30] Καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς

  εἴληχ’ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.

  Ὅσαι δ’ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις

  ταῖσδ’ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι

  στρατοῦ, σὺν αὐταῖς δ’ ἡ Λάκαινα Τυνδαρὶς

  [35] Ἑλένη, νομισθεῖσ’ αἰχμάλωτος ἐνδίκως.

  Τὴν δ’ ἀθλίαν τήνδ’ εἴ τις εἰσορᾶν θέλει,

  πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,

  δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·

  ᾗ παῖς μὲν ἀμφὶ μνῆμ’ Ἀχιλλείου τάφου

  [40] λάθρα τέθνηκε τλημόνως Πολυξένη·

  φροῦδος δὲ Πρίαμος καὶ τέκν’· ἣν δὲ παρθένον

  μεθῆκ’ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,

  τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ’ εὐσεβὲς

  γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.

  [45] Ἀλλ’, ὦ ποτ’ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις

  ξεστόν τε πύργωμ’· εἴ σε μὴ διώλεσεν

  Παλλὰς Διὸς παῖς, ἦσθ’ ἂν ἐν βάθροις ἔτι.

  Ἀθήνα

  [48] Ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς

  μέγαν τε δαίμον’ ἐν θεοῖς τε τίμιον,

  [50] λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;

  Ποσειδῶν

  Ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,

  ἄνασσ’ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

  Ἀθήνα

  Ἐπῄνεσ’ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ

  κοινοὺς ἐμαυτῇ τ’ ἐς μέσον λόγους, ἄναξ.

  Ποσειδῶν

  [55] Μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,

  ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

  Ἀθήνα

  Οὔκ, ἀλλὰ Τροίας οὕνεκ’, ἔνθα βαίνομεν,

  πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

  Ποσειδῶν

  Ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν

  [60] ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;

  Ἀθήνα

  Ἐκεῖσε πρῶτ’ ἄνελθε· κοινώσῃ λόγους

  καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

  Ποσειδῶν

  Μάλιστ’· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·

  πότερον Ἀχαιῶν ἦλθες οὕνεκ’ ἢ Φρυγῶν;

  Ἀθήνα

  [65] Τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,

  στρατῷ δ’ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

  Ποσειδῶν

  Τί δ’ ὧδε πηδᾷς ἄλλοτ’ εἰς ἄλλους τρόπους

  μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;

  Ἀθήνα

  Οὐκ οἶσθ’ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

  Ποσειδῶν

  [70] Οἶδ’, ἡνίκ’ Αἴας εἷλκε Κασάνδραν βίᾳ.

  Ἀθήνα

  Κοὐδέν γ’ Ἀχαιῶν ἔπαθεν οὐδ’ ἤκουσ’ ὕπο.

  Ποσειδῶν

  Καὶ μὴν ἔπερσάν γ’ Ἴλιον τῷ σῷ σθένει.

  Ἀθήνα

  Τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

  Ποσειδῶν

  Ἕτοιμ’ ἃ βούλῃ τἀπ’ ἐμοῦ. Δράσεις δὲ τί;

  Ἀθήνα

  [75] Δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

  Ποσειδῶν

  Ἐν γῇ μενόντων ἢ καθ’ ἁλμυρὰν ἅλα;

  Ἀθήνα

  [77] πρὸς οἴκους ναυστολῶσ’ ἀπ’ Ἰλίου.

  Καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον

  πέμψει, δνοφώδη τ’ αἰθέρος φυσήματα·

  [80] ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,

  βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.

  Σὺ δ’ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον

  τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,

  πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,

  [85] ὡς ἂν τὸ λοιπὸν τἄμ’ ἀνάκτορ’ εὐσεβεῖν

  εἰδῶσ’ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.

  Ποσειδῶν

  [87] Ἔσται τάδ’· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων

  δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.

  Ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες

  [90] Σκῦρός τε Λῆμνός θ’ αἱ Καφήρειοί τ’ ἄκραι

  πολλῶν θαν�
��ντων σώμαθ’ ἕξουσιν νεκρῶν.

  Ἀλλ’ ἕρπ’ Ὄλυμπον καὶ κεραυνίους βολὰς

  λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,

  ὅταν στράτευμ’ Ἀργεῖον ἐξιῇ κάλως.

  [95] Μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,

  ναούς τε τύμβους θ’, ἱερὰ τῶν κεκμηκότων,

  ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ’ ὕστερον.

  Ἑκάβη

  [98] Ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·

  ἐπάειρε δέρην· οὐκέτι Τροία

  [100] τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.

  Μεταβαλλομένου δαίμονος ἀνέχου.

  Πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,

  μηδὲ προσίστω πρῷραν βιότου

  πρὸς κῦμα πλέουσα τύχαισιν.

  [105] Αἰαῖ αἰαῖ.

  Τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,

  ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;

  Ὦ πολὺς ὄγκος συστελλόμενος

  προγόνων, ὡς οὐδὲν ἄρ’ ἦσθα.

  [110] Τί με χρὴ σιγᾶν; Τί δὲ μὴ σιγᾶν;

  Τί δὲ θρηνῆσαι;

  Δύστηνος ἐγὼ τῆς βαρυδαίμονος

  ἄρθρων κλίσεως, ὡς διάκειμαι,

  νῶτ’ ἐν στερροῖς λέκτροισι ταθεῖσ’.

  [115] Οἴμοι κεφαλῆς, οἴμοι κροτάφων

  πλευρῶν θ’, ὥς μοι πόθος εἱλίξαι

  καὶ διαδοῦναι νῶτον ἄκανθάν τ’

  εἰς ἀμφοτέρους τοίχους, μελέων

  ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.

  [120] Μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις

  ἄτας κελαδεῖν ἀχορεύτους.

  Πρῷραι ναῶν, ὠκείαις

  Ἴλιον ἱερὰν αἳ κώπαις

  δι’ ἅλα πορφυροειδέα καὶ

  [125] λιμένας Ἑλλάδος εὐόρμους

  αὐλῶν παιᾶνι στυγνῷ

  συρίγγων τ’ εὐφθόγγων φωνᾷ

  βαίνουσαι πλεκτὰν Αἰγύπτου

  παιδείαν ἐξηρτήσασθ’,

  [130] αἰαῖ, Τροίας ἐν κόλποις

  τὰν Μενελάου μετανισόμεναι

  στυγνὰν ἄλοχον, Κάστορι λώβαν

  τῷ τ’ Εὐρώτᾳ δυσκλείαν,

  ἃ σφάζει μὲν

  [135] τὸν πεντήκοντ’ ἀροτῆρα τέκνων

  Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν

  ἐς τάνδ’ ἐξώκειλ’ ἄταν.

  Ὤμοι, θάκους οἵους θάσσω,

  σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.

  [140] Δούλα δ’ ἄγομαι

  γραῦς ἐξ οἴκων πενθήρη

  κρᾶτ’ ἐκπορθηθεῖσ’ οἰκτρῶς.

  Ἀλλ’ ὦ τῶν χαλκεγχέων Τρώων

  ἄλοχοι μέλεαι,

  καὶ κοῦραι <κοῦραι> δύσνυμφοι,

  [145] τύφεται Ἴλιον, αἰάζωμεν.

  Μάτηρ δ’ ὡσεί τις πτανοῖς

  ὄρνισιν, ὅπως ἐξάρξω ‘γὼ

  κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν

  οἵαν ποτὲ δὴ

  [150] σκήπτρῳ Πριάμου διερειδομένα

  ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους

  εὐκόμποις ἐξῆρχον θεούς.

  Ἡμιχόριον Α

  [153] Ἑκάβη, τί θροεῖς; Τί δὲ θωύ¨σσεις;

  Ποῖ λόγος ἥκει; Διὰ γὰρ μελάθρων

  [155] ἄιον οἴκτους οὓς οἰκτίζῃ.

  Διὰ δὲ στέρνων φόβος ἄισσεν

  Τρῳάσιν, αἳ τῶνδ’ οἴκων εἴσω

  δουλείαν αἰάζουσιν.

  Ἑκάβη

  Ὦ τέκν’, Ἀργείων πρὸς ναῦς ἤδη . . .

  Ἡμιχόριον Α

  [160] Κινεῖται κωπήρης χείρ;

  Οἲ ἐγώ, τί θέλουσ’, ἦ πού μ’ ἤδη

  ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;

  Ἑκάβη

  Οὐκ οἶδ’, εἰκάζω δ’ ἄταν.

  Ἡμιχόριον Α

  Ἰὼ ἰώ.

  [165] Μέλεαι μόχθων ἐπακουσόμεναι

  Τρῳάδες, ἔξω κομίζεσθ’ οἴκων·

  στέλλουσ’ Ἀργεῖοι νόστον.

  Ἑκάβη

  [168] Αἶ, αἶ.

  Μή νύν μοι τὰν

  [170] ἐκβακχεύουσαν Κασάνδραν,

  [172] αἰσχύναν Ἀργείοισιν,

  [171] πέμψητ’ ἔξω,

  [173] μαινάδ’, ἐπ’ ἄλγει δ’ ἀλγυνθῶ.

  [173β] Ἰώ.

