Book Read Free

Complete Works of Euripides

Page 135

by Euripides

τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.

  Ταλθύβιος

  [240] Ἤδη κεκλήρωσθ’, εἰ τόδ’ ἦν ὑμῖν φόβος.

  Ἑκάβη

  Αἰαῖ, τίν’ ἢ

  Θεσσαλίας πόλιν ἢ

  Φθιάδος εἶπας ἢ Καδμείας χθονός;

  Ταλθύβιος

  Κατ’ ἄνδρ’ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.

  Ἑκάβη

  Τίν’ ἄρα τίς ἔλαχε; Τίνα πότμος εὐτυχὴς

  [245] Ἰλιάδων μένει;

  Ταλθύβιος

  Οἶδ’· ἀλλ’ ἕκαστα πυνθάνου, μὴ πάνθ’ ὁμοῦ.

  Ἑκάβη

  Τοὐμὸν τίς ἆρ’

  ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;

  Ταλθύβιος

  [249] Ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.

  Ἑκάβη

  [250] Ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ

  δούλαν; Ἰώ μοί μοι.

  Ταλθύβιος

  Οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.

  Ἑκάβη

  [253] Ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ

  χρυσοκόμας ἔδωκ’ ἄλεκτρον ζόαν;

  Ταλθύβιος

  [255] Ἔρως ἐτόξευσ’ αὐτὸν ἐνθέου κόρης.

  Ἑκάβη

  Ῥῖπτε, τέκνον, ζαθέους κλῇ-

  δας καὶ ἀπὸ χροὸς ἐνδυ-

  τῶν στεφέων ἱεροὺς στολμούς.

  Ταλθύβιος

  Οὐ γὰρ μέγ’ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;

  Ἑκάβη

  [260] Τί δ’ ὃ νεοχμὸν ἀπ’ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;

  Ταλθύβιος

  [262] Πολυξένην ἔλεξας, ἢ τίν’ ἱστορεῖς;

  Ἑκάβη

  Ταύταν· τῷ πάλος ἔζευξεν;

  Ταλθύβιος

  Τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.

  Ἑκάβη

  [265] Ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.

  Ἀτὰρ τίς ὅδ’ ἢ νόμος ἢ τί

  θέσμιον, ὦ φίλος, Ἑλλάνων;

  Ταλθύβιος

  Εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.

  Ἑκάβη

  Τί τόδ’ ἔλακες; Ἆρά μοι ἀέλιον λεύσσει;

  Ταλθύβιος

  [270] Ἔχει πότμος νιν, ὥστ’ ἀπηλλάχθαι πόνων.

  Ἑκάβη

  Τί δ’ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,

  Ἀνδρομάχα τάλαινα, τίν’ ἔχει τύχαν;

  Ταλθύβιος

  Καὶ τήνδ’ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.

  Ἑκάβη

  Ἐγὼ δὲ τῷ

  [275] πρόσπολος ἁ τριτοβάμονος χερὶ

  δευομένα βάκτρου γεραιῷ κάρᾳ;

  Ταλθύβιος

  Ἰθάκης Ὀδυσσεὺς ἔλαχ’ ἄναξ δούλην σ’ ἔχειν.

  Ἑκάβη

  [278] Ἔ ἔ.

  Ἅρασσε κρᾶτα κούριμον,

  [280] ἕλκ’ ὀνύχεσσι δίπτυχον παρειάν.

  Ἰώ μοί μοι.

  Μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,

  πολεμίῳ δίκας, παρανόμῳ δάκει,

  [285] ὃς πάντα τἀκεῖθεν ἐνθάδ<ε στρέφει, τὰ δ’>

  ἀντίπαλ’ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ

  φίλα τὰ πρότερ’ ἄφιλα τιθέμενος πάντων.

  Γοᾶσθ’, ὦ Τρῳάδες, με.

  Βέβακα δύσποτμος. Οἴχομαι ἁ

  [290] τάλαινα, δυστυχεστάτῳ

  προσέπεσον κλήρῳ.

  Χορός

  Τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δ’ ἐμὰς τύχας

  τίς ἆρ’ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;

  Ταλθύβιος

  [294] Ἴτ’, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν

  [295] ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ

  ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας

  καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.

  Ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;

  Πιμπρᾶσιν ἢ τί δρῶσι Τρῳάδες μυχούς,

  [300] ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς

  πρὸς Ἄργος, αὑτῶν τ’ ἐκπυροῦσι σώματα

  θανεῖν θέλουσαι; Κάρτα τοι τοὐλεύθερον

  ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.

  Ἄνοιγ’ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον

  [305] ἐχθρὸν δ’ Ἀχαιοῖς εἰς ἔμ’ αἰτίαν βάλῃ.

  Ἑκάβη

  Οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ

  μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.

