Complete Works of Euripides
Page 139
[1130] φροῦδος, μετ’ αὐτοῦ δ’ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
δακρύων ἀγωγός, ἡνίκ’ ἐξώρμα χθονός,
πάτραν τ’ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. Καί σφ’ ᾐτήσατο
θάψαι νεκρὸν τόνδ’, ὃς πεσὼν ἐκ τειχέων
[1135] ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
φόβον τ’ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδ’, ἣν πατὴρ τοῦδ’ ἀμφὶ πλεύρ’ ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφ’ ἑστίαν,
μηδ’ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
[1140] μήτηρ νεκροῦ τοῦδ’ Ἀνδρομάχη, λύπας ὁρᾶν,
ἀλλ’ ἀντὶ κέδρου περιβόλων τε λαί¨νων
ἐν τῇδε θάψαι παῖδα· σὰς δ’ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θ’, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
[1145] ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
ἀφείλετ’ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
Ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
γῆν τῷδ’ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·
σὺ δ’ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.
[1150] Ἑνὸς μὲν οὖν μόχθου σ’ ἀπαλλάξας ἔχω·
Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
ἔλουσα νεκρὸν κἀπένιψα τραύματα.
Ἀλλ’ εἶμ’ ὀρυκτὸν τῷδ’ ἀναρρήξων τάφον,
ὡς σύντομ’ ἡμῖν τἀπ’ ἐμοῦ τε κἀπὸ σοῦ
[1155] ἐς ἓν ξυνελθόντ’ οἴκαδ’ ὁρμήσῃ πλάτην.
Ἑκάβη
[1156] Θέσθ’ ἀμφίτορνον ἀσπίδ’ Ἕκτορος πέδῳ,
λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.
Ὦ μείζον’ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
τί τόνδ’, Ἀχαιοί, παῖδα δείσαντες φόνον
[1160] καινὸν διειργάσασθε; Μὴ Τροίαν ποτὲ
πεσοῦσαν ὀρθώσειεν; Οὐδὲν ἦτ’ ἄρα,
ὅθ’ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
διωλλύμεσθα μυρίας τ’ ἄλλης χερός,
πόλεως δ’ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
[1165] βρέφος τοσόνδ’ ἐδείσατ’· οὐκ αἰνῶ φόβον,
ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
Ὦ φίλταθ’, ὥς σοι θάνατος ἦλθε δυστυχής.
Εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
[1170] μακάριος ἦσθ’ ἄν, εἴ τι τῶνδε μακάριον·
νῦν δ’ αὔτ’ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
οὐκ οἶσθ’, ἐχρήσω δ’ οὐδὲν ἐν δόμοις ἔχων.
Δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
[1175] ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τ’ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ λέγω.
Ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθ’, ἐν ἄρθροις δ’ ἔκλυτοι πρόκεισθέ μοι.
[1180] Ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
ὄλωλας, ἐψεύσω μ’, ὅτ’ ἐσπίπτων πέπλους,
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι, πρὸς τάφον θ’ ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
[1185] Σὺ δ’ οὐκ ἔμ’, ἀλλ’ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
Οἴμοι, τὰ πόλλ’ ἀσπάσμαθ’ αἵ τ’ ἐμαὶ τροφαὶ
ὕπνοι τ’ ἐκεῖνοι φροῦδά μοι. Τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
[1190] Τὸν παῖδα τόνδ’ ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; Αἰσχρὸν τοὐπίγραμμά γ’ Ἑλλάδι.
Ἀλλ’ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
Ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
[1195] σῴζουσ’, ἄριστον φύλακ’ ἀπώλεσας σέθεν.
Ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
ἴτυός τ’ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
[1200] Φέρετε, κομίζετ’ ἀθλίῳ κόσμον νεκρῷ
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν· ὧν δ’ ἔχω, λήψῃ τάδε.
Θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
[1205] ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ’ ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορός
Καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
Ἑκάβη
[1209] Ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
[1210] οὐδ’ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
μήτηρ πατρός σοι προστίθησ’ ἀγάλματα
τῶν σῶν ποτ’ ὄντων· νῦν δέ σ’ ἡ θεοστυγὴς
ἀφείλεθ’ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
[1215] ἔκτεινε καὶ πάντ’ οἶκον ἐξαπώλεσεν.
Χορός
Ἒ ἔ, φρενῶν
ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτ’ ἂν
[1217β] ἀνάκτωρ πόλεως.
Ἑκάβη
Ἃ δ’ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροὶ¨
Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
/> [1220] Φρύγια πέπλων ἀγάλματ’ ἐξάπτω χροός.
Σύ τ’, ὦ ποτ’ οὖσα καλλίνικε, μυρίων
μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·
ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
[1225] κακοῦ τ’ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
Χορός
Αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα . . .
[1228] γαῖά σ’ ὦ τέκνον δέξεται.
Στέναζε, μᾶτερ,
Ἑκάβη
Αἰαῖ.
Χορός
[1230] Νεκρῶν ἴακχον.
Ἑκάβη
Οἴμοι μοι.
Χορός
Οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
Ἑκάβη
Τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ’ ἰάσομαι,
τλήμων ἰατρός, ὄνομ’ ἔχουσα, τἄργα δ’ οὔ·
τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Χορός
[1235] Ἄρασσ’ ἄρασσε κρᾶτα
πιτύλους διδοῦσα χειρός,
ἰώ μοί μοι.
Ἑκάβη
Ὦ φίλταται γυναῖκες . . .
