Book Read Free

Complete Works of Euripides

Page 138

by Euripides


  Ἑλένη

  Ἔξεστιν οὖν πρὸς ταῦτ’ ἀμείψασθαι λόγῳ,

  ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;

  Μενέλαος

  [905] Οὐκ ἐς λόγους ἐλήλυθ’, ἀλλά σε κτενῶν.

  Ἑκάβη

  Ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ’ ἐνδεής,

  Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους

  ἡμῖν κατ’ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν

  οὐδὲν κάτοισθα. Συντεθεὶς δ’ ὁ πᾶς λόγος

  [910] κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.

  Μενέλαος

  Σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,

  ἔξεστι. Τῶν σῶν δ’ οὕνεχ’ ὡς μάθῃ λόγων

  δώσω τόδ’ αὐτῇ· τῆσδε δ’ οὐ δώσω χάριν.

  Ἑλένη

  [914] Ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,

  [915] οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.

  Ἐγὼ δ’, ἅ σ’ οἶμαι διὰ λόγων ἰόντ’ ἐμοῦ

  κατηγορήσειν, ἀντιθεῖσ’ ἀμείψομαι

  τοῖς σοῖσι τἀμὰ καὶ τὰ σ’ αἰτιάματα.

  Πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,

  [920] Πάριν τεκοῦσα· δεύτερον δ’ ἀπώλεσε

  Τροίαν τε κἄμ’ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,

  δαλοῦ πικρὸν μίμημ’, Ἀλέξανδρόν ποτε.

  Ἐνθένδε τἀπίλοιπ’ ἄκουσον ὡς ἔχει.

  Ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·

  [925] καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις

  Φρυξὶ στρατηγοῦνθ’ Ἑλλάδ’ ἐξανιστάναι,

  Ἥρα δ’ ὑπέσχετ’ Ἀσιάδ’ Εὐρώπης θ’ ὅρους

  τυραννίδ’ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·

  Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη

  [930] δώσειν ὑπέσχετ’, εἰ θεὰς ὑπερδράμοι

  κάλλει. Τὸν ἔνθεν δ’ ὡς ἔχει σκέψαι λόγον·

  νικᾷ Κύπρις θεάς, καὶ τοσόνδ’ οὑμοὶ γάμοι

  ὤνησαν Ἑλλάδ’· οὐ κρατεῖσθ’ ἐκ βαρβάρων,

  οὔτ’ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.

  [935] Ἃ δ’ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ

  εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι

  ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.

  Οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,

  ὅπως ἀφώρμησ’ ἐκ δόμων τῶν σῶν λάθρα.

  [940] Ἦλθ’ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα

  ὁ τῆσδ’ ἀλάστωρ, εἴτ’ Ἀλέξανδρον θέλεις

  ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·

  ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν

  Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.

  [945] Εἶἑν.

  Οὐ σέ, ἀλλ’ ἐμαυτὴν τοὐπὶ τῷδ’ ἐρήσομαι·

  τί δὴ φρονοῦσά γ’ ἐκ δόμων ἅμ’ ἑσπόμην

  ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;

  Τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,

  ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,

  [950] κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δ’ ἐμοί.

  Ἔνθεν δ’ ἔχοις ἂν εἰς ἔμ’ εὐπρεπῆ λόγον·

  ἐπεὶ θανὼν γῆς ἦλθ’ Ἀλέξανδρος μυχούς,

  χρῆν μ’, ἡνίκ’ οὐκ ἦν θεοπόνητά μου λέχη,

  λιποῦσαν οἴκους ναῦς ἐπ’ Ἀργείων μολεῖν.

  [955] Ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι

  πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,

  οἳ πολλάκις μ’ ἐφηῦρον ἐξ ἐπάλξεων

  πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.

  Βίᾳ δ’ ὁ καινός μ’ οὗτος ἁρπάσας πόσις

  [960] Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.

  Πῶς οὖν ἔτ’ ἂν θνῄσκοιμ’ ἂν ἐνδίκως, πόσι,

  . . . . . . .

  πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,

  τὰ δ’ οἴκοθεν κεῖν’ ἀντὶ νικητηρίων

  πικρῶς ἐδούλευσ’; Εἰ δὲ τῶν θεῶν κρατεῖν

  [965] βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.

  Χορός

  Βασίλει’, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ

  πειθὼ διαφθείρουσα τῆσδ’, ἐπεὶ λέγει

  καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.

  Ἑκάβη

  [969] Ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι

  [970] καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.

  Ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα

  οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,

  ὥσθ’ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,

  Παλλὰς δ’ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,

  [975] εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι

  ἦλθον πρὸς Ἴδην. Τοῦ γὰρ οὕνεκ’ ἂν θεὰ

  Ἥρα τοσοῦτον ἔσχ’ ἔρωτα καλλονῆς;

  Πότερον ἀμείνον’ ὡς λάβῃ Διὸς πόσιν;

  Ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη

  [980] ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,

  φεύγουσα λέκτρα; Μὴ ἀμαθεῖς ποίει θεὰς

  [982] τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.

  Κύπριν δ’ ἔλεξας ταῦτα γὰρ γέλως πολύς

  ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.

  [985] Οὐκ ἂν μένουσ’ ἂν ἥσυχός σ’ ἐν οὐρανῷ

  αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;

  Ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,

  ὁ σὸς δ’ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·

  τὰ μῶρα γὰρ πάντ’ ἐστὶν Ἀφροδίτη βροτοῖς,

  [990] καὶ τοὔνομ’ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.

  Ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι


  χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.

  Ἐν μὲν γὰρ Ἄργει μίκρ’ ἔχουσ’ ἀνεστρέφου,

  Σπάρτης δ’ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν

  [995] χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν

  δαπάναισιν· οὐδ’ ἦν ἱκανά σοι τὰ Μενέλεω

  μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.

  Εἶἑν· βίᾳ γὰρ παῖδα φῄς <σ’> ἄγειν ἐμόν·

  τίς Σπαρτιατῶν ᾔσθετ’; Ἢ ποίαν βοὴν

  [1000] ἀνωλόλυξας Κάστορος νεανίου

  τοῦ συζύγου τ’ ἔτ’ ὄντος, οὐ κατ’ ἄστρα πω;

  Ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου

  κατ’ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,

  εἰ μὲν τὰ τοῦδε κρείσσον’ ἀγγέλλοιτό σοι,

  [1005] Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ’ ἐμὸς

  ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·

  εἰ δ’ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.

  Ἐς τὴν τύχην δ’ ὁρῶσα τοῦτ’ ἤσκεις, ὅπως

  ἕποι’ ἅμ’ αὐτῇ, τῇ ἀρετῇ δ’ οὐκ ἤθελες.

  [1010] Κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις

  πύργων καθιεῖσ’, ὡς μένουσ’ ἀκουσίως;

  Ποῦ δῆτ’ ἐλήφθης ἢ βρόχους ἀρτωμένη

  ἢ φάσγανον θήγουσ’, ἃ γενναία γυνὴ

  δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;

  [1015] Καίτοι σ’ ἐνουθέτουν γε πολλὰ πολλάκις·

  Ὦ θύγατερ, ἔξελθ’· οἱ δ’ ἐμοὶ παῖδες γάμους

  ἄλλους γαμοῦσι, σὲ δ’ ἐπὶ ναῦς Ἀχαιι¨κὰς

  πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης

  Ἕλληνας ἡμᾶς τε. Ἀλλὰ σοὶ τόδ’ ἦν πικρόν.

  [1020] Ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις

  καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ’ ἤθελες·

  μεγάλα γὰρ ἦν σοι. Κἀπὶ τοῖσδε σὸν δέμας

  ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει

  τὸν αὐτὸν αἰθέρ’, ὦ κατάπτυστον κάρα·

  [1025] ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,

  φρίκῃ τρέμουσαν, κρᾶτ’ ἀπεσκυθισμένην

  ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον

  ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.

  Μενέλα’, ἵν’ εἰδῇς οἷ τελευτήσω λόγον,

  [1030] στεφάνωσον Ἑλλάδ’ ἀξίως τήνδε κτανὼν

  σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς

  γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.

  Χορός

  Μενέλαε, προγόνων τ’ ἀξίως δόμων τε σῶν

  τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,

  [1035] ψόγον τὸ θῆλύ τ’, εὐγενὴς ἐχθροῖς φανείς.

  Μενέλαος

  [1036] Ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,

  ἑκουσίως τήνδ’ ἐκ δόμων ἐλθεῖν ἐμῶν

  ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν

  λόγοις ἐνεῖται. Βαῖνε λευστήρων πέλας

  [1040] πόνους τ’ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς

  θανοῦσ’, ἵν’ εἰδῇς μὴ καταισχύνειν ἐμέ.

  Ἑλένη

  Μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν

  προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.

  Ἑκάβη

  Μηδ’ οὓς ἀπέκτειν’ ἥδε συμμάχους προδῷς·

  [1045] ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.

  Μενέλαος

  Παῦσαι, γεραιά· τῆσδε δ’ οὐκ ἐφρόντισα.

  Λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν

  τήνδ’ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.

  Ἑκάβη

  Μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.