  Κασάνδρα

  [308] Ἄνεχε· πάρεχε.

  Φῶς φέρ’, ὤ· σέβω· φλέγω ἰδού, ἰδού

  λαμπάσι τόδ’ ἱερόν.

  [310] Ὦ Ὑμέναι’ ἄναξ·

  μακάριος ὁ γαμέτας·

  μακαρία δ’ ἐγὼ βασιλικοῖς λέκτροις

  κατ’ Ἄργος ἁ γαμουμένα.

  Ὑμήν, ὦ Ὑμέναι’ ἄναξ.

  [315] Ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ

  γόοισι τὸν θανόντα πατέρα πατρίδα τε

  φίλαν καταστένουσ’ ἔχεις,

  [319] ἐγὼ δ’ ἐπὶ γάμοις ἐμοῖς

  [320] ἀναφλέγω πυρὸς φῶς

  ἐς αὐγάν, ἐς αἴγλαν,

  διδοῦσ’, ὦ Ὑμέναιε, σοί,

  διδοῦσ’, ὦ Ἑκάτα, φάος,

  παρθένων ἐπὶ λέκτροις

  ᾇ νόμος ἔχει.

  [325] Πάλλε πόδα.

  Αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·

  ὡς ἐπὶ πατρὸς ἐμοῦ

  μακαριωτάταις

  τύχαις· ὁ χορὸς ὅσιος.

  Ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις

  [330] ἀνάκτορον θυηπολῶ,

  Ὑμήν, ὦ Ὑμέναι’, Ὑμήν.

  Χόρευε, μᾶτερ, ἀναγέλασον·

  ἕλισσε τᾷδ’ ἐκεῖσε μετ’ ἐμέθεν ποδῶν

  φέρουσα φιλτάταν βάσιν.

  [335] Βοάσαθ’ Ὑμέναιον, ὤ,

 
; μακαρίαις ἀοιδαῖς

  ἰαχαῖς τε νύμφαν.

  Ἴτ’, ὦ καλλίπεπλοι Φρυγῶν

  κόραι, μέλπετ’ ἐμῶν γάμων

  [340] τὸν πεπρωμένον εὐνᾷ

  [340β] πόσιν ἐμέθεν.

  Χορός

  Βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,

  μὴ κοῦφον αἴρῃ βῆμ’ ἐς Ἀργείων στρατόν;

  Ἑκάβη

  [343] Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,

  ἀτὰρ λυγράν γε τήνδ’ ἀναιθύσσεις φλόγα

  [345] ἔξω τε μεγάλων ἐλπίδων.

  Οἴμοι, τέκνον,

  ὡς οὐχ ὑπ’ αἰχμῆς <σ’> οὐδ’ ὑπ’ Ἀργείου δορὸς

  γάμους γαμεῖσθαι τούσδ’ ἐδόξαζόν ποτε.

  Παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς

  μαινὰς θοάζουσ’, οὐδέ σ’ αἱ τύχαι, τέκνον,

  [350] ἐσωφρονήκασ’ , ἀλλ’ ἔτ’ ἐν ταὐτῷ μένεις.

  Ἐσφέρετε πεύκας, δάκρυά τ’ ἀνταλλάξατε

  τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.

  Κασάνδρα

  [353] Μῆτερ, πύκαζε κρᾶτ’ ἐμὸν νικηφόρον,

  καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·

  [355] καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γ’ ᾖ,

  ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,

  Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον

  ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.

  Κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους

  [360] ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσ’ ἐμοῦ . . .

  Ἀλλ’ ἄττ’ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,

  ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·

  μητροκτόνους τ’ ἀγῶνας, οὓς οὑμοὶ γάμοι

  θήσουσιν, οἴκων τ’ Ἀτρέως ἀνάστασιν.

  [365] Πόλιν δὲ δείξω τήνδε μακαριωτέραν

  ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ’ ὅμως

  τοσόνδε γ’ ἔξω στήσομαι βακχευμάτων·

  οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,

  θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.

  [370] Ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ

  τὰ φίλτατ’ ὤλεσ’, ἡδονὰς τὰς οἴκοθεν

  τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,

  καὶ ταῦθ’ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.

  Ἐπεὶ δ’ ἐπ’ ἀκτὰς ἤλυθον Σκαμανδρίους,

  [375] ἔθνῃσκον, οὐ γῆς ὅρι’ ἀποστερούμενοι

  οὐδ’ ὑψίπυργον πατρίδ’· οὓς δ’ Ἄρης ἕλοι,

  οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν

  πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ

  κεῖνται. Τὰ δ’ οἴκοι τοῖσδ’ ὅμοι’ ἐγίγνετο·

  [380] χῆραί τ’ ἔθνῃσκον, οἳ δ’ ἄπαιδες ἐν δόμοις

  ἄλλοις τέκν’ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις

  ἔσθ’ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.