Χορός
Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη
[1240] Οὐκ ἦν ἄρ’ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
Τροία τε πόλεων ἔκκριτον μισουμένη,
μάτην δ’ ἐβουθυτοῦμεν. Εἰ δὲ μὴ θεὸς
ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
[1245] μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
Χωρεῖτε, θάπτετ’ ἀθλίῳ τύμβῳ νεκρόν·
ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
[1250] κενὸν δὲ γαύρωμ’ ἐστὶ τῶν ζώντων τόδε.
Χορός
Ἰὼ ἰώ·
μελέα μήτηρ, ἣ τὰς μεγάλας
ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
Μέγα δ’ ὀλβισθεὶς ὡς ἐκ πατέρων
ἀγαθῶν ἐγένου,
[1255] δεινῷ θανάτῳ διόλωλας.
Ἔα ἔα·
[1256β] τίνας Ἰλιάσιν ταῖσδ’ ἐν κορυφαῖς
λεύσσω φλογέας δαλοῖσι χέρας
διερέσσοντας; Μέλλει Τροίᾳ
καινόν τι κακὸν προσέσεσθαι.
Ταλθύβιος
[1260] Αὐδῶ λοχαγοῖς, οἳ τέταχθ’ ἐμπιμπράναι
Πριάμου τόδ’ ἄστυ, μηκέτ’ ἀργοῦσαν φλόγα
ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
στελλώμεθ’ οἴκαδ’ ἄσμενοι Τροίας ἄπο.
[1265] Ὑμεῖς δ’, ἵν’ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
Σύ τ’, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
[1270] ἕπου. Μεθήκουσίν σ’ Ὀδυσσέως πάρα
οἵδ’, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη
[1272] Οἲ ‘γὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
[1275] Ἀλλ’, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
Ὦ μεγάλα δή ποτ’ ἀμπνέουσ’ ἐν βαρβάροις
Τροία, τὸ κλεινὸν ὄνομ’ ἀφαιρήσῃ τάχα.
Πιμπρᾶσί σ’, ἡμᾶς δ’ ἐξάγουσ’ ἤδη χθονὸς
[1280] δούλας· ἰὼ θεοί. Καὶ τί τοὺς θεοὺς καλῶ;
Καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
Φέρ’ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος
Ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
[1285] Ἀλλ’ ἄγετε, μὴ φείδεσθ’· Ὀδυσσέως δὲ χρὴ
ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Ἑκάβη
Ὀττοτοτοτοτοῖ.
Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
πάτερ, ἀνάξια τᾶς Δαρδάνου
[1290] γονᾶς τάδ’ οἷα πάσχομεν δέδορκας;
Χορός
Δέδορκεν, ἁ δὲ μεγαλόπολις
ἄπολις ὄλωλεν οὐδ’ ἔτ’ ἔστι Τροία.
Ἑκάβη
[1294] Ὀττοτοτοτοτοῖ.
[1295] Λέλαμπεν Ἴλιος, Περ-
γάμων τε πυρὶ καταίθεται τέραμνα
καὶ πόλις ἄκρα τε τειχέων.
Χορός
Πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
[1300] Μαλερὰ μέλαθρα πυρὶ κατάδρομα
δαί¨ῳ τε λόγχᾳ.
Ἑκάβη
Ἴὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
Χορός
Ἒ ἕ.
Ἑκάβη
Ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χορός
Ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
Ἑκάβη
[1305] Γεραιά γ’ ἐς πέδον τιθεῖσα μέλεα καὶ
χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορός
Διάδοχά σοι γόνυ τίθημι γαίᾳ
τοὺς ἐμοὺς καλοῦσα νέρθεν
ἀθλίους ἀκοίτας.
Ἑκάβη
[1310] Ἀγόμεθα φερόμεθ’ . . .
Χορός
Ἄλγος ἄλγος βοᾷς.
Ἑκάβη
Δούλειον ὑπὸ μέλαθρον.
Χορός
Ἐκ πάτρας γ’ ἐμᾶς.
Ἑκάβη
Ἰώ.
Πρίαμε Πρίαμε
, σὺ μὲν ὀλόμενος
ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ.
Χορός
[1315] Μέλας γὰρ ὄσσε κατεκάλυψε
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Ἑκάβη
Ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
Χορός
Ἒ ἕ.
Ἑκάβη
Τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.
Χορός
Τάχ’ ἐς φίλαν γᾶν πεσεῖσθ’ ἀνώνυμοι.
Ἑκάβη
[1320] Κόνις δ’ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα
ᾆστον οἴκων ἐμῶν με θήσει.
Χορός
Ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δ’
ἄλλο φροῦδον, οὐδ’ ἔτ’ ἔστιν
ἁ τάλαινα Τροία.
Ἑκάβη
[1325] Ἐμάθετ’, ἐκλύετε;
Χορός
Περγάμων <γε> κτύπον.
Ἑκάβη
Ἔνοσις ἅπασαν ἔνοσις . . .
Χορός
Ἐπικλύσει πόλιν.
Ἑκάβη
Ἰώ·
τρομερὰ μέλεα, φέρετ’ ἐμὸν ἴχνος·
ἴτ’ ἐπί, τάλανα,
[1330] δούλειον ἁμέραν βίου.
Χορός
Ἰὼ τάλαινα πόλις· ὅμως δὲ
πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.
IPHIGENIA IN TAURIS
Ἰφιγένεια
Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ᾽ ἔφυν ἐγώ
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, 5
ἣν ἀμφὶ δίναις ἃς θάμ᾽ Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
ἔσφαξεν Ἑλένης οὕνεχ᾽, ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.