  Τροία Τροία δύσταν’, ἔρρεις,

  [174β] δύστανοι δ’ οἵ σ’ ἐκλείποντες

  [175] καὶ ζῶντες καὶ δμαθέντες.

  Ἡμιχόριον Β

  [176] Οἴμοι. Τρομερὰ σκηνὰς ἔλιπον

  τάσδ’ Ἀγαμέμνονος ἐπακουσομένα,

  βασίλεια, σέθεν· μή με κτείνειν

  δόξ’ Ἀργείων κεῖται μελέαν;

  [180] Ἢ κατὰ πρύμνας ἤδη ναῦται

  στέλλονται κινεῖν κώπας;

  Ἑκάβη

  Ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.

  Ἡμιχόριον Β

  Ἐκπληχθεῖσ’ ἦλθον φρίκᾳ.

  Ἤδη τις ἔβα Δαναῶν κῆρυξ;

  [185] Τῷ πρόσκειμαι δούλα τλάμων;

  Ἑκάβη

  Ἐγγύς που κεῖσαι κλήρου.

  Ἡμιχόριον Β

  Ἰὼ ἰώ.

  Τίς μ’ Ἀργείων ἢ Φθιωτᾶν

  ἢ νησαίαν μ’ ἄξει χώραν

  δύστανον πόρσω Τροίας;

  Ἑκάβη

  [190] Φεῦ φεῦ.

  [190β] Τῷ δ’ ἁ τλάμων

  ποῦ πᾷ γαίας δουλεύσω γραῦς,

  ὡς κηφήν, ἁ δειλαία,

  [192β] νεκροῦ μορφά,

  νεκύων ἀμενηνὸν ἄγαλμα,

  αἰαῖ

  [194β] τὰν παρὰ προθύροις φυλακὰν κατέχουσ’

  [195] ἢ παίδων θρέπτειρ’, ἃ Τροίας

  ἀρχαγοὺς εἶχον τιμάς;

  Χορός

  Αἰαῖ αἰαῖ, ποίοις δ’ οἴκτοις

  τὰν σὰν λύμαν ἐξαιάζεις;

  Οὐκ Ἰδαίοις ἱστοῖς κερ
κίδα

  [200] δινεύουσ’ ἐξαλλάξω.

  Νέατον τεκέων σώματα λεύσσω,

  νέατον . . .

  Μόχθους ἕξω κρείσσους,

  ἢ λέκτροις πλαθεῖσ’ Ἑλλάνων . . .

  ἔρροι νὺξ αὕτα καὶ δαίμων.

  [205] Ἢ Πειρήνας ὑδρευσομένα

  πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.

  Τὰν κλεινὰν εἴθ’ ἔλθοιμεν

  Θησέως εὐδαίμονα χώραν.

  [210] Μὴ γὰρ δὴ δίναν γ’ Εὐρώτα,

  τὰν ἐχθίσταν θεράπναν Ἑλένας,

  ἔνθ’ ἀντάσω Μενέλᾳ δούλα,

  τῷ τᾶς Τροίας πορθητᾷ.

  Τὰν Πηνειοῦ σεμνὰν χώραν,

  [215] κρηπῖδ’ Οὐλύμπου καλλίσταν,

  ὄλβῳ βρίθειν φάμαν ἤκουσ’

  εὐθαλεῖ τ’ εὐκαρπείᾳ·

  τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν

  Θησέως ζαθέαν ἐλθεῖν χώραν.

  [220] Καὶ τὰν Αἰτναίαν Ἡφαίστου

  Φοινίκας ἀντήρη χώραν,

  Σικελῶν ὀρέων ματέρ’, ἀκούω

  καρύσσεσθαι στεφάνοις ἀρετᾶς.

  Τάν τ’ ἀγχιστεύουσαν γᾶν

  [225] Ἰονίῳ ναύται πόντῳ,

  ἃν ὑγραίνει καλλιστεύων

  ὁ ξανθὰν χαίταν πυρσαίνων

  Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων

  εὔανδρόν τ’ ὀλβίζων γᾶν.

  [230] Καὶ μὴν Δαναῶν ὅδ’ ἀπὸ στρατιᾶς

  κῆρυξ, νεοχμῶν μύθων ταμίας,

  στείχει ταχύπουν ἴχνος ἐξανύων.

  Τί φέρει; Τί λέγει; Δοῦλαι γὰρ δὴ

  Δωρίδος ἐσμὲν χθονὸς ἤδη.

  Ταλθύβιος

  [235] Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ’ ἐς Τροίαν ὁδοὺς

  ἐλθόντα κήρυκ’ ἐξ Ἀχαιικοῦ στρατοῦ,

  ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,

  Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.

  Ἑκάβη

  <Αἰαῖ,> τόδε

 

‹ Prev