  Μενέλαος

  [1050] Τί δ’ ἔστι; Μεῖζον βρῖθος ἢ πάροιθ’ ἔχει;

  Ἑκάβη

  Οὐκ ἔστ’ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

  Μενέλαος

  [1052] Ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.

  Ἔσται δ’ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται

  ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·

  [1055] ἐλθοῦσα δ’ Ἄργος ὥσπερ ἀξία κακῶς

  κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν

  πάσαισι θήσει. Ῥᾴδιον μὲν οὐ τόδε·

  ὅμως δ’ ὁ τῆσδ’ ὄλεθρος ἐς φόβον βαλεῖ

  τὸ μῶρον αὐτῶν, κἂν ἔτ’ ὦσ’ ἐχθίονες.

  Χορός

  [1060] Οὕτω δὴ τὸν ἐν Ἰλίῳ

  ναὸν καὶ θυόεντα βω-

  μὸν προύδωκας Ἀχαιοῖς,

  ὦ Ζεῦ, καὶ πελάνων φλόγα

  σμύρνης αἰθερίας τε κα-

  [1065] πνὸν καὶ Πέργαμον ἱερὰν

  Ἰδαῖά τ’ Ἰδαῖα κισσοφόρα νάπη

  χιόνι κατάρυτα ποταμίᾳ

  [1069] τέρμονα πρωτόβολόν θ’ ἁλίῳ,

  [1070] τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.

  Φροῦδαί σοι θυσίαι χορῶν τ’

  εὔφημοι κέλαδοι κατ’ ὄρ-

  φναν τε παννυχίδες θεῶν,

  χρυσέων τε ξοάνων τύποι

  [1075] Φρυγῶν τε ζάθεοι σελᾶ-

  ναι συνδώδεκα πλήθει.

  Μέλει μέλει μοι τάδ’ εἰ φρονεῖς, ἄναξ,

  οὐράνιον ἕδρανον ἐπιβεβὼς

  αἰθέρα τε πτόλεως ὀλομένας,

  [1080] ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.

  Ὦ φίλος ὦ πόσι μοι,

  σὺ μὲν φθίμενος ἀλαίνεις

  [1085] ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος

  ἀίσσον πτεροῖσι πορεύσει

  ἱππόβοτον Ἄργος, ἵνα τείχεα

  λάινα Κυκλώπι’ οὐράνια νέμονται.

  Τέκνων δὲ πλῆ�
�ος ἐν πύλαις

  [1090] δάκρυσι κατᾴορα στένει·

  βοᾷ βοᾷ·

  Μᾶτερ, ὤμοι, μόναν δή μ’ Ἀχαιοὶ κομί-

  ζουσι σέθεν ἀπ’ ὀμμάτων

  κυανέαν ἐπὶ ναῦν

  [1095] εἰναλίαισι πλάταις

  ἢ Σαλαμῖν’ ἱερὰν

  ἢ δίπορον κορυφὰν

  Ἴσθμιον, ἔνθα πύλας

  Πέλοπος ἔχουσιν ἕδραι.

  [1100] Εἴθ’ ἀκάτου Μενέλα

  μέσον πέλαγος ἰούσας,

  δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι

  Αἰγαίου κεραυνοφαὲς πῦρ,

  [1105] Ἰλιόθεν ὅτε με πολύδακρυν

  Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,

  χρύσεα δ’ ἔνοπτρα, παρθένων

  χάριτας, ἔχουσα τυγχάνει

  Διὸς κόρα·

  [1110] μηδὲ γαῖάν ποτ’ ἔλθοι Λάκαιναν πατρῷ-

  όν τε θάλαμον ἑστίας,

  μηδὲ πόλιν Πιτάνας

  χαλκόπυλόν τε θεάν,

  δύσγαμον αἶσχος ἑλὼν

  [1115] Ἑλλάδι τᾷ μεγάλᾳ

  καὶ Σιμοεντιάσιν

  μέλεα πάθεα ῥοῇσιν.

  Ἰὼ ἰώ,

  καίν’ ἐκ καινῶν μεταβάλλουσαι

  χθονὶ συντυχίαι. Λεύσσετε Τρώων

  [1120] τόνδ’ Ἀστυάνακτ’ ἄλοχοι μέλεαι

  νεκρόν, ὃν πύργων δίσκημα πικρὸν

  Δαναοὶ κτείναντες ἔχουσιν.

  Ταλθύβιος

  [1123] Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος

  λάφυρα τἀπίλοιπ’ Ἀχιλλείου τόκου

  [1125] μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·

  αὐτὸς δ’ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας

  Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς

  Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.

  Οὗ θᾶσσον οὕνεκ’, ἢ χάριν μονῆς ἔχων,

 

‹ Prev