  Ἦ τοῦδ’ ἐπαίνου τὸ στράτευμ’ ἐπάξιον.

  Σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι

  [385] γένοιτ’ ἀοιδὸς ἥτις ὑμνήσει κακά.

  Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,

  ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δ’ ἕλοι δόρυ,

  νεκροί γ’ ἐς οἴκους φερόμενοι φίλων ὕπο

  ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,

  [390] χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·

  ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,

  ἀεὶ κατ’ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις

  ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.

  Τὰ δ’ Ἕκτορός σοι λύπρ’ ἄκουσον ὡς ἔχει·

  [395] δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,

  καὶ τοῦτ’ Ἀχαιῶν ἵξις ἐξεργάζεται·

  εἰ δ’ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.

  Πάρις δ’ ἔγημε τὴν Διός· γήμας δὲ μή,

  σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.

  [400] Φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·

  εἰ δ’ ἐς τόδ’ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει

  καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.

  Ὧν οὕνεκ’ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,

  οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ

  [405] καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

  Χορός

  Ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,

  μέλπεις θ’ ἃ μέλπουσ’ οὐ σαφῆ δείξεις ἴσως.

  Ταλθύβιος

  [408] Εἰ μή σ’ Ἀπόλλων ἐξεβάκχευεν φρένας,

  οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας

  [410] τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.

  Ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ

  οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.

  Ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,

  Ἀτρέως φίλος παῖς, τῆσδ’ ἔρωτ’ ἐξαίρετον

  [415] μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμ’ ἐγώ,

  ἀτὰρ λέχος γε τῆσδ’ ἂν οὐκ ἐκτησάμην.

  Καὶ σοὶ μέν οὐ γὰρ ἀρτίας ἔχεις φρένας

  Ἀργεῖ’ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις

  ἀνέμοις φέρεσθαι παραδίδωμ’· ἕπου δέ μοι

  [420] πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.

  Σὺ δ’, ἡνίκ’ ἄν σε Λαρτίου χρῄζῃ τόκος

  ἄγειν, ἕπεσθαι· σώφρονος δ’ ἔσῃ λάτρις

  γυναικός, ὥς φασ’ οἱ μολόντες Ἴλιον.

  Κασάνδρα

  [424] Ἦ δεινὸς ὁ λάτρις. Τί ποτ’ ἔχουσι τοὔνομα

  [425] κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,

  οἱ περὶ τυράννους καὶ
πόλεις ὑπηρέται;

  Σὺ τὴν ἐμὴν φῂς μητέρ’ εἰς Ὀδυσσέως

  ἥξειν μέλαθρα; Ποῦ δ’ Ἀπόλλωνος λόγοι,

  οἵ φασιν αὐτὴν εἰς ἔμ’ ἡρμηνευμένοι

  [430] αὐτοῦ θανεῖσθαι; . . . Τἄλλα δ’ οὐκ ὀνειδιῶ.

  Δύστηνος, οὐκ οἶδ’ οἷά νιν μένει παθεῖν·

  ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ

  δόξει ποτ’ εἶναι. Δέκα γὰρ ἐκπλήσας ἔτη

  πρὸς τοῖσιν ἐνθάδ’, ἵξεται μόνος πάτραν

  . . . . . . .

  [435] οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας

  δεινὴ Χάρυβδις, ὠμοβρώς τ’ ὀρειβάτης

  Κύκλωψ, Λιγυστίς θ’ ἡ συῶν μορφώτρια

  Κίρκη, θαλάσσης θ’ ἁλμυρᾶς ναυάγια,

  λωτοῦ τ’ ἔρωτες, Ἡλίου θ’ ἁγναὶ βόες,

  [440] αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,

  πικρὰν Ὀδυσσεῖ γῆρυν. Ὡς δὲ συντέμω,

  ζῶν εἶσ’ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ

  κάκ’ ἐν δόμοισι μυρί’ εὑρήσει μολών.

  Ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;

  [445] Στεῖχ’ ὅπως τάχιστ’· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.

  Ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,

  ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναι¨δῶν ἀρχηγέτα.

  Κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ’ ἐκβεβλημένην

  ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,

  [450] θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.

  Ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ’ εὔια,

  χαίρετ’· ἐκλέλοιφ’ ἑορτάς, αἷς πάροιθ’ ἠγαλλόμην.

  Ἴτ’ ἀπ’ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ’ οὖσ’ ἁγνὴ χρόα

  δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδ’, ὦ μαντεῖ’ ἄναξ.

  [455] Ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; Ποῖ ποτ’ ἐμβαίνειν με χρή;

 

‹ Prev